|
|
|
SOCRATES - CHRYSOSTOM AND THE STATUE OF EUDOXIA |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
Historia Ecclesiastica, 6. 18. 1-5 Greek text from Migne PG, Vol. 67, Col. 716 An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. The Migne version of the complete Greek text of this work (scanned text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
|
Τῆς Αὐγούστης Εὐδοξίας ἀνδριὰς ἀνέστη ἀργυροῦς ἐπὶ κίονος πορφυροῦ, χλανίδα ἐνδεδυμένος. Ἕτηκε δὲ οὗτος ἐπὶ βήματος ὑψηλοῦ, οὔτε ἐγγὺς πόρρω τῆς ἐκκλησίας, ᾗ ἐπώνυμον Σοφία· ἀλλὰ διείργει ἄμφω μέση πλατείας ὁδός. Ἐπὶ τούτο συνήθως δημώδεις ἤγοντο παιδιαί· Ἰωάννης δὲ ὕβριν τὰ γινόμενα τῆς ἐκκλησίας νομίζων, τῃ συνηθείᾳ τε παρρησίαν ἀνακτησάμενος πάλιν, τὴν ἑαυτοῦ γλῶτταν κατὰ τῶν ταῦτα ποιούντων ἐξώπλιζε. Καὶ δέον τοὺς κρατοῦντας λόγῳ παρακλητικῷ πείθειν παῦσαι τῆς παιδιᾶς· ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίει· καταφορικῇ δὲ τῇ γλώσσῃ χρησάμενος, ἔσκωπτε τοὺς γενέσθαι ταῦτα κελεύσαντας. Ἡ δὲ βασίλισσα πάλιν εἰς ἑαυτὴν εἷλκε τὰ γενόμενα· καὶ ὕβριν ἑαυτῆς τοὺς ἐκείνου λόγους νομίζουσα, πάλιν παρασκευάζει σύνοδον ἐπισκόπων συνάγεσθαι κατ' αὐτοῦ. Αἰσθόμενος δὲ ὁ Ἰωάννης τὴν περιβόητον ἐκείνην ἐπὶ τῆς ἐκκλησίας διεξῆλθεν ὁμιλίαν, ἧς ἡ ἀρχή· Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράσσεται, πάλιν ὀρχεῖται, πάλιν ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου ζητεῖ λαβεῖν.’ Τοῦτο πλέον πρὸς ὀργὴν ἐξῆψε τὴν βασιλίδα. |