|
|
|
THE TOME OF LEO - Page 2 of 6 |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
Epistola XXVIII. Ad Flavianum Episcopum Constantinopolitanum Contra Eutychis Perfidiam Et Haeresim Latin and Greek text from Migne, PL, vol. 54, Cols. 755 - 782 An English translation of this text, placed alongside the Latin and Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
« Previous part of text - Next part of text »
|
II. De
duplici
Christi
nativitate
et
natura. |
An English translation is here on the subscription version of the site. |
Ἀγνοῶν τοίνυν τί δέοι περὶ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ λόγου νοεῖν, καὶ τῶν θείων γραφῶν ἐν τῷ πλάτει πονεῖν οὐ βουλόμενος, ὅπως ἂν τοῦ φωτὸς τῆς ἐντεῦθεν γνώσεως ἄξιος γένηται, ἐκείνην γοῦν ὤφειλε τὴν κοινὴν καὶ μὴ διαφωνοῦσαν ὁμολογίαν ἐν ἀκροάσει περιμερίμνῳ ποιήσασθαι, ἣν τῶν πιστῶν ἅπαν τό πλῆθος ὁμολογεῖ, πιστεύειν ἑαυτὸ εἰς Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν Κὐριον ἡμῶν· τὸν τεχθέντα ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς παρθένου. Δι᾽ ὧν τριῶν ἀποφάσεων τὰ πάντων σχεδὸν αἱρετικῶν κοταλύεται μηχανήματα. Ὁπότε γάρ Θεὸς, καὶ παντοκράτωρ, καὶ Πατὴρ εἶναι πιστεύεται, συναΐδιος αὐτῷ καὶ Υἱὸς ἀποδείκνυται, ἐν οὐδενὶ τοῦ Πατρὸς διαφέρων· ἐπειδήπερ ἐκ Θεοῦ Θεὀς, ἐκ παντοκράτορος παντοκράτωρ, ἐξ ἀΐδίου γεννηθεὶς συναΐδιος, οὐ μεταγενέστερος χρόνῳ, οὐκ ἐλάσσων δυνάμει, οὐκ ἀνόμοιος δόξῃ, οὐ κεχωρισμένος οὐσίᾳ. Ὁ δέ αὐτός τοῦ ἀΐδίου πατρὸς μονογενὴς ἀΐδιος ἐτέχθη ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς παρθένου· ἥ τις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ, καὶ ἀΐδίου γεννήσεως οὔτε τι ἀπεμείωσεν, οὔτε μήν τι ταύτῃ προσέθηκεν· ἀλλ᾽ ὅλην ἑαυτὴν εἰς τὸ σῶσαι τὸν ἄνθρωπον πεπλανημένον ἐκένωσεν, ἵνα καὶ τὸν θάνατον νικήσῃ, καὶ τὸν διάβολον τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τῇ οἰκείᾳ καταβάλῃ δυνάμει· οὐδὲ γὰρ ἂν ἠδυνήθημεν νικῆσαι τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου τὸν ἀρχηγὸν, εἰ μὴ τὴν ἡμετέραν αὐτὸς φύσιν ἀνέλαβε, καὶ οἰκείαν εἰργάσατο· ὃν οὔτε ἁμαρτία μολῦναι, οὔτε θάνατος κατασχεῖν ἠδυνήθη. Συνελήφθη μὲν οὖν δηλονότι ἐκ Πνεύματος ἁγίου ἐν γαστρὶ τῆς παρθένου Μαρίας μητρός. Ἥ τις οὕτω φυλαχθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥσπερ οὖν καὶ ἀκεραίου μεινάσης τῆς παρθενίας συνέλαβεν. Ἀλλ᾽ εἴπερ ἐκ ταύτης τῆς ἐν τῇ πίστει τῶν Χριστιανῶν εὐαγεστάτης πηγῆς καθαρὰν ἀρύσασθαι διάνοιαν οὐκ ἠδύνατο, διὰ τὸ τῆς τηλαυγοῦς ἀληθείας αὐτὸν ἑαυτῷ τὸ φέγγος ἐκ τῆς οἰκείας ἐπισκοτίζειν τυφλώσεως, τῇ διδασκαλίᾳ γοῦν τῇ τῶν εὐαγγελίων ἑαυτὸν ὑπήγαγεν ἂν· καὶ λέγοντος Ματθαίου· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· καὶ τοῦ ἀποστολικοῦ δὴ κηρύγματος τὴν εὶσήγησιν ἂν ἐπεζήτησε· καὶ ἀναγινώσκων ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν πφοφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα· ἐπὶ τὰς προφητικὰς οὕτως ἂν βίβλους τὴν εὐσεβῆ φροντίδα μετήγαγε, καὶ εὑρίσκων τὴν ἐπαγγελίαν τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ λέγοντος· Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη· ὅπως ἂν περὶ τῆς κυριότητος τούτου μὴ ἀμφιβάλῃ τοῦ σπέρματος, ἠκολούθησεν ἂν καὶ τῷ Ἀποστόλῳ λέγοντι· Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ· οὐκ εἶπε· καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅπερ ἐστι Χριστός. Καὶ τὸ Ἡσαΐου δὲ κήρυγμα διὰ τῆς ἐνδοτέρας κατέσχεν ἂν ἀκροάσεως, λέγοντος· Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅπερ ἐστὶ μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός. Καὶ τοῦ αὐτοῦ δὲ προφήτου πιστῶς ἂν ὑπανέγνω τὰ ῥήματα· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἀρχὴ ἐπὶ τοῦ ὥμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Οὐδὲ ματαίως λαλῶν, οὕτως ἂν εἶπε σάρκα γεγενῆσθαι τὸν λόγον, ὡς ὅτιπερ ὁ τεχθείς ἀπὸ τῆς παρθένου Χριστὸς, εἶχε μὲν ἀνθρώπου μορφὴν, οὐκ εἶχε δὲ τοῦ μητρῴου σώματος τὴν ἀλήθειαν· ἢ τάχα διὰ τοῦτο τὸν δεσπότην Χριστὸν οὐκ εἶναι τῆς ἡμετέρας ἐνόμισε φύσεως, ὅτι πρὸς τὴν μακαρίαν Μαρίαν ὁ πεμφθεὶς ἄγγελος εἶπε· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δὑναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται υἱὸς Θεοῦ· ὅπως ἂν, ἐπειδήπερ ἡ σύλληψις τῆς παρθένου θείας ἔργον γεγένηται δημιουργίας, ἐκ τῆς φύσεως τῆς συλλαβούσης ἡ σὰρξ τοῦ συλληφθέντος μὴ γένηται; ἀλλ᾽ οὐχ οὕτως νοητέον ἐκείνην τὴν γέννησιν· ἥ τις μονογενῶς ἐστι θαυμαστὴ, καὶ θαυμαστῶς ἐστι μονογενής· ὥστε διὰ τοῦ καινοπρεποῦς τῆς γεννήσεως, τὴν τοῦ γένους ἐκβάλλεσθαι κυριότητα Τὸ μὲν γάρ γόνιμον τῇ παρθένῳ τὸ ἅγιον πνεῦμα παρέσχεν· ἡ δὲ τοῦ σώματος ἀλήθεια προσελήφθη ἐκ σώματος· καὶ τῆς σοφίας οἰκοδομούσης ἑαυτῇ οἶκον, ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστιν, ἐν τούτῳ τῷ σώματι, ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου, καὶ ὃ πνεύματι ζωῆς λογικῆς ἐνεψύχωσε. |
|---|