|
|
|
THE TOME OF LEO - Page 1 of 6 |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
Epistola XXVIII. Ad Flavianum Episcopum Constantinopolitanum Contra Eutychis Perfidiam Et Haeresim Latin and Greek text from Migne, PL, vol. 54, Cols. 755 - 782 An English translation of this text, placed alongside the Latin and Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. The site also gives access to many other scanned patristic Latin and Greek texts from public domain sources, with a facility for viewing an English translation (where available) alongside. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
This site uses cookies. By continuing to browse the site you are agreeing to our use of cookies. Find out more about our use of cookies here.
|
|
I. Praesumptio
et
imperitia
Eutychen
in
errorem
impulerunt. |
An English translation is here on the
subscription version of the site. |
Ἀναγνόντες τὰ γράμματα τῆς ἀγάπης τῆς σῆς, ἅπερ οὕτω βραδύτατα γεγενῆσθαι θαυμάζομεν, καὶ τῇ τάξει τῶν ὑπομνημάτων ἐγύψαντες (sic), ἥ τις ἐπὶ τῶν ἐπισκόπων ἐπράχθη, μόλις ποτὲ τί τὸ παρ᾽ ὑμῖν σκάνδαλον ἀναφυὲν κατὰ τῆς ὑγιοῦς πίστεως, ἔγνωμεν· καὶ τὰ πρότερον λεληθέναι δοκοῦντα νῦν ἡμῖν δῆλα γεγένηται, δι᾽ ὧν Εὐτυχὴς, ὁ τῇ τοῦ πρεσβυτέρου προσηγορίᾳ τιμῆς ἄξιος νομισθεὶς, πολύ τις ἀσύνετος, καὶ λίαν ἀμαθὴς ἀποδείκνυται· ὡς περὶ αὐτοῦ προφήτου εἴρησθαι. Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι, ἀδικίαν ἐμελέτησεν ἐπὶ τῆς κοίτης αὐτοῦ· τί δ᾽ ἂν ἀδικώτερον εἴη τοῦ τὰ ἀσεβῆ φρονεῖν, καὶ τοῖς οὐ φρονοῦσι, καὶ σοφωτέροις μὴ εἴκειν; εἰς τὴν ἄνοιαν δὲ ταύτην ἐμπίπτουσιν, οἱ κατά τι μὲν ἐμπόδιον ἀσαφείας γνῶναι τὸ ἀληθὲς κωλυόμενοι, οὐκ ἐπὶ τὰς προφητικὰς δὲ φωνὰς, οὐκ ἐπὶ τὰς τῶν ἀποστόλων γραφὰς, οὐκ ἐπὶ τὰς εὐαγγελικὰς αὐθεντίας, ἀλλ᾽ ἐφ᾽ ἑαυτοὺς ἀνατρέχοντες· καὶ διὰ τοῦτο διδάσκαλοι πλάνης ἀναδεικνύμενοι· ἐπειδὴ τῆς ἀληθείας μαθηταὶ μὴ γεγόνασι. Ποίαν γὰρ ἀπὸ τῶν θείων βίβλων παιδείαν τῆς τε παλαιᾶς καὶ καινῆς διαθήκης προσέλαβεν, ὁς οὐδὲ αὐτοῦ τοῦ συμβόλου τῶν προοιμίων ἐδράξατο; καὶ ὅπερ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῇ φωνῇ πάντων τῶν ἀναγεννωμένων προφέρεται, τοῦτο κατὰ νοῦν ἔτι τούτου τοῦ γέροντος οὐ λαμβάνεται. |
|---|