JOHN CHRYSOSTOM - PASCHAL SERMON

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Paschal Sermon

Greek text from R.P.J. Goar, Εὐχολόγιον sive rituale graecorum complectens ritus et ordines divinae liturgiae, Venice: Typographia Bartholomaei Javarina, 1730.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The page on the subscription version of the website includes links to a number of other translations of this sermon, along with links to the Migne Greek text (scanned text at Google Books) of other "pseudo-Chrysostom" Paschal Sermons. The subscription site has links to many other such complete Greek texts and translations.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως. εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον. εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα. εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶς ἑορτασάτω. εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω μηδὲν ἐνδοιάζων. εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα. φιλότιμος γὰρ ὢν δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον. ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης. καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει. κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται, καὶ τὰ ἔργα δέχεται· καὶ τὴν γνώμην ἀσπάζεται, καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε, πλούσιοι καὶ πένητες μετ ἀλλήλων χορεύσατε· ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε. νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον. τράπεζα γέμει τρυφήσατε πάντες. μόσχος πολύς, μηδεὶς ἐξέλθοι πεινῶν, πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. μηδεὶς θρηνείτω πενίαν. ἐφάνη γὰρ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε. μηδεὶς φοβείσθω θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος θάνατος. ἔσβεσεν αὐτόν, ὑπ αὐτοῦ κατεχόμενος· ἐσκύλευσε τὸν ᾅδην, κατελθὼν εἰς τὸν ᾅδην. ἐπίκρανεν αὐτὸν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ. καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· ᾅδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω. Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη. ἐπικράνθη, καὶ γὰρ καθηρέθη. ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν. ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ. ἔλαβεν ὅπερ ἔβλεπε, καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾅδη τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ πεπτώκασι δαίμονες. ἀνέστη Χριστός, καὶ χαίρουσιν ἄγγελοι. ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. αὐτῷ δόξα καὶ τὸ κράτος. εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.