JOHN CHRYSOSTOM - HOMILY ON THE DATE OF CHRISTMAS

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

In Diem Natalem Domini Nostri Jesu Christi (sections 1 and 2)

Greek text from Migne PG, Vol. 49, Col. 351

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of John Chrysostom (where available online) can also be accessed through the website and seen alongside each other.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶν ἀπὸ τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.

αʹ. πάλαι πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν, ταῦτα ἐξέβη, καὶ τέλος ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ γῆς ὤφθη διὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Χαίρωμεν τοίνυν καὶ ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ Ἰωάννης ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ’ αὐτὸν τὸν Σωτῆρα ἡμῶν σήμερον τεχθέντα θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα. Πάλαι ταύτην ἐπεθύμουν ἐγὼ τὴν ἡμέραν ἰδεῖν, καὶ οὐχ ἁπλῶς ἰδεῖν, ἀλλὰ μετὰ πλήθους τοσούτου· καὶ διηνεκῶς ηὐχόμην οὕτως ἡμῖν πληρωθῆναι τὸ θέατρον, ὥσπερ ἔστι νῦν ὁρᾷν πεπληρωμένον. Τοῦτο τοίνυν ἐξέβη καὶ τέλος ἔλαβε. Καίτοι γε οὔπω δέκατόν ἐστιν ἔτος, ἐξ οὗ δήλη καὶ γνώριμος ἡμῖν αὕτη ἡμέρα γεγένηται· ἀλλ ὅμως, ὡς ἄνωθεν καὶ πρὸ πολλῶν ἡμῖν παραδοθεῖσα ἐτῶν, οὕτως ἤνθησε διὰ τῆς ὑμετέρας σπουδῆς. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι καὶ νέαν αὐτὴν ὁμοῦ καὶ ἀρχαίαν προσειπών· νέαν μὲν διὰ τὸ προσφάτως ἡμῖν γνωρισθῆναι, παλαιὰν δὲ καὶ ἀρχαίαν διὰ τὸ ταῖς πρεσβυτέραις ταχέως ὁμήλικα γενέσθαι, καὶ πρὸς τὸ αὐτὸ τῆς ἡλικίας αὐταῖς φθάσαι μέτρον. Καθάπερ γὰρ τὰ γενναῖα καὶ εὐγενῆ τῶν φυτῶν (καὶ γὰρ ἐκεῖνα ὁμοῦ τε εἰς τὴν γῆν κατατίθεται, καὶ πρὸς ὕψος εὐθὺς ἀνατρέχει μέγα, καὶ τῷ καρπῷ βρίθεται), οὕτω καὶ αὕτη παρὰ μὲν τοῖς τὴν Ἑσπέραν οἰκοῦσιν ἄνωθεν γνωριζομένη, πρὸς ἡμᾶς δὲ κομισθεῖσα νῦν, καὶ οὐ πρὸ πολλῶν ἐτῶν, ἀθρόον οὕτως ἀνέδραμε, καὶ τοσοῦτον ἤνεγκε τὸν καρπὸν, ὅσονπερ ἔστι νῦν ὁρᾷν, τῶν περιβόλων ἡμῖν πεπληρωμένων, καὶ τῆς ἐκκλησίας ἁπάσης στενοχωρουμένης τῷ πλήθει τῶν συνδραμόντων. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς τοσαύτης σπουδῆς παρὰ τοῦ σήμερον τεχθέντος κατὰ σάρκα προσδοκήσατε Χριστοῦ· ἐκεῖνος ὑμᾶς ἀμείψεται πάντως τῆς προθυμίας ταύτης· γὰρ περὶ τὴν ἡμέραν φιλία καὶ σπουδὴ, τῆς περὶ τὸν τεχθέντα ἀγάπης μέγιστόν ἐστι σημεῖον. Εἰ δὲ χρή τινα καὶ παρ ἡμῶν τῶν συνδούλων εἰσενεχθῆναι, καὶ ἡμεῖς τὰ κατὰ δύναμιν εἰσοίσομεν· μᾶλλον δὲ, ἅπερ ἂν τοῦ Θεοῦ χάρις δῷ λεχθῆναι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τί οὖν ἐπιθυμεῖτε ἀκοῦσαι σήμερον; τί δὲ ἄλλο, περὶ τῆς ἡμέρας ταύτης; Εὖ γὰρ οἶδα, ὅτι πολλοὶ ἔτι καὶ νῦν πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν ἐγκαλοῦντες, οἱ δὲ ἀπολογούμενοι· καὶ πολὺς περὶ τῆς ἡμέρας ταύτης πανταχοῦ γίνεται λόγος, τῶν μὲν αἰτιωμένων, ὅτι νέα τίς ἐστι καὶ πρόσφατος, καὶ νῦν εἰσενήνεκται, τῶν δὲ ἀπολογουμένων, ὅτι παλαιὰ καὶ ἀρχαία ἐστὶ, τῶν προφητῶν ἤδη προειπόντων περὶ τῆς γεννήσεως αὐτοῦ, καὶ ἄνωθεν τοῖς ἀπὸ Θρᾴκης μέχρι Γαδείρων οἰκοῦσι κατάδηλος καὶ ἐπίσημος γέγονε. Φέρε οὖν, τὸν περὶ τούτων κινήσωμεν λόγον. Εἰ γὰρ ἀμφισβητουμένη τοσαύτης ἀπολαύει παρ ὑμῶν εὐνοίας, εἰ γένοιτο γνωριμωτέρα, εὔδηλον ὅτι πολλῷ πλείονος σπουδῆς ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν ἐργαζομένης ὑμῖν.

Ἔχω τοίνυν τρεῖς ἀποδείξεις εἰπεῖν, δι ὧν εἰσόμεθα πάντως, ὅτι οὗτός ἐστιν καιρὸς, καθ ὃν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς Θεὸς Λόγος ἐτέχθη. Καὶ τῶν τριῶν τούτων μία μὲν ἔστιν ἀπόδειξις, τὸ ταχέως οὕτω πανταχοῦ περιαγγελθῆναι, καὶ πρὸς ὕψος ἐπιδοῦναι τοσοῦτον, καὶ ἀνθῆσαι τὴν ἑορτήν· καὶ ὅπερ Γαμαλιὴλ ἔλεγε περὶ τοῦ κηρύγματος, ὅτι Εἰ ἔστιν ἐξ ἀνθρώπων, καταλυθήσεται, εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο κἀγὼ περὶ τῆς ἡμέρας ταύτης εἴποιμι ἂν θαῤῥῶν, ὅτι, ἐπειδὴ ἐκ Θεοῦ Θεὸς Λόγος ἐστὶ, διὰ τοῦτο οὐ μόνον οὐ κατελύθη, ἀλλὰ καὶ καθ ἕκαστον ἔτος ἐπιδίδωσι, καὶ λαμπροτέρα γίνεται· ἐπεὶ καὶ τὸ κήρυγμα ἐν ὀλίγοις ἔτεσι τὴν πᾶσαν κατέλαβεν οἰκουμένην, καίτοι σκηνοποιῶν, ἁλιέων, ἀγραμμάτων, ἰδιωτῶν πανταχοῦ διακομιζόντων αὐτό· ἀλλ οὐδὲν ἔβλαπτεν τῶν διακονούντων εὐτέλεια, τῆς τοῦ κηρυττομένου δυνάμεως πάντα προκαταλαμβανούσης, καὶ τὰ κωλύματα ἀναιρούσης, καὶ τὴν οἰκείαν ἐπιδεικνυμένης ἰσχύν.

βʹ. Εἰ δέ τις τῶν φιλονείκων οὐκ ἀνέχοιτο τῶν εἰρημένων, ἔστι καὶ δευτέραν εἰπεῖν. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀπογραφῆς τῆς ἐν τοῖς Εὐαγγελίοις κειμένης. Ἐγένετο γὰρ, φησὶν εὐαγγελιστὴς, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ὅθεν δῆλον, ὅτι κατὰ τὴν πρώτην ἀπογραφὴν ἐτέχθη. Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα, ἀκριβῶς εἰδέναι τὸν βουλόμενον. Τί οὖν πρὸς ἡμᾶς, φησὶ, τοῦτο τοὺς οὐκ ὄντας ἐκεῖ οὔτε παραγενομένους; Ἀλλ ἄκουε, καὶ μὴ ἀπίστει, ὅτι παρὰ τῶν ἀκριβῶς ταῦτα εἰδότων, καὶ τὴν πόλιν ἐκείνην οἰκούντων παρειλήφαμεν τὴν ἡμέραν. Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο. Οὐδὲ γὰρ εὐαγγελιστὴς ἁπλῶς τὸν καιρὸν ἐπεσημήνατο τοῦτον, ἀλλ ὥστε καὶ τὴν ἡμέραν ἡμῖν δήλην ποιῆσαι καὶ γνώριμον, καὶ τοῦ Θεοῦ τὴν οἰκονομίαν ἐνδείξασθαι. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ ἑαυτοῦ τότε Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς παρουσίᾳ. Καὶ τί τοῦτο συντελεῖ πρὸς τὴν οἰκονομίαν ταύτην, φησίν; Οὐ μικρὸν, οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων ἕν. Ποῖον δὴ τοῦτο; Γαλιλαία χώρα τίς ἐστιν ἐν Παλαιστίνῃ, δὲ Ναζαρὲθ πόλις τῆς Γαλιλαίας. Πάλιν Ἰουδαία χώρα τίς ἐστι, παρὰ τῶν ἐγχωρίων οὕτω καλουμένη, δὲ Βηθλεὲμ πόλις τῆς Ἰουδαίας. Τὸν δὲ Χριστὸν οἱ προφῆται προὔλεγον ἅπαντες, οὐκ ἀπὸ τῆς Ναζαρὲθ, ἀλλ ἀπὸ τῆς Βηθλεὲμ ἥξειν, καὶ ἐκεῖ τεχθήσεσθαι. Οὕτω γὰρ γέγραπται· Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ οἱ Ἰουδαῖοι οἱ τότε παρὰ τοῦ Ἡρώδου ἐρωτώμενοι, ποῦ Χριστὸς γεννᾶται, ταύτην εἶπον αὐτῷ τὴν μαρτυρίαν. Διὰ τοῦτο καὶ τοῦ Ναθαναὴλ εἰπόντος πρὸς τὸν Φίλιππον, ἐπειδὴ ἐκεῖνος ἔλεγεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ εὑρήκαμεν, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; Χριστὸς περὶ αὐτοῦ φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν δόλος οὐκ ἔστι. Καὶ τίνος, φησὶν, ἕνεκεν αὐτὸν ἐπῄνεσεν; Ἐπειδὴ οὐ συνηρπάγη τῇ ἀπαγγελίᾳ τοῦ Φιλίππου, ἀλλ ᾔδει σαφῶς καὶ ἀκριβῶς, ὅτι οὐκ ἐν Ναζαρὲθ, οὔτε ἐν τῇ Γαλιλαίᾳ ἔδει τὸν Χριστὸν τεχθῆναι, ἀλλ ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Βηθλεέμ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπεὶ οὖν μὲν Φίλιππος τοῦτο ἠγνόησεν, δὲ Ναθαναὴλ, ἅτε νομομαθὴς ὢν, ἀπεκρίνατο τὰ κατὰ τὴν ἄνωθεν προφητείαν εἰρημένα, εἰδὼς, ὅτι οὐκ ἐκ Ναζαρὲθ ἥξει Χριστός· διὰ τοῦτο καὶ Χριστὸς, Ἴδε ἀληθῶς Ἰσραηλίτης, φησὶν, ἐν δόλος οὐκ ἔστι. Διὰ τοῦτο καί τινες τῶν Ἰουδαίων ἔλεγον πρὸς τὸν Νικόδημον· Ἐρεύνησον, καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ πάλιν ἀλλαχοῦ· Οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, Χριστὸς ἔρχεται. Καὶ κοινὴ πάντων ψῆφος ἦν, ὅτι πάντως ἐκεῖθεν αὐτὸν δεῖ παραγενέσθαι, οὐκ ἀπὸ τῆς Γαλιλαίας.

Ἐπεὶ οὖν Ἰωσὴφ καὶ Μαρία τῆς Βηθλεὲμ ὄντες πολῖται, ἐκείνην ἀφέντες, ἐν τῇ Ναζαρὲθ τὸν βίον αὐτῶν κατεστήσαντο, κἀκεῖ διέτριβον (οἷα δὴ πολλὰ συμβαίνειν εἰκὸς ἐπὶ πολλῶν ἀνθρώπων, τὰς μὲν πόλεις, ὅθεν ἐγένοντο, καταλιμπανόντων, ἐν ἄλλαις δὲ, ἐν αἷς οὐκ ἐφύησαν παρὰ τὴν ἀρχὴν, διατριβόντων), ἔδει δὲ τὸν Χριστὸν ἐν Βηθλεὲμ τεχθῆναι· ἐξῆλθε τὸ δόγμα, καὶ ἄκοντας αὐτοὺς συνωθοῦν εἰς τὴν πόλιν ἐκείνην, τοῦ Θεοῦ οὕτως οἰκονομοῦντος. γὰρ νόμος κελεύων ἕκαστον εἰς τὴν ἰδίαν ἀπογράψασθαι πατρίδα, ἠνάγκαζεν ἐκεῖθεν αὐτοὺς ἀνίστασθαι, ἀπὸ τῆς Ναζαρὲθ λέγω, καὶ ἔρχεσθαι εἰς τὴν Βηθλεὲμ, ὥστε ἀπογράφεσθαι. Τοῦτο γοῦν αὐτὸ αἰνιττόμενος καὶ εὐαγγελιστὴς, ἔλεγεν· Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον.