Ἀλλὰ
τί
εἴπω,
ἢ
τί
λαλήσω;
Ἐκπλήττει
γάρ
με
τὸ
θαῦμα.
Ὁ
Παλαιὸς
ἡμερῶν
παιδίον
γέγονεν,
ὁ
ἐπὶ
θρόνου
ὑψηλοῦ
καὶ
ἐπηρμένου
καθήμενος
ἐν
φάτνῃ
τίθεται,
ὁ
ἀναφὴς,
καὶ
ἁπλοῦς,
καὶ
ἀσύνθετος,
καὶ
ἀσώματος
χερσὶν
ἀνθρωπίναις
ἑλίσσεται,
ὁ
τὰ
τῆς
ἁμαρτίας
διασπῶν
δεσμὰ
σπαργάνοις
ἐμπλέκεται,
ἐπειδὴ
τοῦτο
θέλει.
Θέλει
γὰρ
τὴν
ἀτιμίαν
ποιῆσαι
τιμὴν,
τὴν
ἀδοξίαν
ἐνδῦσαι
δόξαν,
τὸν
τῆς
ὕβρεως
ὅρον,
ἀρετῆς
δεῖξαι
τρόπον.
Ὅθεν
ὑπέρχεται
τὸ
ἐμὸν
σῶμα,
ἵνα
ἐγὼ
χωρήσω
τὸν
αὐτοῦ
Λόγον·
καὶ
λαβὼν
τὴν
ἐμὴν
σάρκα,
δίδωσί
μοι
τὸ
ἑαυτοῦ
Πνεῦμα,
ἵνα
διδοὺς
καὶ
λαμβάνων
θησαυρόν
μοι
ζωῆς
ἐμπορεύσηται.
Λαμβάνει
μου
τὴν
σάρκα,
ἵνα
με
ἁγιάσῃ·
δίδωσί
μοι
τὸ
Πνεῦμα
αὐτοῦ,
ἵνα
με
διασώσῃ.
Ἀλλὰ
τί
εἴπω,
καὶ
τί
λαλήσω;
Ἰδοὺ
ἡ
παρθένος
ἐν
γαστρὶ
ἕξει (Isai. 7. 14).
Οὐκέτι
λέγεται
ὡς
γενησόμενον,
ἀλλὰ
θαυμάζεται
ὡς
πεπραγμένον.
Παρὰ
Ἰουδαίοις
ἐπέπρακτο,
παρ’
οἷς
καὶ
ἐλέγετο,
ὑφ’
ἡμῶν
δὲ
πιστεύεται,
παρ’
οἷς
οὐδὲ
ὠνομάζετο.
Ἰδοὺ
ἡ
παρθένος
ἐν
γαστρὶ
ἕξει.
Τὸ
μὲν
γράμμα
τῆς
συναγωγῆς,
τὸ
δὲ
κτῆμα
τῆς
Ἐκκλησίας.
Ἐκείνη
τὸ
δίπτυχον
εὗρεν,
αὕτη
τὸν
μαργαρίτην
ἐφεῦρεν·
ἐκείνη
τὸ
ἔριον
ἔβαψεν,
αὕτη
τὴν
ἁλουργίδα
ἐνεδύσατο.
Ἡ
Ἰουδαία
γὰρ
αὐτὸν
ἔτεκε,
καὶ
ἡ
οἰκουμένη
αὐτὸν
ὑπεδέξατο.
Ἡ
συναγωγὴ
αὐτὸν
ἔθρεψε,
καὶ
ἐτιθηνήσατο,
καὶ
ἡ
Ἐκκλησία
κατέσχε
καὶ
ἐκαρπώσατο.
Παρ’
ἐκείνῃ
τὸ
κλῆμα
τῆς
ἀμπέλου,
καὶ
παρ’
ἐμοὶ
ὁ
βότρυς
τῆς
ἀληθείας.
Ἐκείνη
τὸν
βότρυν
ἐτρύγησε,
καὶ
τὰ
ἔθνη
τὸ
μυστικὸν
πίνει
πόμα.
Ἐκείνη
τὸν
κόκκον
τοῦ
σίτου
ἐν
τῇ
Ἰουδαίᾳ
ἔσπειρε,
καὶ
τὰ
ἔθνη
τῇ
δρεπάνῃ
τῆς
πίστεως
τὸν
ἄσταχυν
ἐθέρισε.
Τὰ
ἔθνη
τὸ
ῥόδον
εὐσεβῶς
ἀπέκειρε,
καὶ
Ἰουδαίοις
ἡ
ἄκανθα
τῆς
ἀπιστίας
ἀπέμεινεν·
ὁ
νεοττὸς
ἀπέπτη,
καὶ
παρακάθηνται
οἱ
ἄφρονες
τῇ
καλιᾷ·
τὴν
φυλλάδα
τοῦ
γράμματος
οἱ
Ἰουδαῖοι
ἑρμηνεύουσι,
καὶ
τὸν
καρπὸν
τοῦ
Πνεύματος
τὰ
ἔθνη
δρέπονται·
Ἰδοὺ
ἡ
παρθένος
ἐν
γαστρὶ
λήψεται.
Εἰπέ
μοι,
ὦ
Ἰουδαῖε,
εἰπέ
μοι
λοιπὸν,
τίνα
ἔτεκε;
Θάῤῥησόν
μοι,
κἂν
ὡς
τῷ
Ἡρώδῃ.
Ἀλλ’
οὐ
θαῤῥεῖς.
Οἶδα
διὰ
τί·
διὰ
τὴν
ἐπιβουλήν.
Ἐκείνῳ
γὰρ
εἶπας,
ἵνα
αὐτὸν
ἀνέλῃ·
ἐμοὶ
δὲ
οὐ
λέγεις,
ἵνα
μὴ
αὐτὸν
προσκυνήσω.
Τίνα
δὲ
ἔτεκε;
Τίνα;
Τὸν
Δεσπότην
τῆς
φύσεως.
Κἂν
γὰρ
σὺ
σιωπᾷς,
ἡ
φύσις
βοᾷ·
ἔτεκε
γὰρ,
ὡς
ὁ
τεχθεὶς
τεχθῆναι
ἠθέλησεν.
Οὐ
γὰρ
ὑπὸ
τῆς
φύσεως
ἐπετρέπετο,
ἀλλ’
ὡς
Δεσπότης
τῆς
φύσεως
ξένον
τῆς
γεννήσεως
εἰσήγαγε
τρόπον,
ἵνα
δείξῃ,
ὅτι
καὶ
ἄνθρωπος
γενόμενος
οὐχ
ὡς
ἄνθρωπος
τίκτεται,
ἀλλ’
ὡς
Θεὸς
γεννᾶται.
Ἐκ
παρθένου
οὖν
σήμερον
προῆλθε
νικησάσης
φύσιν,
ὑπερβάσης
γάμον.
Ἔπρεπε
γὰρ
τῷ
τῆς
ἁγιοσύνης
πρυτάνει
ἐκ
καθαρῶν
καὶ
ἁγίων
προελθεῖν
τόκων.
Αὐτὸς
γάρ
ἐστιν
ὁ
πάλαι
ἐκ
παρθένου
γῆς
τὸν
Ἀδὰμ
πλάσας,
ἀπὸ
δὲ
τοῦ
Ἀδὰμ
ἄνευ
γυναικὸς
γυναῖκα
μορφώσας.
Ὥσπερ
γὰρ
ὁ
Ἀδὰμ
ἄνευ
γυναικὸς
γυναῖκα
ἤνεγκεν,
οὕτω
καὶ
σήμερον
ἡ
παρθένος
ἄνευ
ἀνδρὸς
ἄνδρα
ἔτεκεν.
Ἄνθρωπος
γάρ
ἐστι,
φησὶ,
καὶ
τίς
γνώσεται
αὐτόν;
Ἐπειδὴ
γὰρ
ἐχρεώστει
τὸ
γυναικεῖον
γένος
τοῖς
ἀνθρώποις
τὴν
χάριν,
ὡς
τοῦ
Ἀδὰμ
ἄνευ
γυναικὸς
γυναῖκα
βλαστήσαντος,
διὰ
τοῦτο
σήμερον
ἔτεκεν
ἡ
παρθένος
ἄνευ
ἀνδρὸς,
ὑπὲρ
τῆς
Εὔας
ἐκτιννύουσα
τοῖς
ἀνδράσι
τὸ
χρέος.
Ἵνα
γὰρ
μὴ
μέγα
φρονήσῃ
ὁ
Ἀδὰμ,
ἄνευ
γυναικὸς
γυναῖκα
βλαστήσας,
διὰ
τοῦτο
καὶ
ἡ
παρθένος
ἄνευ
ἀνδρὸς
ἄνδρα
ἔτεκεν,
ἵνα
τῷ
κοινῷ
τοῦ
θαύματος
τὸ
ὁμότιμον
δείξῃ
τῆς
φύσεως.
Ὥσπερ
γὰρ
ἀπὸ
τοῦ
Ἀδὰμ
τὴν
πλευρὰν
ἀφεῖλε,
καὶ
τὸν
Ἀδὰμ
οὐκ
ἐμείωσεν
οὐδέν·
οὕτω
καὶ
ἐν
τῇ
παρθένῳ
καὶ
τὸν
ἔμψυχον
ἔπλασε
ναὸν,
καὶ
τὴν
παρθενίαν
οὐκ
ἔλυσεν.
Σῶος
ἔμεινεν
ὁ
Ἀδὰμ
καὶ
μετὰ
τὴν
ἀφαίρεσιν
τῆς
πλευρᾶς·
ἄφθορος
ἔμεινε
καὶ
ἡ
παρθένος
μετὰ
τὴν
πρόοδον
τοῦ
βρέφους.
Διὰ
τοῦτο
δὲ
οὐκ
ἀλλαχόθεν
ἑαυτῷ
ναὸν
κατεσκευάσατο,
οὐδὲ
ἄλλο
σῶμα
πλάσας
ἐνεδύσατο,
ἵνα
μὴ
δόξῃ
τὸ
τοῦ
Ἀδὰμ
ἐνυβρίζειν
φύραμα.
Ἐπειδὴ
γὰρ
ἀπατηθεὶς
ὁ
ἄνθρωπος
ὄργανον
γέγονε
τοῦ
διαβόλου,
διὰ
τοῦτο
αὐτὸν
τὸν
ὑποσκελισθέντα
ἔμψυχον
ἀνελάμβανε
ναὸν,
ἵνα
διὰ
τὴν
πρὸς
τὸν
πεποιηκότα
συνάφειαν
ἐκ
τῆς
τοῦ
διαβόλου
αὐτὸν
ἀποστήσῃ
συνηθείας.
Ὅμως
καὶ
ἄνθρωπος
γινόμενος
οὐχ
ὡς
ἄνθρωπος
τίκτεται,
ἀλλ’
ὡς
Θεὸς
γεννᾶται.
Εἰ
γὰρ
ἐκ
κοινῶν
γάμων
προῆλθεν,
ὥσπερ
ἐγὼ,
ψεῦδος
τοῖς
πολλοῖς
ἐνομίζετο·
νῦν
δὲ
διὰ
τοῦτο
ἐκ
παρθένου
τίκτεται,
τικτόμενος
δὲ
καὶ
τὴν
μήτραν
ἀναλλοίωτον
τηρεῖ,
καὶ
τὴν
παρθενίαν
ἀζήμιον
διαφυλάττει,
ἵνα
ὁ
ξένος
τῆς
κυήσεως
τρόπος
πίστεώς
μοι
μεγάλης
πρόξενος
γένηται.
Ὅθεν
κἂν
Ἕλλην
με,
κἂν
Ἰουδαῖος
ἐρωτᾷ,
ὅτι
ὁ
Χριστὸς
Θεὸς
ὢν
κατὰ
φύσιν,
ἄνθρωπος
γέγονε
παρὰ
φύσιν,
ἐρῶ,
Ναὶ,
μάρτυρα
τοῦ
λόγου
τὴν
ἄσπιλον
τῆς
παρθενίας
σφραγῖδα
καλῶν·
οὕτω
γάρ
ἐστι
Θεὸς
νικῶν
τὴν
τῆς
φύσεως
τάξιν·
οὕτω
γαστρός
ἐστι
κεραμεὺς,
καὶ
παρθενίας
εὑρετὴς,
ὅτι
καὶ
ἀμόλυντον
ἔσχε
τῆς
γεννήσεως
τὸν
τρόπον,
καὶ
ἑαυτῷ
ἀφράστως
ᾠκοδόμησε
ναὸν,
ὃν
ἠβουλήθη
τρόπον.
Εἰπέ
μοι
οὖν,
ὦ
Ἰουδαῖε,
ἔτεκεν
ἡ
παρθένος,
ἢ
οὔ;
Εἰ
μὲν
γὰρ
ἔτεκεν,
ὁμολόγησον
τὸν
ξένον
τόκον·
εἰ
δὲ
οὐκ
ἔτεκε,
διὰ
τί
τὸν
Ἡρώδην
ἠπάτησας;
Σὺ
γὰρ
αὐτῷ
πυνθανομένῳ,
ποῦ
ὁ
Χριστὸς
γεννᾶται,
εἶπας,
ὅτι
ἐν
Βηθλεὲμ
τῆς
Ἰουδαίας.
Μὴ
οὖν
ἐγὼ
ᾔδειν
τὴν
κώμην,
ἢ
τὸν
τόπον (Matth. 2.
5);
μὴ
ἐγὼ
τοῦ
γεννωμένου
τὴν
ἀξίαν
ἐγίνωσκον;
οὐχ
ὁ
Ἡσαΐας
ὡς
Θεοῦ
αὐτοῦ
ἐμνημόνευσε;
Τέξεται
γὰρ,
φησὶν,
υἱὸν,
καὶ
καλέσουσι
τὸ
ὄνομα
αὐτοῦ
Ἐμμανουήλ (Isai. 7. 14).
Οὐχ
ὑμεῖς
ἀγνώμονες
ἐχθροὶ
τὴν
ἀλήθειαν
εἰσηγήσασθε;
οὐχ
ὑμεῖς
οἱ
γραμματεῖς
καὶ
Φαρισαῖοι
οἱ
ἀκριβεῖς
τοῦ
νόμου
φύλακες
πάντα
τὰ
κατ’
αὐτὸν
ἡμᾶς
ἐδιδάξατε (Matth. 1. 23);
μὴ
τὴν
τῶν
Ἑβραίων
γλῶσσαν
εἴδομεν;
οὐχ
ὑμεῖς
τὰς
Γραφὰς
ἡρμηνεύσατε;
Μετὰ
τὸ
τεκεῖν
τὴν
παρθένον,
καὶ
πρὸ
τοῦ
τεκεῖν,
ἵνα
μὴ
δόξῃ
πρὸς
χάριν
τοῦ
Θεοῦ
ἑρμηνεύεσθαι
τὸ
λεγόμενον,
οὐχ
ὑμεῖς
ἐρωτώμενοι
παρ’
Ἡρώδου,
μάρτυρα
παρηγάγετε
Μιχαίαν
τὸν
προφήτην,
ἵνα
ὑμῶν
τὸν
λόγον
κυρώσηται;
Καὶ
σὺ
γὰρ,
φησὶ,
Βηθλεὲμ
οἶκος
τοῦ
Ἐφραθᾶ
οὐδαμῶς
ἐλαχίστη
εἶ
ἐν
τοῖς
ἡγεμόσιν
Ἰούδα·
ἐκ
σοῦ
γὰρ
ἐξελεύσεται
ἡγούμενος,
ὅστις
ποιμανεῖ
τὸν
λαόν
μου
τὸν
Ἰσραήλ (Mich. 5. 2; Matth. 2. 6).
Καλῶς
εἶπεν
ὁ
προφήτης,
Ἐκ
σοῦ.
Ἐξ
ὑμῶν
γὰρ
ἐξῆλθε,
καὶ
εἰς
τὴν
οἰκουμένην
ἦλθεν.
Ὁ
γὰρ
ὢν,
προέρχεται·
ὁ
δὲ
μὴ
ὢν,
κτίζεται,
ἢ
γίνεται.
Αὐτὸς
δὲ
καὶ
ἦν,
καὶ
προῆν,
καὶ
ἀεὶ
ἦν
ἀλλ’
ἦν
μὲν
ἀεὶ
ὡς
Θεὸς,
διέπων
τὸν
κόσμον·
σήμερον
δὲ
προῆλθεν,
ὡς
ἄνθρωπος
μὲν
τὸν
λαὸν
ποιμαίνων,
ὡς
Θεὸς
δὲ
τὴν
οἰκουμένην
διασώζων.
Ὢ
πολεμίων
χρηστῶν!
ὢ
κατηγόρων
φιλανθρώπων!
οἳ
τὸν
ἐν
Βηθλεὲμ
τεχθέντα
λανθάνοντες
Θεὸν
ἔδειξαν,
οἳ
τὸν
ἐν
φάτνῃ
κρυπτόμενον
Δεσπότην
ἐγνώρισαν,
οἳ
τὸν
ἐν
σπηλαίῳ
καθήμενον
ἐμήνυσαν
ἄκοντες,
καὶ
εὐηργέτησαν
μὴ
θέλοντες,
ἀπεκάλυψαν
καλύψαι
βουλόμενοι.
Εἶδες
ἀμαθεῖς
διδασκάλους;
Ἃ
διδάσκουσιν,
οὐ
γινώσκουσι,
πεινῶντες
τρέφουσι,
διψῶντες
ποτίζουσι,
πενόμενοι
πλουτίζουσι.
Δεῦτε
οὖν,
ἑορτάσωμεν,
δεῦτε
πανηγυρίσωμεν.
Ξένος
γὰρ
ὁ
τῆς
ἑορτῆς
τρόπος,
ἐπειδὴ
καὶ
παράδοξος
ὁ
τῆς
γεννήσεως
λόγος.
Σήμερον
γὰρ
ὁ
χρόνιος
ἐλύθη
δεσμὸς,
ὁ
διάβολος
ᾐσχύνθη,
οἱ
δαίμονες
ἐδραπέτευσαν,
ὁ
θάνατος
ἐλύθη,
παράδεισος
ἠνεῴχθη,
ἡ
κατάρα
ἠφανίσθη,
ἡ
ἁμαρτία
ἐκποδὼν
γέγονεν,
ἡ
πλάνη
ἀπηλάθη,
ἡ
ἀλήθεια
ἐπανῆλθε,
καὶ
τῆς
εὐσεβείας
ὁ
λόγος
πανταχοῦ
διεσπάρη
καὶ
ἔδραμεν·
ἡ
τῶν
ἄνω
πολιτεία
ἐν
τῇ
γῇ
ἐφυτεύθη,
ἄγγελοι
μετὰ
ἀνθρώπων
κοινωνοῦσι,
καὶ
ἄνθρωποι
μετὰ
ἀγγέλων
ἀδεῶς
διαλέγονται.
Διὰ
τί;
Ἐπειδὴ
Θεὸς
ἐπὶ
γῆς
ἦλθε,
καὶ
ἄνθρωπος
ἐν
οὐρανῷ·
πάντα
ἀναμὶξ
γέγονε.
Ἦλθε
γὰρ
ἐπὶ
τῆς
γῆς,
ὅλος
ὢν
ἐν
οὐρανοῖς·
ὅλος
δὲ
ὢν
ἐν
οὐρανῷ,
ὅλος
ἐστὶν
ἐπὶ
τῆς
γῆς.
Θεὸς
ὢν,
γέγονεν
ἄνθρωπος,
οὐκ
ἀρνησάμενος
τὸ
εἶναι
Θεός·
λόγος
ὢν
ἀπαθὴς,
σὰρξ
ἐγένετο,
διὰ
τὸ
ἐνοικῆσαι
ἡμῖν
σὰρξ
ἐγένετο.
Θεὸς
γὰρ
οὐκ
ἐγένετο,
ἀλλὰ
ἦν.
Διὰ
τοῦτο
σὰρξ
ἐγένετο,
ἵνα
ὃν
οὐκ
ἐχώρει
οὐρανὸς,
δέξηται
φάτνη.
Διὰ
τοῦτο
ἐν
φάτνῃ
ἐτέθη,
ἵνα
ὁ
τρέφων
τὰ
σύμπαντα
παιδίου
τροφὴν
παρὰ
μητρὸς
παρθένου
λάβῃ.
Διὰ
τοῦτο
ὁ
τῶν
μελλόντων
αἰώνων
Πατὴρ
ὡς
ὑπομάζιον
βρέφος
παρθενικῶν
ἀνέχεται
ἀγκαλῶν,
ἵνα
καὶ
μάγοις
εὐπρόσιτος
γένηται.
Σήμερον
γὰρ
καὶ
μάγοι
προσῆλθον,
ἀρχὴν
λαβόντες
ἀρνεῖσθαι
τὸν
τύραννον,
καὶ
ὁ
οὐρανὸς
καυχᾶται
ἀστέρι
τὸν
ἴδιον
Δεσπότην
μηνύων,
καὶ
ὁ
Κύριος
ἐπὶ
νεφέλης
κούφης
τοῦ
σώματος
καθεζόμενος
ἐπὶ
τὴν
Αἴγυπτον
τρέχει,
τῷ
μὲν
δοκεῖν
φεύγων
τὴν
Ἡρώδου
ἐπιβουλὴν,
τῇ
δὲ
ἀληθείᾳ
ἀποπληρῶν
τὸ
παρὰ
τοῦ
Ἡσαΐου
εἰρημένον·
Ἔσται
γὰρ,
φησὶν,
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
Ἰσραὴλ
τρίτος
ἐν
τοῖς
Ἀσσυρίοις,
καὶ
ἐν
τοῖς
Αἰγυπτίοις
εὐλογημένος
ἔσται
ὁ
λαός
μου
ἐν
τῇ
γῇ,
ἣν
εὐλόγησε
Κύριος
Σαβαὼθ
λέγων·
Εὐλογημένος
ἔσται
ὁ
λαός
μου
ὁ
ἐν
Αἰγύπτῳ
καὶ
ὁ
ἐν
τοῖς
Ἀσσυρίοις
καὶ
ὁ
ἐν
Ἰσραήλ (Isai. 19. 24. 25).
Τί
λέγεις,
ὦ
Ἰουδαῖε;
ὁ
πρῶτος
τρίτος
γέγονας;
Αἰγύπτιοι
καὶ
Ἀσσύριοι
προετάχθησαν,
καὶ
ὁ
πρωτότοκος
Ἰσραὴλ
ὑπαριθμεῖται;
Ναί·
εἰκότως
Ἀσσύριοι
πρῶτοι
ἔσονται,
ἐπειδὴ
καὶ
αὐτοὶ
αὐτὸν
πρῶτοι
διὰ
τῶν
μάγων
προσεκύνησαν·
Αἰγύπτιοι
δὲ
μετὰ
τοὺς
Ἀσσυρίους,
ἐπειδὴ
καὶ
αὐτοὶ
φεύγοντα
αὐτὸν
τὴν
Ἡρώδου
ἐπιβουλὴν
ἐδέξαντο·
τελευταῖος
δὲ
Ἰσραὴλ
ὑπαριθμεῖται,
ἐπειδὴ
μετὰ
τὴν
ἄνοδον
τὴν
ἐκ
τοῦ
Ἰορδάνου
διὰ
τῶν
ἀποστόλων
αὐτὸν
ἔγνωσαν.
Εἰσῆλθε
δὲ
εἰς
Αἴγυπτον,
σείων
τὰ
χειροποίητα
τῆς
Αἰγύπτου
οὐχ
ἁπλῶς,
ἀλλ’
ἐπειδὴ
ἀπέκλεισε
τῆς
Αἰγύπτου
τὰ
πρόθυρα
τῇ
τῶν
πρωτοτόκων
ἀπωλείᾳ (Isai. 19. 1)·
Διὰ
τοῦτο
σήμερον
εἰσῆλθεν
ὡς
πρωτότοκος,
ἵνα
τῆς
παλαιᾶς
στυγνότητος
διαλύσῃ
τὸ
πένθος.
Καὶ
ὅτι
πρωτότοκος
λέγεται
ὁ
Χριστὸς,
μαρτυρεῖ
σήμερον
ὁ
Λουκᾶς
ὁ
εὐαγγελιστὴς,
λέγων·
Καὶ
ἔτεκε
τὸν
υἱὸν
αὐτῆς
τὸν
πρωτότοκον,
καὶ
ἐσπαργάνωσεν
αὐτὸν,
καὶ
ἀνέκλινεν
ἐν
τῇ
φάτνῃ,
διότι
οὐκ
ἦν
αὐτοῖς
τόπος
ἐν
τῷ
καταλύματι (Luc. 2. 7).
Εἰσῆλθεν
οὖν
εἰς
τὴν
Αἴγυπτον,
ἵνα
τῆς
παλαιᾶς
στυγνότητος
διαλύσῃ
τὸ
πένθος,
ἀντὶ
μαστίγων
χαρὰν
ἐπιβαλὼν,
ἀντὶ
νυκτὸς
καὶ
σκότους
σωτηρίας
φέγγος
χαρισάμενος.
Βέβηλον
ἦν
τότε
τοῦ
ποταμοῦ
τὸ
ὕδωρ
τῇ
τῶν
ἀώρων
νηπίων
σφαγῇ.
Εἰσῆλθεν
οὖν
εἰς
τὴν
Αἴγυπτον
ὁ
πάλαι
τὸ
ὕδωρ
φοινίξας,
καὶ
ἐποίησε
τὰ
ῥεῖθρα
τοῦ
ποταμοῦ
σωτηρίας
γεννητικὰ,
τὸ
ἐναγὲς
αὐτῶν
καὶ
βέβηλον
δυνάμει
καθαρίσας
τοῦ
Πνεύματος.
Ἐκακώθησαν
οἱ
Αἰγύπτιοι,
καὶ
μανέντες
ἠρνοῦντο
τὸν
Θεόν.
Εἰσῆλθεν
οὖν
εἰς
τὴν
Αἴγυπτον,
καὶ
γνώσεως
Θεοῦ
ψυχὰς
θεοφιλεῖς
ἐπλήρωσε·
τῷ
ποταμῷ
δὲ
παρέσχε
μάρτυρας
τρέφειν
σταχύων
εὐφορωτέρους.
Ἀλλὰ
διὰ
τὸ
στενὸν
τοῦ
καιροῦ
ἐνταῦθα
βούλομαι
καταπαῦσαι
τὸν
λόγον·
ὧδε
δὲ
καταπαύσω,
τὸν
λόγον
πληρώσας,
ὅτι
πῶς
Λόγος
ὢν
ἀπαθὴς,
σὰρξ
ἐγένετο,
ἀμεταβλήτου
μενούσης
τῆς
φύσεως.
Τί
δὲ
εἴπω,
ἢ
τί
λαλήσω;
Τέκτονα
καὶ
φάτνην
ὁρῶ,
καὶ
βρέφος,
καὶ
σπάργανα,
λοχὸν
παρθένου
τῶν
χρειῶν
ἔρημον,
ὅλα
πτωχείας
ἐχόμενα,
ὅλα
πενίας
γέμοντα.
Εἶδες
πλοῦτον
ἐν
πενίᾳ
πολλῇ;
πῶς
πλούσιος
ὢν
δι’
ἡμᾶς
ἐπτώχευσε;
πῶς
οὔτε
κλίνην,
οὔτε
στρωμνὴν
εἶχεν,
ἀλλ’
ἐπὶ
ξηρᾶς
ἔῤῥιπτο
φάτνης;
Ὦ
πενία
πλούτου
πηγή!
ὦ
πλοῦτε
ἄμετρε,
πενίας
πρόσχημα
φέρων!
Ἐν
φάτνῃ
κεῖται,
καὶ
τὴν
οἰκουμένην
σαλεύει·
ἐν
σπαργάνοις
ἐμπλέκεται,
καὶ
τὰ
τῆς
ἁμαρτίας
διαῤῥήσσει
δεσμά·
οὔπω
ἔναρθρον
ἔῤῥηξε
φωνὴν,
καὶ
τοὺς
μάγους
ἐδίδαξε,
καὶ
ἐκίνησε
πρὸς
ἐπιστροφήν.
Τί
εἴπω,
ἢ
τί
λαλήσω;
Ἰδοὺ
βρέφος
σπαργάνοις
ἐμπλέκεται,
καὶ
ἐν
φάτνῃ
κεῖται·
πάρεστι
δὲ
καὶ
Μαρία
παρθένος
οὖσα
καὶ
μήτηρ·
παρῆν
δὲ
καὶ
Ἰωσὴφ
ὀνομαζόμενος
πατήρ.
Οὗτος
ἀνὴρ
λέγεται,
ἐκείνη
γυνὴ
προσαγορεύεται·
ὀνόματα
ἔννομα
συζυγίας
ἔρημα.
Μέχρι
ῥημάτων
νόησαί
μοι,
ἀλλ’
οὐ
μέχρι
πραγμάτων.
Μόνον
οὗτος
ἐμνηστεύσατο,
καὶ
Πνεῦμα
ἅγιον
αὐτῇ
ἐπεσκίασεν.
Ὅθεν
ἀπορῶν
ὁ
Ἰωσὴφ
οὐκ
ᾔδει
τί
καλέσει
τὸ
βρέφος.
Ἐκ
μοιχείας
αὐτὸς
εἰπεῖν
οὐκ
ἐτόλμα,
κατὰ
τῆς
παρθένου
βλάσφημον
καταχέειν
λόγον
οὐκ
ἠδύνατο,
τέκνον
αὐτὸ
εἰπεῖν
ἴδιον
οὐκ
ἠνείχετο·
ᾔδει
γὰρ
καλῶς,
ὅτι
οὐκ
ἔγνω
πῶς
ἢ
πόθεν
ἐτέχθη
τὸ
βρέφος·
ὅθεν
ἀποροῦντι
αὐτῷ
πρὸς
τὸ
πρᾶγμα
χρησμὸς
οὐρανόθεν
διὰ
τῆς
τοῦ
ἀγγέλου
φωνῆς
ἐπεφέρετο,
ὅτι
Μὴ
φοβοῦ,
Ἰωσήφ·
τὸ
γὰρ
γεννώμενον
ἐξ
αὐτῆς
ἐκ
Πνεύματός
ἐστιν
ἁγίου (Matth. 1. 20).
Πνεῦμα
γὰρ
ἅγιον
ἐπεσκίασεν
τῇ
παρθένῳ.
Διὰ
τί
δὲ
ἐκ
παρθένου
τίκτεται,
καὶ
τὴν
παρθενίαν
ἀζήμιον
τηρεῖ;
Ὅτι
πάλαι
παρθένον
οὖσαν
τὴν
Εὔαν
ἠπάτησεν
ὁ
διάβολος,
διὰ
τοῦτο
παρθένον
οὖσαν
τὴν
Μαριὰμ
ὁ
Γαβριὴλ
εὐηγγελίσατο.
Ἀλλ’
ἀπατηθεῖσα
μὲν
ἡ
Εὔα
ῥῆμα
ἔτεκε
θανάτου
αἴτιον·
εὐαγγελισθεῖσα
δὲ
ἡ
Μαρία
Λόγον
ἐν
σαρκὶ
ἐγέννησε,
ζωῆς
αἰωνίου
ἡμῖν
πρόξενον.
Τὸ
ῥῆμα
τῆς
Εὔας
ξύλον
ἔδειξε,
δι’
οὖ
τὸν
Ἀδὰμ
ἐκ
τοῦ
παραδείσου
ἐξέωσεν·
ὁ
Λόγος
δὲ
ὁ
ἐκ
τῆς
Παρθένου
τὸν
σταυρὸν
ἔδειξε,
δι’
οὗ
τὸν
λῃστὴν
εἰς
πρόσωπον
τοῦ
Ἀδὰμ
εἰς
τὸν
παράδεισον
εἰσήγαγεν.
Ἐπειδὴ
γὰρ
οὐκ
ἐπίστευον
Ἕλληνες,
οὐκ
Ἰουδαῖοι,
οὐχ
αἱρετικῶν
παῖδες,
ὅτι
ὁ
Θεὸς
ἀῤῥεύστως
καὶ
ἀπαθῶς
ἐγέννησε,
διὰ
τοῦτο
σήμερον
ἐκ
παθητοῦ
σώματος
προελθὼν,
ἀπαθὲς
τὸ
παθητὸν
διετήρησε
σῶμα,
ἵνα
δείξῃ,
ὅτι
ὥσπερ
ἐκ
τῆς
παρθένου
τεχθεὶς
τὴν
παρθενίαν
οὐκ
ἔλυσεν,
οὕτω
καὶ
ὁ
Θεὸς
ἀῤῥεύστου
καὶ
ἀναλλοιώτου
μενούσης
τῆς
ἁγίας
οὐσίας,
ὡς
Θεὸς
Θεὸν
θεοπρεπῶς
ἐγέννησεν.
Ἐπειδὴ
γὰρ
καταλιπόντες
αὐτὸν
οἱ
ἄνθρωποι
ἀνθρωπόμορφα
ἔγλυφον
ξόανα,
οἷς
καὶ
ἐλάτρευον
ἐφ’
ὕβρει
τοῦ
κτίσαντος,
διὰ
τοῦτο
σήμερον
ὁ
τοῦ
Θεοῦ
Λόγος,
Θεὸς
ὢν,
ἐν
μορφῇ
ἀνθρώπου
ὤφθη,
ἵνα
καὶ
τὸ
ψεῦδος
λύσῃ,
καὶ
λανθανόντως
εἰς
ἑαυτὸν
τὴν
λατρείαν
ἀπενέγκηται.
Τούτῳ
οὖν
τῷ
ἐξ
ἀπόρων
πόρον
ἐργασαμένῳ
Χριστῷ
δόξαν
ἀναπέμψωμεν
σὺν
τῷ
Πατρὶ
καὶ
τῷ
ἁγίῳ
Πνεύματι,
νῦν
καὶ
ἀεὶ,
καὶ
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν. |