JOHN CHRYSOSTOM - HOMILY XIII ON THE STATUES (The Tribunal)

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homily XIII on the Statues (the opening sections)

Greek text from Migne PG, Vol. 49, Cols. 135 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The Migne version of the complete Greek text of the Homilies on the Statues (scanned text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ὁμιλία ιγʹ.

Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν.

αʹ.  Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς Θεός. Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; πόσος ἐν ἐκείνῃ ζόφος τότε ἦν; πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἅμεινον διακεῖσθαι ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἵν οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονὴν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλομαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι χρησίμην ὀρῶ τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖς ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων μεμνῆσθαι καὶ τῆς ζάλης καὶ τῶν ἀνέμων, ἐπειδὰν εἰς λιμένα καταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν γὰρ παρέλθῃ τὰ δεινὰ, ἡδονὴν ἔχει τῶν δεινῶν διήγησις, τῆς ψυχῆς οὐκ ἔτι δεδοικυίας, ἀλλὰ καὶ μείζονα καρπουμένης τὴν εὐφροσύνην. γὰρ τῶν παρελθόντων κακῶν μνήμη ἀεὶ τὴν ἐνεστῶσαν εὐημερίαν ἀκριβέστερον ὁρᾶσθαι ποιεῖ.

Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας καὶ τοὺς λανθάνοντας μετῴκιστο τόπους, τοῦ φόβου πάντοθεν αὐτοὺς συνελαύνοντος, καὶ κεναὶ μὲν ἦσαν γυναικῶν αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἀγορὰ, μόλις δὲ δύο τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ ἀλλήλων ἐφαίνοντο, καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νεκροὶ περιιόντες· ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν σιγῇ τὴν ἄνωθεν ἐκδεχόμενοι ῥοπὴν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις· οὕτω καὶ ἐνταῦθα πάντες σιγῇ καὶ κατὰ διάνοιαν ἐκάλουν τὸν Θεὸν, ἀξιοῦντες τοῖς ἐν τῷ δικαστηρίῳ, καθάπερ ἐν κύμασιν ἀνειλημμένοις, χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυάγιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω τῆς αὐλῆς εἰσέβημεν, πάλιν εἴδομεν ἕτερα φοβερώτερα τούτων, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν ἡσυχίαν παρέχοντας. Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν.

Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν τῆς συμφορᾶς ἀνάγκη· καὶ οὔτε θεραπαινὶς αὐταῖς παρῆν, οὔτε γείτων, οὔτε φίλη, οὐκ ἄλλη τις τῶν ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν ἱματίων ἐν μέσῳ τοσούτων ἀπειλημμέναι στρατιωτῶν, χαμαὶ συρόμεναι περὶ τὰς θύρας αὐτὰς, τῶν ἔνδον δικαζομένων ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν μαστιζομένων, τῆς φοβερᾶς τῶν δικαζόντων ἀπειλῆς, καὶ καθ ἕκαστον τῶν παιομένων χαλεπωτέρας ἐκείνων ὑπέμενον ὀδύνας αὗται. Ἐπειδὴ γὰρ ἐν ταῖς ἑτέρων μαρτυρίαις ἐκινδυνεύετο τῶν ἐγκλημάτων ἀπόδειξις, εἴ ποτέ τινος ᾔσθοντο μαστιζομένου, ὥστε εἰπεῖν τοὺς ὑπευθύνους, καὶ ὀλολύζοντος, εἰς τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι, τὴν δριμεῖαν ἀπὸ τῶν πληγῶν ὀδύνην μὴ δυναμένων ἐνεγκεῖν· καὶ ταυτὸν πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. Καθάπερ γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ μέλλουσαν βαπτίζειν τὸ σκάφος, καὶ πρὶν πλησίον γενέσθαι τοῦ πλοίου προαποτεθνήκασι τῷ δέει· οὕτω δὴ κἀκεῖναι, εἴ ποτε φωνῶν καὶ ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν ὀφθαλμῶν ἑώρων θανάτους. Καὶ ἦν ἰδεῖν ἕνδον βασάνους, ἔξω βασάνους· ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν τῆς φύσεως τυραννὶς καὶ τῶν σπλάγχνων συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν αὐτοῖς προσηκόντων. Μᾶλλον δὲ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δικάζοντες ἐθρήνουν κατὰ διάνοιαν, καὶ χαλεπώτερα πάντων ἔπασχον, οὕτω πικρᾷ τραγῳδίᾳ ἀναγκαζόμενοι τότε ὑπηρετεῖν.

βʹ.  Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης......