JOHN CHRYSOSTOM - HOMILIES ON MATTHEW - Homily VIII on Chapter 2 - extract

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homily VIII on Matthew

Greek text from Migne PG, Vol. 57, Cols. 81 ff.

An English translation (by The Revd Andrew Maguire) of the full homily, placed alongside the full Greek text, can be found on the subscription version of this website. The Migne/Frederick Field version of the complete Greek text of the Homilies on Matthew (scanned text at Google Books and archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the subscription version of the website along with a very large number of other such complete texts. On the page for this homily on Matthew there is also a link to further information about the life and work of Frederick Field who produced significant editions of the Geek text of many works by John Chrysostom.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.

αʹ. Πῶς οὖν φησιν Λουκᾶς, ὅτι ἐπὶ τῆς φάτνης κείμενον ἦν; Ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ· ἅτε γὰρ πολλῶν συνιόντων διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν· ὅπερ οὖν καὶ Λουκᾶς ἐπισημαίνεται λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τόπον, ἀνέκλινεν αὐτόν. Μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων εἶχεν. Ὁμοῦ τε γὰρ ἐπέβη τῆς Βηθλεὲμ, καὶ τὰς ὠδῖνας ἔλυσεν· ἵνα μάθῃς κἀντεῦθεν τὴν οἰκονομίαν πᾶσαν, καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα ἐγίνετο, ἀλλὰ κατὰ πρόνοιάν τινα θείαν καὶ προφητείας ἀκολουθίαν ταῦτα πάντα ἐπληροῦτο. Ἀλλὰ τί τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; Οὔτε γὰρ Παρθένος ἐπίσημος ἦν, οὔτε οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. Οἱ δὲ οὐ μόνον προσκυνοῦσιν, ἀλλὰ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, δῶρα προσάγουσι, καὶ δῶρα, οὐχ ὡς ἀνθρώπῳ, ἀλλ ὡς Θεῷ. γὰρ λιβανωτὸς καὶ σμύρνα τούτου σύμβολον ἦν. Τί οὖν τὸ πεῖσαν αὐτούς; Τὸ παρασκευάσαν οἴκοθεν ἀναστῆναι καὶ τοσαύτην ἐλθεῖν ὁδόν· τοῦτο δὲ ἦν τε ἀστὴρ, καὶ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις, κατὰ μικρὸν αὐτοὺς πρὸς τὴν τελειοτέραν ὁδηγοῦσα γνῶσιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν φαινομένων εὐτελῶν ὄντων ἁπάντων, τοσαύτην ἐπεδείξαντο τιμήν. Διὰ τοῦτο οὐδὲν τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη, καὶ καλύβη, καὶ μήτηρ πτωχή· ἵνα γυμνὴν τῶν μάγων ἴδῃς τὴν φιλοσοφίαν, καὶ μάθῃς ὅτι οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ ὡς Θεῷ προσῄεσαν καὶ εὐεργέτῃ. Διόπερ οὐδενὶ τῶν ὁρωμένων ἔξωθεν ἐσκανδαλίζοντο, ἀλλὰ καὶ προσεκύνουν καὶ δῶρα προσῆγον, τῆς μὲν Ἰουδαϊκῆς ἀπηλλαγμένα παχύτητος· οὐδὲ γὰρ πρόβατα καὶ μόσχους ἔθυσαν· τῆς δὲ ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας· ἐπίγνωσιν γὰρ καὶ ὑπακοὴν καὶ ἀγάπην αὐτῷ προσῆγον.

Χρηματισθέντες δὲ κατ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Θέα κἀντεῦθεν τὴν πίστιν αὐτῶν, πῶς οὐκ ἐσκανδαλίσθησαν, ἀλλ εἰσὶν εὐήνιοι καὶ εὐγνώμονες, καὶ οὐ θορυβοῦνται, οὐδὲ διαλογίζονται πρὸς ἑαυτοὺς λέγοντες· Καὶ μὴν εἰ μέγα τὸ παιδίον ἐστὶ τοῦτο, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ἀναχωρήσεως; καὶ τί δήποτε φανερῶς ἐλθόντας ἡμᾶς καὶ μετὰ παῤῥησίας, καὶ πρὸς δῆμον τοσοῦτον καὶ πρὸς βασιλέως μανίαν στάντας, ὡς δραπέτας καὶ φυγάδας ἐκπέμπει ἄγγελος τῆς πόλεως; Ἀλλ οὐδὲν τούτων οὔτε εἶπον, οὔτε ἐνενόησαν. Τοῦτο γὰρ μάλιστα πίστεως, τὸ μὴ ζητεῖν εὐθύνας τῶν προστεταγμένων, ἀλλὰ πείθεσθαι τοῖς ἐπιταττομένοις μόνον.