JOHN CHRYSOSTOM - HOMILY VI ON MATTHEW (Chapter 2 - The Magi and the Star)

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homily VI on Matthew

Greek text from Migne PG, Vol. 57, Cols. 64 ff.

An English translation (by The Revd Andrew Maguire) of the full homily, placed alongside the full Greek text, can be found on the subscription version of this website. The Migne/Frederick Field version of the complete Greek text of the Homilies on Matthew (scanned text at Google Books and archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the subscription version of the website along with a very large number of other such complete texts. On the page for this homily on Matthew there is also a link to further information about the life and work of Frederick Field who produced significant editions of the Geek text of many works by John Chrysostom.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Εἶδες ὅσα τὰ ἄτοπα φαίνεται, εἰ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ κοινὴν συνήθειαν ταῦτα ἐξετάσαιμεν; Οὐδὲ γὰρ ταῦτα μόνον, ἀλλὰ καὶ πλείονα τούτων ἐνῆν εἰπεῖν, ζήτησιν ἔχοντα πλείω τῶν εἰρημένων. Ἀλλ ἵνα μὴ συνάπτοντες ἀπορίας ἀπορίαις ἰλιγγιᾷν ὑμᾶς ποιῶμεν, φέρε δὴ λοιπὸν ἐπὶ τὴν λύσιν τῶν ζητουμένων ἔλθωμεν, ἀρχὴν τῆς λύσεως ἀπὸ τοῦ ἀστέρος αὐτοῦ ποιούμενοι. Ἂν γὰρ μάθωμεν τίς ἀστὴρ, καὶ ποταπὸς, καὶ εἰ τῶν πολλῶν εἷς, ξένος παρὰ τοὺς ἄλλους, καὶ εἰ φύσει ἀστὴρ, ὄψει μόνον ἀστὴρ, εὐκόλως καὶ τὰ ἄλλα πάντα εἰσόμεθα. Πόθεν οὖν ταῦτα ἔσται δῆλα; Ἀπὸ τῶν γεγραμμένων αὐτῶν. Ὅτι γὰρ οὐ τῶν πολλῶν εἷς ἀστὴρ οὗτος ἦν, μᾶλλον δὲ οὐδὲ ἀστὴρ, ὡς ἔμοιγε δοκεῖ, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δῆλον. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν· ἀλλὰ κἂν ἥλιον εἴπῃς, κἂν σελήνην, κἂν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται.

 

Δεύτερον, καὶ ἀπὸ τοῦ καιροῦ τοῦτο ἔστιν ἰδεῖν. Οὐ γὰρ ἐν νυκτὶ φαίνεται, ἀλλ ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος· ὅπερ οὐκ ἔστι δυνάμεως ἀστέρος, ἀλλ οὐδὲ σελήνης· γὰρ τοσοῦτον πάντων ὑπερέχουσα, τῆς ἀκτῖνος φανείσης τῆς ἡλιακῆς, κρύπτεται εὐθέως καὶ ἀφανίζεται. Οὗτος δὲ τῇ τῆς οἰκείας λαμπρότητος ὑπερβολῇ καὶ τὰς ἀκτῖνας ἐνίκησε τὰς ἡλιακὰς, φανότερος ἐκείνων φανεὶς, καὶ ἐν τοσούτῳ φωτὶ μεῖζον λάμψας.

 

Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι καὶ πάλιν κρύπτεσθαι. Τὴν μὲν γὰρ ἕως Παλαιστίνης ὁδὸν ἐφαίνετο χειραγωγῶν· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν ὅτε τὸν Ἡρώδην ἀφέντες, διδάξαντες αὐτὸν ὑπὲρ ὧν ἦλθον, ἔμελλον ἀπιέναι, δείκνυσιν ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἄστρου κινήσεως, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης. Οὐδὲ γὰρ ἰδίαν τινὰ πορείαν εἶχεν, ἀλλ ὅτε μὲν ἔδει βαδίσαι αὐτοὺς, ἐβάδιζεν· ὅτε δὲ στῆναι, ἵστατο, πρὸς τὸ δέον πάντα οἰκονομῶν· καθάπερ στῦλος τῆς νεφέλης, καὶ καθίζων καὶ ἐγείρων τὸ στρατόπεδον τῶν Ἰουδαίων, ἡνίκα ἐχρῆν.

 

Τέταρτον, ἀπὸ τοῦ τρόπου τῆς δείξεως τοῦτο ἄν τις καταμάθοι σαφῶς. Οὐ γὰρ ἄνω μένων τὸν τόπον ἐδείκνυ· οὐδὲ γὰρ δυνατὸν ἦν αὐτοῖς οὕτω μαθεῖν· ἀλλὰ κάτω καταβὰς τοῦτο ἐποίει. Ἴστε γὰρ, ὅτι τόπον οὕτω μικρὸν, καὶ ὅσον εἰκὸς καλύβην κατασχεῖν, μᾶλλον δὲ ὅσον εἰκὸς σῶμα παιδίου μικροῦ κατέχειν, οὐχ οἷόν τε ἀστέρα γνωρίζειν. Ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Καὶ τοῦτο ἀπὸ τῆς σελήνης ἴδοι τις ἄν· τοσοῦτον ὑπερφερὴς οὖσα τῶν ἄστρων, πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην οἰκοῦσι, καὶ εἰς τοσοῦτον πλάτος γῆς ἐκκεχυμένοις, ἅπασιν ἐγγὺς εἶναι δοκεῖ. Πῶς οὖν ἀστὴρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβης ἐδείκνυ, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη, καὶ ὑπὲρ αὐτῆς ἔστη τῆς κεφαλῆς τοῦ παιδίου; Ὅπερ οὖν καὶ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Ἰδοὺ ἀστὴρ προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον.

 

Ὁρᾷς δι ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γενέσεως δεικνὺς ἑαυτόν.