JOHN CHRYSOSTOM - HOMILIES ON MATTHEW - Homily IX on Chapter 2 - extract

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homily IX on Matthew

Greek text from Migne PG, Vol. 57, Cols. 182 ff.

An English translation (by The Revd Andrew Maguire) of the full homily, placed alongside the full Greek text, can be found on the subscription version of this website. The Migne/Frederick Field version of the complete Greek text of the Homilies on Matthew (scanned text at Google Books and archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the subscription version of the website along with a very large number of other such complete texts. On the page for this homily on Matthew there is also a link to further information about the life and work of Frederick Field who produced significant editions of the Geek text of many works by John Chrysostom.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Μὴ τοίνυν μήτε ἐπ εὐγενείᾳ, μήτε ἐπὶ πλούτῳ μέγα φρονῶμεν, ἀλλὰ καὶ καταφρονῶμεν τῶν οὕτω διακειμένων· μήτε ἐπὶ πενίᾳ καταπίπτωμεν· ἀλλ ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, τὸν ἐν ἔργοις ἀγαθοῖς· ἐκείνην φεύγωμεν τὴν πενίαν, τὴν ἐν κακίᾳ καθιστῶσαν ἡμᾶς, δι ἣν καὶ πλούσιος ἐκεῖνος πένης ἦν· διόπερ οὐδὲ σταγόνος ἐγένετο κύριος, καὶ ταῦτα πολλὴν θεὶς ἱκετηρίαν. Καίτοι τίς ἂν οὕτω γένοιτο πένης παρ ἡμῖν [ὡς καὶ ὕδατος πρὸς ἀπόλαυσιν ἀπορεῖν]; Οὐκ ἔστιν οὐδείς. Καὶ γὰρ καὶ οἱ ἐσχάτῳ λιμῷ τηκόμενοι, σταγόνος ἀπολαῦσαι δύνανται· καὶ οὐδὲ σταγόνος μόνης, ἀλλὰ καὶ πολλῷ πλείονος παραμυθίας. Ἀλλ οὐχ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ μέχρι τούτου πένης ἦν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ παραμυθήσασθαί ποθεν τὴν πενίαν ἠδύνατο. Τί τοίνυν περὶ τὰ χρήματα κεχήναμεν, ὅταν εἰς τὸν οὐρανὸν ἡμᾶς μὴ εἰσάγῃ;

Εἰπὲ γάρ μοι· εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς εἶπεν, ὅτι τὸν πλουτοῦντα ἀμήχανον ἐν βασιλείοις λάμψαι, τιμῆς ἀπολαῦσαί τινος, ἆρα οὐκ ἂν ἅπαντες ἀτιμάσαντες ἐῤῥίψατε τὰ χρήματα; Εἶτα, ἂν μὲν τῆς ἐν τοῖς κάτω βασιλείοις τιμῆς ἡμᾶς ἐκβάλλῃ, εὐκαταφρόνητα ἔσται· τοῦ δὲ τῶν οὐρανῶν Βασιλέως καθ ἑκάστην ἡμέραν βοῶντος καὶ λέγοντος, ὅτι δύσκολον μετ αὐτῶν ἐπιβῆναι τῶν προθύρων ἐκείνων τῶν ἱερῶν, οὐ προησόμεθα πάντα, καὶ ἀποστησόμεθα τῶν ὄντων, ἵνα μετὰ παῤῥησίας εἰς τὴν βασιλείαν εἰσέλθωμεν; Καὶ ποίας ἄξιοι συγγνώμης ἐσμὲν, τὰ ἀποτειχίζοντα τὴν ἐκεῖσε ὁδὸν μετὰ πολλῆς περιβαλλόμενοι σπουδῆς, καὶ οὐ μόνον ἐν κιβωτίοις, ἀλλὰ καὶ ἐν γῇ κατακρύπτοντες, παρὸν τῇ τῶν οὐρανῶν αὐτὰ παραδοῦναι φυλακῇ;

Ὡς νῦν γε τὸ αὐτὸ ποιεῖς, οἷον ἂν εἴ τις γεωργὸς σῖτον λαβὼν ὥστε σπεῖραι λιπαρὰν ἄρουραν, ἀφεὶς τὴν ἄρουραν, εἰς λάκκον τὸν σῖτον πάντα κατορύξῃ, ἵνα μήτε αὐτὸς ἀπολαύσῃ, καὶ σῖτος διαφθαρεὶς ἀπόληται.

Ἀλλὰ τίς πολὺς λόγος αὐτῶν, ὅταν ταῦτα ἐγκαλῶμεν ἡμεῖς; Οὐ μικράν τίνα παραμυθίαν, φησὶ, φέρει τὸ εἰδέναι, ὅτι μετὰ ἀσφαλείας ἡμῖν ἀπόκειται ἔνδον ἅπαντα. Τὸ μὴ εἰδέναι μὲν οὖν, ὅτι ἀπόκειται, παραμυθία. Εἰ γὰρ καὶ μὴ λιμὸν δέδοικας, ἀλλ ἕτερα χαλεπώτερα διὰ τὴν ἀποθήκην ταύτην δεδοικέναι ἀνάγκη, θανάτους, πολέμους, ἐπιβουλάς. Εἰ δὲ λιμός ποτε καταλάβοι, πάλιν δῆμος ὑπὸ τῆς γαστρὸς καταναγκαζόμενος, τὴν δεξιὰν ὁπλίζει κατὰ τῆς σῆς οἰκίας. Μᾶλλον δὲ ὅταν ταῦτα ποιῇς, σὺ καὶ τὸν λιμὸν εἰσάγεις εἰς τὰς πόλεις. καὶ τοῦ λιμοῦ χαλεπώτερον τουτὶ τὸ βάραθρον τῇ σῇ κατασκευάζεις οἰκίᾳ. Λιμοῦ μὲν γὰρ ἀνάγκῃ οὐκ οἶδά τινας τετελευτηκότας ταχέως· καὶ γὰρ ἔστι πολλὰ πολλαχόθεν ἐπινοῆσαι πρὸς τὴν τοῦ κακοῦ τούτου παραμυθίαν· διὰ δὲ χρήματα καὶ πλοῦτον καὶ τὰς τοιαύτας πραγματείας, πολλοὺς ἀνῃρημένους δείκνυμι, τοὺς μὲν λάθρα, τοὺς δὲ δημοσίᾳ. Καὶ πολλῶν μὲν τοιούτων παραδειγμάτων γέμουσιν αἱ ὁδοὶ, πολλῶν δὲ τὰ δικαστήρια καὶ αἱ ἀγοραί. Καὶ τί λέγω τὰς ὁδοὺς καὶ τὰ δικαστήρια καὶ τὰς ἀγοράς; Καὶ γὰρ τὴν θάλατταν αὐτὴν ὄψει τῶν αἱμάτων ἐμπεπλησμένην. Οὐ γὰρ δὴ γῆς ἐκράτησεν τυραννὶς αὕτη, ἀλλὰ καὶ εἰς τὸ πέλαγος μετὰ πολλῆς εἰσεκώμασε τῆς παροινίας. Καὶ μὲν πλεῖ διὰ χρυσὸν, δὲ σφάττεται δι αὐτὸ τοῦτο πάλιν· καὶ αὐτὴ τυραννὶς τὸν μὲν ἔμπορον ἐποίησε, τὸν δὲ ἀνδροφόνον.

Τί τοίνυν ἀπιστότερον γένοιτ ἂν τοῦ μαμωνᾶ, ὅταν δι αὐτὸν ἀποδημῇ καὶ κινδυνεύῃ καὶ σφάττηται;