GREGORY OF NYSSA -ON BAPTISM

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

In Baptismum Christi (On the Baptism of Christ)

Greek text from Migne PG, Vol. 46, Col. 580 and following

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἐγεννήθη τοίνυν Χριστὸς, πρὸ ὀλίγων ἡμερῶν, πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς. Βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐῤῥυπωμένον ἀποκαθάρῃ, Πνεῦμα δὲ ἄνωθεν ἀγάγῃ, καὶ τὸν ἄνθρωπον εἰς οὐρανοὺς ἀνυψώσῃ· ἵνα πεσὼν διεγερθῇ, καὶ ῥίψας καταισχυνθῇ. Καὶ μὴ θαυμάσῃς, εἰ τοσοῦτον ἐγένετο τῷ Θεῷ τὸ καθ' ἡμᾶς περισπούδαστον, ἵνα καὶ αὐτουργήσῃ τοῦ ἀνθρώπου τὴν σωτηρίαν. Μετὰ μερίμνης γὰρ τῆς τοῦ κακουργοῦντος ἐπεβουλεύθημεν, μετὰ φροντίδος δὲ τοῦ Δημιουργοῦ σῳζόμεθα. Καὶ μὲν μοχθηρὸς καὶ βάσκανος κατὰ τοῦ γένους ἡμῶν τὴν ἁμαρτίαν καινοτομῶν, ἄξιον τῆς ἑαυτοῦ γνώμης προκάλυμμα τὸν ὄφιν εσύρετο, ἀκάθαρτος τῷ ὁμοίῳ ἐπεισελθών, γήϊνος καὶ χθόνιος τὴν προαίρεσιν ἐνοικήσας τῷ ἑρπετῷ. Χριστὸς δὲ τὴν ἐκείνου πονηρίαν ἐπανορθῶν, τέλειον ἀναλαμβάνει τὸν ἄνθρωπον, καὶ σώζει τὸν ἄνθρωπον, καὶ γίνεται πάντων ἡμῶν τύπος καὶ χαρακτήρ, ἵν' ἑκάστης πράξεως ἁγιάσῃ τὴν ἀπαρχὴν, καὶ τὸν ζῆλον τῆς παραδόσεως ἀναμφίβολον καταλίπῃ τοῖς δούλοις. βάπτισμα τοίνυν ἐστὶν ἁμαρτιῶν κάθαρσις, ἄφεσις πλημμελημάτων, ἀνακαινισμοῦ καὶ ἀναγεννήσεως αἰτία, ἀναγέννησιν δὲ νόησον, ἐννοίᾳ θεωρουμένην, ὀφθαλμοῖς οὐ βλεπομένην. Οὐ γὰρ ὄντως κατὰ τὸν Ἑβραῖον Νικόδημον, καὶ τὴν ἐκείνου παχυτέραν διάνοιαν τὸν πρεσβύτην ἐναλλάξομεν εἰς παιδίον· οὔτε τὸν ῥυσὸν πεπολιωμένον εἰς ἁπαλὸν καὶ νέον μετασκευάσομεν, ἂν πάλιν εἰς τὴν γαστέρα τῆς μητρὸς τὸν ἄνθρωπον ἐπανάξομεν· ἀλλὰ τὸν κατεστιγμένον ταῖς ἁμαρτίαις, καὶ κακοῖς ἐπιτηδεύμασιν ἐμπαλαιωθέντα χάριτι βασιλικῇ ἐπανάγομεν εἰς τὸ τοῦ βρέφους ἀνεύθυνον. Ὡς γὰρ τὸ εὐθύτοκον παιδίον ἐλεύθερόν ἐστιν ἐγκλημάτων καὶ τιμωριῶν, οὕτως καὶ τῆς ἀναγεννήσεως παῖς οὐκ ἔχει περὶ τίνος ἀπολογήσεται, βασιλικῇ δωρεᾷ τῶν εὐθυνῶν ἀφεθείς. Ταύτην δὲ τὴν εὐεργεσίαν οὐ τὸ ὕδωρ χαρίζεται (ἦν γὰρ ἂν πάσης τῆς κτίσεως ὑψηλότερον), ἀλλὰ θεοῦ πρόσταγμα, καὶ τοῦ Πνεύματος ἐπιφοίτησις, μυστικῶς ἐρχομένη πρὸς τὴν ἡμετέραν ἐλευθερίαν. Ὕδωρ δὲ ὑπηρετεῖ πρὸς ἔνδειξιν τῆς καθάρσεως. Ἐπειδὴ γὰρ εἰώθαμεν ῥύπῳ καὶ βορβόρῳ τὸ σῶμα καθυβρισθὲν ὕδατι νίπτοντες καθαρὸν ἀποφαίνειν, διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸ προσλαμβάνομεν, τῷ αἰσθητῷ πράγματι τὴν ἀσώματον δηλοῦντες λαμπρότητα. Μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ λεπτότερον προσκαρτερήσωμεν τῇ περὶ τοῦ λουτροῦ ζητήσει, οἷον ἐκ πηγῆς τινος ἀρξάμενοι τοῦ γραφικοῦ παραγγέλματος· Ἐὰν μή τις γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Διὰ τί τὰ δύο, καὶ οὐχὶ μόνον τὸ Πνεῦμα αὔταρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιν τοῦ βαπτίσματος; Σύνθετος ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, ὡς ἀκριβῶς ἐπιστάμεθα· καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ συνεζευγμένῳ τὰ συγγενῆ καὶ ὅμοια φάρμακα πρὸς θεραπείαν ἀπεκληρώθη· σώματι μὲν τῷ φαινομένῳ, ὕδωρ τὸ αἰσθητόν· ψυχῇ δὲ τῇ ἀοράτῳ, Πνεῦμα τὸ ἀφανὲς, πίστει καλούμενον, ἀῤῥήτως παραγινόμενον. Τὸ γὰρ πνεῦμα, ὅπου θέλει, πνεῖ· καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Εὐλογεῖ τὸ σῶμα τὸ βαπτιζόμενον, καὶ τὸ ὕδωρ τὸ βαπτίζον. Διὸ μὴ καταφρονήσῃς τοῦ θείου λουτροῦ, μηδὲ ὡς κοινὸν αὐτὸ ἐξευτελίσῃς διὰ τὴν χρῆσιν τοῦ ὕδατος. Τὸ γὰρ ἐνεργοῦν μέγα, καὶ ἀπ' ἐκείνου θαυμαστὰ γίνεται τὰ τελούμενα. Ἐπεὶ καὶ τὸ θυσιαστήριον τοῦτο τὸ ἅγιον, παρεστήκαμεν, λίθος ἐστὶ κατὰ τὴν φύσιν κοινὸς, οὐδὲν διαφέρων τῶν ἄλλων πλακῶν, αἳ τοὺς τοίχους ἡμῶν οἰκοδομοῦσι, καὶ καλλωπίζουσι τὰ ἐδάφη. Ἐπειδὴ δὲ καθιερώθη τῇ τοῦ θεοῦ θεραπείᾳ, καὶ τὴν εὐλογίαν ἐδέξατο, ἔστι τράπεξα ἁγία, θυσιαστήριον ἄχραντον οὐκέτι παρὰ πάντων ψηλαφώμενον, ἀλλὰ μόνων τῶν ἱερέων, καὶ τούτων εὐλαβουμένων. ἄρτος πάλιν ἄρτος ἐστὶ τέως κοινός, ἀλλ' ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται. Ὁὕτως τὸ μυστικὸν ἔλαιον, οὕτως οἶνος, ὀλίγου τινὸς ἄξια ὄντα πρὸ τῆς εὐλογίας, μετὰ τὸν ἁγιασμὸν τὸν παρὰ τοῦ Πνεύματος, ἑκάτερον αὐτῶν ἐνεργεῖ διαφόρως.

αὐτὴ δὲ τοῦ λόγου δύναμις, καὶ τὸν ἱερέα ποιεῖ σεμνὸν καὶ τίμιον, τῇ καινότητι τῆς εὐλογίας τῆς πρὸς τοὺς πολλοὺς κοινότητος χωριζόμενον. Χθὲς γὰρ καὶ πρώην εἷς ὑπάρχων τῶν πολλῶν καὶ τοῦ δήμου, ἀθρόον ἀποδείκνυται καθηγεμών, πρόεδρος, διδάσκαλος εὐσεβείας, μυστηρίων λανθανόντων μυσταγωγός· καὶ ταῦτα ποιεῖ μηδὲν τοῦ σώματος τῆς μορφῆς ἀμειφθείς· ἀλλ' ὑπάρχων κατὰ τὸ φαινόμενον ἐκεῖνος ὃς ἦν, ἀοράτῳ τινι δυνάμει καὶ χάριτι τὴν ἀόρατον ψυχὴν μεταμορφωθεὶς πρὸς τὸ βέλτιον. Καὶ οὕτως ἐπὶ πολλὰ τῶν πραγμάτων φέρων τὸν νοῦν, εὐκαταφρόνητα μὲν ὄψει τὰ φαινόμενα, μεγάλα δὲ τὰ ἀπ' ἐκείνων τελούμενα· καὶ μάλιστα, ὅταν ἐκ τῆς παλαιᾶς ἱστορίας ἀναλέζῃ τὰ συγγενῆ τοῦ ζητουμένου καὶ ὅμοια. Τοῦ Μωϋσέως ῥάβδος ἦν καρυΐνη, καὶ τί γὰρ ἄλλο ξύλον κοινόν, πᾶσα χεὶρ κόπτει καὶ φέρει, ῥυθμίζει τε πρὸς τὸ δοκοῦν, καὶ τῷ πυρὶ κατ' ἐξουσίαν δίδωσιν; Ἡνίκα δὲ Θεὸς ἠθέλησεν ἐπιτελέσαι δι' ἐκείνης τὰ ὑψηλὰ καὶ τοὺ λόγου κρείττονα θαύματα, μετεβάλλετο τὸ ξύλον εἰς ὄφιν. Καὶ πάλιν ἑτέρωθι τύπτων τὰ ὕδατα, ποτὲ μὲν αἷμα τὸ ὕδωρ ἐποίει, ποτὲ δὲ βατράχων γονὴν ἀνέβλυζεν· Καὶ πάλιν τὴν θάλατταν ἔτεμνε μέχρι βυθῶν διακοπτομένην καὶ μὴ συῤῥέουσαν. Ὁμοίως ἑνὸς τῶν προφητῶν μηλωτὴ, αἰγὸς οὖσα δέρμα, λόγον τῆς οἰκουμένης τὸν Ἐλισσαῖον εἰργάσατο. Τὸ δὲ τοῦ σταυροῦ ξύλον, πᾶσιν ἀνθρώποις ἐστὶ σωτήριον, μέρος ὄν, ὡς ἀκούω, εὐκαταφρονήτου φυτοῦ, καὶ τῶν πολλῶν ἀτιμοτέρου. Καὶ θαμνὸς βάτου τῷ Μωϋσεῖ τὰ θεοφάνια ἔδειξε· καὶ τοῦ Ἐλισσαίου τὰ λείψανα νεκρὸν ἀνέστησε· καὶ πηλὸς τὸν τυφλὸν τὸν ἐκ κοιλίας ἐφώτισε. Καὶ ταῦτα πάντα ὕλαι τυγχάνοντα ἄψυχοι καὶ ἀναίσθητοι τοῖς μεγάλοις θαύμασιν ἐμεσίτευσαν, τὴν τοῦ Θεοῦ δεξάμενα δύναμιν. Κατὰ δὲ τὴν ὁμοίαν ἀκολουθίαν τῶν λογισμῶν, καὶ τὸ ὕδωρ οὐδὲν ἄλλο τυγχάνον ὕδωρ, ἀνακαινίζει τὸν ἄνθρωπον εἰς τὴν νοητὴν ἀναγέννησιν, τῆς ἄνωθεν χάριτος εὐλογούσης αὐτό. Ἐὰν δέ μοι πάλιν διστάζων τις καὶ ἀμφιβάλλων πράγματα παρέχῃ, συνεχῶς ἐρωτῶν καὶ διαπυνθανόμενος, πῶς ὕδωρ ἀναγεννᾷ καὶ ἐπ' ἐκείνῳ τελουμένη μυσταγωγία, λέξω πρὸς αὐτὸν δικαιότατα· Στῆσόν μοι τὸν τρόπον τῆς γεννήσεως τῆς κατὰ σάρκα· κἀγώ σοι διηγήσομαι τῆς κατὰ ψυχὴν παλιγγενεσίας τὴν δύναμιν. Ἐρεῖς τυχὸν, ὥς τινα λόγον ἀποδιδούς· Σπέρματος αἰτία ποιεῖ τὸν ἄνθρωπον. Ἀυτάκουε τοίνυν καὶ παρ' ἡμῶν, ὡς ὕδωρ εὐλογούμενον καθαίρει καὶ φωτίζει τὸν ἄνθρωπον. Ἂν δέ μοι πάλιν ἀνθυποκρούσῃς τὸ πῶς; ἀντιβοήσομαί σοι σφοδρότερον· Πῶς ὑγρὰ καὶ ἄμορφος οὐσία, ἄνθρωπος γίνεται; Καὶ κατὰ πάσης τῆς κτίσεως οὕτως λόγος προβαίνων ἐφ' ἑκάστῳ πράγματι γυμνασθήσεται· πῶς οὐρανός; πῶς γῆ; πῶς θάλασσα; πῶς τὰ καθέκαστον; Πανταχοῦ γὰρ λογισμὸς τῶν ἀνθρώπων ἀπορῶν πρὸς τὴν εὕρεσιν, πρὸς ταύτην καταφεύγει τὴν συλλαβὴν, ὡς πρὸς καθέδραν οἱ τῷ βαδίζειν ἀδύνατοι. Καὶ ἵνα συνελὼν εἴπω, πανταχοῦ τοῦ Θεοῦ δύναμις καὶ ἐνέργεια ἀκατάληπτός ἐστι καὶ ἀτεχνολόγητος· ὑφιστῶσα μὲν εὐκόλως ἅπερ ἂν ἐθέλῃ, τὴν δὲ λεπτομερῆ γνῶσιν τῆς ἐνεργείας ἡμῖν ἀποκρύψασα. Διὸ καὶ μακάριος Δαβὶδ, ἐπιστήσας ποτὲ τὸν νοῦν τῇ μεγαλοπρεπείᾳ τῆς κτίσεως, καὶ θαύματος ἀπόρου πληρωθεὶς τὴν ψυχὴν, ἐκεῖνο τὸ παρὰ πάντων ᾀδόμενον ἀπεφθέγξατο. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Τὴν μὲν γὰρ σοφίαν ἐνενόησε· τὴν δὲ τέχνην τῆς σοφίας οὐχ εὗρεν.

Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυπραγμονεῖν, ἐκεῖνο μᾶλλον ζητήσωμεν, καὶ μερικὴν ὑποφαίνει κατάληψιν· Τίνος ἕνεκεν δι' ὕδατος κάθαρσις; καὶ πρὸς ποίαν χρείαν αἱ τρεῖς καταδύσεις παραλαμβάνονται; τοίνυν καὶ οἱ Πατέρες ἐδίδαξαν, καὶ ἡμέτερος νοῦς συντιθέμενος κατεδέξατο, τοῦτο τυγχάνει· Τέσσαρα στοιχεῖα γνωρίζομεν, ἀφ' ὧν κόσμος ἔχει τὴν σύστασιν, γνώριμα πᾶσι, κἂν σιωπηθῇ τὰ ὀνόματα. Εἰ δὲ προσῆκε, διὰ τοὺς ἁπλουστέρους, καὶ τὰς προσηγορίας εἰπεῖν· πῦρ καὶ ἀήρ, γῆ καὶ ὕδωρ. τοίνυν Θεὸς ἡμῶν καὶ Σωτὴρ, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν, τὸ τέταρτον τούτων ὑπῆλθε τὴν γῆν, ἵν' ἐκεῖθεν τὴν ζωὴν ἀνατείλῃ· Ἡμεῖς δὲ τὸ βάπτισμα παραλαμβάνοντες, εἰς μίμησιν τοῦ Κυρίου καὶ διδασκάλου καὶ καθηγεμόνος ἡμῶν, εἰς γῆν μὲν οὐ θαπτόμεθα (αὕτη γὰρ τοῦ νεκρωθέντος παντελῶς σώματος γίνεται σκέπη, τὴν ἀσθένειαν καὶ φθορὰν τῆς φύσεως ἡμῶν περιστέλλουσα), ἐπὶ δὲ τὸ συγγενὲς τῆς γῆς στοιχεῖον, τὸ ὕδωρ, ἐρχόμενοι, ἐκείνῳ ἑαυτοὺς ἐγκρύπτομεν, ὡς Σωτὴρ τῇ γῇ· καὶ τρίτον τοῦτο ποιήσαντες, τὴν τριήμερον ἑαυτοῖς τῆς ἀναστάσεως χάριν ἐξεικονίζομεν· καὶ ταῦτα ποιοῦμεν οὐ σιωπῇ παραλαμβάνοντες τὸ μυστήριον, ἀλλὰ τῶν τριῶν ἁγίων ὑποστάσεων ἐπιλεγομένων ἡμῖν, εἰς ἃς ἐπιστεύσαμεν, ἐφ' αἷς καὶ ἐλπίζομεν, ἐξ ὧν ἡμῖν καὶ τὸ νῦν εἶναι, καὶ τὸ πάλιν ἔσεσθαι περιγίνεται. Τάχα δυσχεραίνεις πρὸς τὴν δόξαν τοῦ Πνεύματος τολμηρῶς μαχόμενος, καὶ ζηλοτυπεῖς τὸν Παράκλητον τοῦ σεβάσματος, παρὰ τῶν εὐσεβῶν σέβεται· Καταλιπὼν δὲ ἐμοὶ συμπλέκεσθαι, ἀντίστηθι ταῖς τοῦ Κυρίου φωναῖς, εἰ δύνασαι, αἳ τὴν ἐπίκλησιν τοῦ βαπτίσματος τοῖς ἀνθρώποις ἐνομοθέτησαν. Τί δέ φησι τὸ τοῦ Δεσπότου παράγγελμα; Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς εἰς τὸ ὄνομα τοῦ Πατρός; Ἐπειδὴ ἀρχὴ τῶν πάντων. Πῶς εἰς τὸν Υἱόν; ἐπειδὴ δημιουργὸς τῆς κτίσεως. Πῶς εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἐπειδὴ τελειωτικὸν τῶν πάντων. Ὑποκύπτομεν μὲν οὖν τῷ Πατρί, ἵνα ἁγιασθῶμεν· ὑποκύπτομεν καὶ Υἱῷ, ἵνα αὐτὸ τοῦτο γένηται· ὑποκύπτομεν καὶ ἁγίῳ Πνεύματι, ἵνα τοῦτο γενώμεθα ὅπερ ἐκεῖνό ἐστι καὶ λέγεται. Οὐκ ἔστι τοῦ ἁγιασμοῦ διαφορὰ, ὡς πλέον τοῦ Πατρὸς ἁγιάζοντος, ἔλαττον δὲ τοῦ Υἱοῦ, ἧττον δὲ τῶν δύο τοῦ ἁγίου Πνεύματος. Διὰ τί οὖν τὰς τρεῖς ὑποστάσεις κατακερματίζεις εἰς διαφόρους φύσεις, καὶ τρεῖς ἐργάζῃ Θεοὺς ἀνομοίους, ἀλλήλων μίαν παρὰ πάντων καὶ τὴν αὐτὴν χάριν δεχόμενος;