GREGORY OF NAZIANZUS ON THE THEOPHANY, OR BIRTHDAY OF CHRIST - Page 1 of 4

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Oratio, 38 (1 - 4, 13 - 18)
Greek text from Migne, PG, Vol. 36, Cols. 312 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

        Next part of text »

Αʹ. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ, πᾶσα γῆ· καὶ, ἵν' ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες. Τίς οὐ προσκυνεῖ τὸν ἀπ' ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;

Βʹ. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. λαὸς, καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἀλήθεια ἐπεισέρχεται. Μελχισεδὲκ συνάγεται· ἀμήτωρ, ἀπάτωρ γίνεται· ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ (τῷ γὰρ σταυρῷ συνεπαίρεται), καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν· ἄσαρκος σαρκοῦται, Λόγος παχύνεται, ἀόρατος ὁρᾶται, ἀναφὴς ψηλαφᾶται, ἄχρονος ἄρχεται, Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον, αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόμενον· εἰ δὲ μὴ τότε, ἀλλ' ὅταν ἐξ οὐρανῶν ἐρχόμενον, καὶ ὡς κριτὴν καθεζόμενον.

Γʹ. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ μὲν ὢν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον (οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερος τὸ δὲ, δι' ἡμᾶς γενόμενος ὕστερον, ἵν' τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· μᾶλλον δὲ, ῥεύσαντας ἡμᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπαναγάγῃ διὰ σαρκώσεως. Ὄνομα δὲ, τῷ φανῆναι μὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.

Δʹ. Τοῦτό ἐστιν ἡμῖν πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστάμενοι. Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἁμαρτία, ὑπερεπερίσσευσεν χάρις· καὶ εἰ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ' ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.

                 Next part of text »