GREGORY OF NAZIANZUS - Oration 4, Contra Julianum 1 (references to Theosis)

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Oration 4, Contra Julianum 1, chapters 59, 60, 71 and 124 (references to Theosis)

Greek text from Migne PG, Vol. 35, Cols. 581, 584, 593 and 664

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

The text below is a small selection of relevant chapters from a long oration.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

ΝΘʹ. Δεύτερον δὲ, εἰ δόξης ἐπιθυμίᾳ κινδυνεύειν ἡμᾶς, ἀλλὰ μὴ τῆς ἀληθείας, ὑπέλαβε· ταῦτα μὲν παιζέτωσαν παρ ἐκείνοις Ἐμπεδοκλεῖς, καὶ Ἀρισταῖοι, καὶ Ἐμπεδότιμοί τινες, καὶ Τροφώνιοι, καὶ τοιούτων δυστυχῶν ἀριθμός· ὧν μὲν τοῖς Σικελικοῖς κρατῆρσιν ἑαυτὸν θεώσας, ὡς ᾤετο, καὶ εἰς τὴν κρείττονα λῆξιν ἀφ ἡμῶν ἀναπέμψας, τῷ φιλτάτῳ σανδάλῳ κατεμηνύθη παρὰ τοῦ πυρὸς ἐκβρασθέντι· καὶ οὐ θεὸς ἐδείχθη μετ ἄνθρωπον, ἀλλ ἄνθρωπος κενόδοξος, καὶ ἀφιλόσοφος μετὰ θάνατον, καὶ οὐδὲ τὰ κοινὰ συνετός· οἱ δὲ ἀδύτοις τισὶν ἑαυτοὺς ἐγκρύψαντες ὑπὸ τῆς αὐτῆς νόσου καὶ φιλαυτίας, εἶτ ἐλεγχθέντες, οὐ μᾶλλον ἐκ τῆς κλοπῆς ἐτιμήθησαν ἐκ τοῦ μὴ λαθεῖν καθυβρίσθησαν.
Ξʹ. Χριστιανοῖς δὲ ἥδιον ὑπὲρ εὐσεβείας τὸ πάσχειν, κἂν πάντας λανθάνωσιν, ἄλλοις τὸ εὐδοξεῖν μετὰ τῆς ἀσεβείας· τοῦ μὲν γὰρ ἀνθρώποις ἀρέσκειν βραχὺς ἡμῖν λόγος· τῆς δὲ παρὰ Θεοῦ τιμῆς πᾶσα ἔφεσις· μᾶλλον δὲ καὶ ὑπὲρ ταύτην, γε ἀληθῶς φιλόσοφοι καὶ φιλόθεοι, τὴν πρὸς τὸ καλὸν οἰκείωσιν ἀγαπῶντες δι αὐτὸ τὸ καλὸν, οὐ τὰς ἀποκειμένας ἐντεῦθεν τιμάς· δευτέρα γὰρ αὕτη τάξις τῶν ἐπαινετῶν, τὸ μισθοῦ τι πράττειν καὶ δι ἀντίδοσιν· ὥσπερ τρίτη τῷ φόβῳ κολάσεως φεύγειν τὴν μοχθηρίαν. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα καὶ οὕτως ἔχοντα· καὶ ῥάδιον τοῦτο ἐκ πλειόνων ἐπιδεῖξαι τοῖς βουλομένοις......
ΟΑʹ. Σὺ δὲ, εἰ μὴ ἐκεῖνα, τά γε παρόντα θαύμασον, φιλοσοφώτατε καὶ γενναιότατε, καὶ τοὺς Ἐπαμινώνδας ἐκείνους καὶ Σκιπίωνας τῇ καρτερίᾳ βλέπων· συμβαδίζων τῷ στρατῷ, καὶ σῖτα αἱρούμενος σχέδια, καὶ τὴν αὐτουργὸν ἐπαινῶν στρατηγίαν. Ἔστι τοι γενναίου καὶ φιλοσόφου ψυχῆς μηδὲ πολεμίων ἀρετὴν ἀτιμάζειν, καὶ πλεῖον νέμειν ἐχθρῶν γενναιότητι κακίᾳ τῶν οἰκειοτάτων καὶ μαλακίᾳ. Ὁρᾷς τοὺς ἀβίους τούτους καὶ ἀνεστίους, καὶ ἀσάρκους μικροῦ καὶ ἀναίμονας, καὶ Θεῷ κατὰ τοῦτο πλησιάζοντας; τοὺς ἀνιπτόποδας καὶ χαμαιεύνας, φησιν σὸς Ὅμηρος, ἵνα τινὰ δαιμόνων τιμήσῃ τῷ πλάσματι, τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω; τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα; τοὺς δεδεμένους, καὶ ἐλευθέρους; τοὺς κεκρατημένους, καὶ ἀκρατήτους; ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα τὰ ὑπὲρ κόσμον; ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον; τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους; τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου καὶ ἀπαθοῦς ἔρωτος; ὧν πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη τὰ ἀπαυγάσματα; ὧν αἱ ἀγγελικαὶ ψαλμῳδίαι, καὶ πάννυχος στάσις, καὶ τοῦ νοῦ πρὸς Θεὸν ἐκδημία προαρπαζομένου; ὧν κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀναβάσεως καὶ θεώσεως; ὧν αἱ πέτραι, καὶ ὧν οἱ οὐρανοί; ὧν τὸ ἐῤῥίφθαι, καὶ ὧν οἱ θρόνοι; ὧν γυμνότης, καὶ ὧν ἀφθαρσίας ἔνδυμα; ὧν ἐρημία, καὶ ὧν ἐκεῖθεν πανήγυρις; ὧν τὸ τυραννεῖσθαι τὰς ἡδονὰς, καὶ ὧν ἀπόλαυσις ἄλυτος καὶ ἀνέκφραστος; ὧν τὸ δάκρυον ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον; ὧν ἔκτασις χειρῶν φλόγα σβέννυσι, θῆρας κοιμίζει, ἀμβλύνει ξίφη, κλίνει φάλαγγας, ἐπιστομίσει καὶ τὴν σὴν ἀσέβειαν, εὖ ἴσθι, κἂν πρὸς ὀλίγον ἀρθῇς, καὶ παίξῃς τὸ τῆς ἀσεβείας δρᾶμα μετὰ τῶν σῶν δαιμόνων; .....

ΡΚΔʹ. Ποῦ δὲ καὶ παρὰ τίσιν ἀνθρώπων, εἰπέ μοι, τὸ λοιδορουμένους εὐφημεῖν, βλασφημουμένους παρακαλεῖν, ὡς οὐ τῆς κακηγορίας βλαπτούσης μᾶλλον τῆς ἀληθείας, διωκομένους ὑποχωρεῖν, γυμνομένους προσαπεκδύεσθαι, καταρωμένους ὑπερεύχεσθαι τῶν ἀρωμένων· ἑνὶ λόγῳ, χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν πάσχοντες; Καίτοι κἂν εἰ κακίαν δοίημεν αὐτοὺς κολάζειν ταῖς τοῦ πλάσματος παραινέσεσι, ποῦ τὸ φθάσαι πρὸς τὰ μέτρα τῆς ἡμετέρας ἀρετῆς καὶ παιδεύσεως, οἷς καὶ τὸ μὴ προβαίνειν τῷ καλῷ, μηδὲ νέους ἀντὶ παλαιῶν ἀεὶ γίνεσθαι, ἀλλ ἐν ταυτῷ μένειν κακία δοκεῖ; Στρόμβων τὸ πάθος περιτρεχόντων, οὐ προϊόντων, καὶ στάσιμον κινουμένων, ἵν οὕτως εἴπω, τῇ βίᾳ τῆς μάστιγος. Καὶ δεῖ τὸ μὲν ἡμῖν ἐξηνύσθαι τῶν καλῶν, τοῦ δὲ ἔχεσθαι, τοῦ δὲ ἐφίεσθαι μέχρι τοῦ τέλους καὶ τῆς θεώσεως, ἐφ γεγόναμεν καὶ πρὸς ἣν ἐπειγόμεθα, οἵ γε διαβατικοὶ τὴν διάνοιαν, καί τι τῆς τοῦ Θεοῦ μεγαλονοίας ἐλπίζοντες ἄξιον.