GREGORY OF NAZIANZUS - THE DEITY OF THE HOLY SPIRIT

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Oration 31, 9-11, Theological Oration, 5

Greek text from Migne PG, Vol. 36, Col. 141

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Τί οὖν ἐστί, φησιν, λείπει τῷ Πνεύματι, πρὸς τὸ εἶναι Υἱόν; Εἰ γὰρ μὴ λεῖπόν τι ἦν, Υἱὸς ἂν ἦν. Οὐ λείπειν φαμέν· οὐδὲ γὰρ ἐλλειπὴς θεός· τὸ δὲ τῆς ἐκφάνσεως, ἵν' οὕτως εἴπω, τῆς πρὸς ἄλληλα σχέσεως διάφορον, διάφορον αὐτῶν καὶ τὴν κλῆσιν πεποίηκεν. Οὐδὲ γὰρ τῷ Υἱῷ λείπει τι πρὸς τὸ εἶναι Πατέρα (οὐδὲ γὰρ ἔλλειψις υἱότης), ἀλλ' οὐ παρὰ τοῦτο Πατήρ. οὕτω γε καὶ τῷ Πατρὶ λείπει τι πρὸς τὸ εἶναι Υἱόν· οὐ γὰρ Υἱὸς Πατήρ. Ἀλλ' οὐκ ἐλλείψεως ταῦτά ποθεν, οὐδὲ τῆς κατὰ τὴν οὐσίαν ὑφέσεως· αὐτὸ δὲ τὸ Μὴ γεγενῆσθαι, καὶ τὸ γεγενῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν Πατέρα, τὸν δὲ Υἱόν, τὸ δὲ τοῦθ' ὅπερ λέγεται Πνεῦμα ἅγιον προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον σώζηται τῶν τριῶν ὑποστάσεων ἐν τῇ μιᾷ φύσει τε καὶ ἀξίᾳ τῆς θεότητος. Οὔτε γὰρ υἱὸς Πατήρ (εἷς γὰρ Πατήρ), ἀλλ' ὅπερ Πατήρ οὔτε τὸ Πνεῦμα Υἱὸς, ὅτι ἐκ τοῦ Θεοῦ (εἷς γὰρ μονογενής), ἀλλ' ὅπερ Υἱός· ἓν τὰ τρία τῇ θεότητι, καὶ τὸ ἓν τρία ταῖς ἰδιότησιν· ἵνα μήτε τὸ ἓν Σαβέλλιον , μήτε τὰ τρία τῆς πονηρᾶς νῦν διαιρέσεως.

Τί οὖν; θεὸς τὸ πνεῦμα; πάνυ γε. τί οὖν, ὁμοούσιον; εἴπερ Θεός.....

Ἀδὰμ τί ποτε ἦν; Πλάσμα Θεοῦ. τί δαὶ Εὖα; Τμῆμα τοῦ πλάσματος. Τί δαὶ Σήθ; Ἀμφοτέρων γέννημα. Ἆρ' οὖν ταυτόν σοι φαίνεται πλάσμα, καὶ τμῆμα, καὶ γέννημα; Πῶς οὔ; Ὁμοούσια δὲ ταῦτα, τί; Πῶς δ' οὔ; Ὡμολόγηται οὖν καὶ τὰ διαφόρως ὑποστάντα τῆς αὐτῆς εἶναι οὐσίας ἐνδέχεσθαι. Λέγω δὲ ταῦτα, οὐκ ἐπὶ τὴν θεότητα φέρων τὴν πλάσιν, τὴν τομήν, τι τῶν ὅσα σώματος (μή μοί τις ἐπιφυέσθω πάλιν τῶν λογομάχων), ἐπὶ δὲ τούτων θεωρῶν, ὡς ἐπὶ σκηνῆς, τὰ νοούμενα. Οὐδὲ γὰρ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν. Καὶ τί ταῦτά, φασιν; Οὐ γὰρ τοῦ ἑνὸς, τὸ μὲν γέννημα, τὸ δὲ ἄλλο τι. Τί οὖν; Εὖα καὶ Σήθ, οὐχὶ τοῦ αὐτοῦ τοῦ Ἀδάμ; Τίνος γὰρ ἄλλου; καὶ ἀμφότεροι γεννήματα; Οὐδαμῶς. Ἀλλὰ τί; Τὸ μὲν τμῆμα, τὸ δὲ γέννημα· καὶ μὴν ἀμφότεροι ταυτὸν ἀλλήλοις· ἄνθρωποι γάρ· οὐδεὶς ἀντερεῖ. Παύσῃ οὖν ἀπομαχόμενος πρὸς τὸ Πνεῦμα, ὡς γέννημα πάντως, μὴ ὁμοούσιον, μηδὲ Θεόν, καὶ ἐκ τῶν ἀνθρωπίνων τὸ δυνατὸν λαβὼν τῆς ἡμετέρας ὑπολήψεως; Ἐγὼ μὲν οἶμαί σοι καλῶς ἔχειν, εἰ μὴ λίαν ἔγνωκας φιλονεικεῖν, καὶ πρὸς τὰ δῆλα μάχεσθαι.