GREGORY OF NAZIANZUS - Oration 43, 63, In Laudem Basilii Magni

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Oration 43, 63, In Laudem Basilii Magni - Basil's Hospital

Greek text from Migne PG, Vol. 36, Col. 577

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Τί ἔτι; Καλὸν φιλανθρωπία, καὶ πτωχοτροφία, καὶ τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βοήθημα. Μικρὸν ἀπὸ τῆς πόλεως πρόελθε, καὶ θέασαι τὴν καινὴν πόλιν, τὸ τῆς εὐσεβείας ταμεῖον, τὸ κοινὸν τῶν ἐχόντων θησαύρισμα, εἰς τὰ περιττὰ τοῦ πλούτου, ἤδη δὲ καὶ τὰ ἀναγκαῖα ταῖς ἐκείνου παραινέσεσιν ἀποτίθεται, σῆτας ἀποσειόμενα, καὶ κλέπτας οὐκ εὐφραίνοντα, καὶ φθόνου πάλην, καὶ καιροῦ φθορὰν διαφεύγοντα· ἐν νόσος φιλοσοφεῖται, καὶ συμφορὰ μακαρίζεται, καὶ τὸ συμπαθὲς δοκιμάζεται. Τί μοι πρὸς τοῦτο τὸ ἔργον, ἑπτάπυλοι Θῆβαι, καὶ Αἰγύπτιαι, καὶ τείχη Βαβυλώνια, καὶ Μαυσόλου Καρικὸς τάφος, καὶ Πυραμίδες, καὶ Κολοσσοῦ χαλκὸς ἄμετρος, ναῶν μεγέθη καὶ κάλλη τῶν μηκέτι ὄντων, ἄλλα τε ὅσα θαυμάζουσιν ἄνθρωποι καὶ ἱστορίαις διδόασιν· ὧν οὐδὲν τοὺς ἐγείραντας, πλὴν δόξης ὀλίγης ὤνησεν; Ἐμοὶ δὲ θαυμασιώτατον, σύντομος τῆς σωτηρίας ὁδός, ῥᾴστη πρὸς οὐρανὸν ἀνάβασις. Οὐκ ἔτι πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινὸν, ἄνθρωποι νεκροὶ πρὸ θανάτου, καὶ τετελευτηκότες τοῖς πλείστοις τοῦ σώματος μέλεσιν, ἀπελαυνόμενοι πόλεων, οἰκιῶν, ἀγορῶν, ὑδάτων, αὐτῶν τῶν φιλτάτων, ὀνόμασι μᾶλλον σώμασι γνωριζόμενοι· οὐδὲ προτίθενται συνόδοις τε καὶ συλλόγοις κατὰ συζυγίαν τε καὶ συναυλίαν, μηκέτ ἐλεούμενοι διὰ τὴν νόσον, ἀλλὰ μισούμενοι· σοφισταὶ μελῶν ἐλεεινῶν, εἴ τισι καὶ φωνὴ λείπεται. Τί ἂν ἅπαντα ἐκτραγῳδοίην τὰ ἡμέτερα, οὐκ ἀρκοῦντος τοῦ λόγου τῷ πάθει; Ἀλλ ἐκεῖνός γε μάλιστα πάντων ἔπεισεν, ἀνθρώπους ὄντας, ἀνθρώπων μὴ καταφρονεῖν, μηδ ἀτιμάζειν Χριστόν τὴν μίαν πάντων κεφαλήν διὰ τῆς εἰς ἐκείνους ἀπανθρωπίας· ἀλλ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς, τὰ οἰκεῖα εὖ τίθεσθαι, καὶ δανείζειν Θεῷ τὸν ἔλεον, ἐλέου χρῄζοντας. Διὰ τοῦτο, οὐδὲ τοῖς χείλεσιν ἀπηξίου τιμᾶν τὴν νόσον, εὐγενής τε καὶ τῶν εὖ γεγονότων, καὶ τὴν δόξαν ὑπέρλαμπρος, ἀλλ ὡς ἀδελφοὺς ἠσπάζετο, οὐχ ὅπερ ἄν τις ὑπολάβοι κενοδοξῶν (τίς γὰρ τοσοῦτον ἀπεῖχε τοῦ πάθους;), ἀλλὰ τὸ προσιέναι τοῖς σώμασιν ἐπὶ θεραπείᾳ διὰ τῆς ἑαυτοῦ φιλοσοφίας τυπῶν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις. Καὶ οὐχ μὲν πόλις οὕτως, χώρα δὲ καὶ τὰ ἐκτὸς ἑτέρως· ἀλλὰ κοινὸν ἅπασιν ἀγῶνα προὔθηκε τοῖς τῷ λαῷ προεστῶσι, τὴν εἰς αὐτοὺς φιλανθρωπίαν, καὶ μεγαλοψυχίαν. Καὶ ἄλλων μὲν οἱ ὀψοποιοὶ, καὶ αἱ λιπαραὶ τράπεζαι, καὶ τὰ μαγείρων μαγγανεύματα καὶ κομψεύματα, καὶ οἱ φιλόκαλοι δίφροι, καὶ τῆς ἐσθῆτος ὅση μαλακή τε καὶ περιῤῥέουσα· Βασιλείου δὲ, οἱ νοσοῦντες, καὶ τὰ τῶν τραυμάτων ἄκη καὶ, Χριστοῦ μίμησις, οὐ λόγῳ μέν, ἔργῳ δὲ λέπραν καθαίροντος.