GREGORY OF NAZIANZUS - CRITIQUE OF APOLLINARIANISM - page 2 of 2

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Epistle 101 (part of)

Greek text from Migne PG, Vol. 37, Cols. 177 - 189

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

                « Previous part of text

Ἀλλ' ἤρκει, φησίν, θεότης ἀντὶ τοῦ νοῦ. Τί οὖν πρὸς ἐμὲ τοῦτο; Θεότης γὰρ μετὰ σαρκὸς μόνης οὐκ ἄνθρωπος, ἀλλ' οὐδὲ ψυχῆς μόνης, οὐδὲ ἀμφοτέρων χωρὶς τοῦ νοῦ, καὶ μᾶλλον ἄνθρωπος. Τήρει οὖν τὸν ἄνθρωπον ὅλον, καὶ μίξον τὴν θεότητα, ἵνα με τελέως εὐεργετῇς. Ἀλλ' οὐκ ἐχώρει, φησί, δύο τέλεια. Οὐδὲ γάρ, εἴπερ σωματικῶς σκοπεῖς. Ἀγγεῖον γὰρ μεδιμναῖον οὐ χωρήσει διμέδιμνον, οὐδὲ σώματος ἑνὸς τόπος δύο πλείω σώματα· εἰ δὲ ὡς νοητὰ καὶ ἀσώματα, σκόπει ὅτι καὶ ψυχὴν, καὶ λόγον καὶ νοῦν καὶ Πνεῦμα ἅγιον αὐτὸς ἐχώρησα, καὶ πρὸ ἐμοῦ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, κόσμος οὗτος, τὸ ἐξ ὁρατῶν λέγω καὶ ἀοράτων σύστημα. Τοιαύτη γὰρ τῶν νοητῶν φύσις, ἀσωμάτως καὶ ἀμερίστως, καὶ ἀλλήλοις, καὶ σώμασι μίγνυσθαι. Ἐπεὶ καὶ φωναὶ πλείους ἀκοῇ μιᾷ χωρηταί, καὶ ὄψεις πολλῶν τοῖς αὐτοῖς ὁρατοῖς, καὶ ὀσφραντοῖς ὄσφρησις, οὔτε τῶν αἰσθήσεων στενοχωρουμένων ὑπ' ἀλλήλων, ἐκθλιβομένων, οὔτε τῶν αἰσθητῶν ἐλαττουμένων τῷ πλήθει τῆς ἀντιλήψεως.

Ποῦ δὲ καὶ τέλειος νοῦς ἀνθρώπου ἀγγέλου συγκρίσει, θεότητος, ἵνα τὸ ἕτερον ἐκθλιβῇ παρουσίᾳ τοῦ μείζονος; οὐδὲ γὰρ αὐγή τι πρὸς ἥλιον, οὐδὲ νοτὶς ὀλίγη πρὸς ποταμόν, ἵνα τὰ μικρὰ προανέλωμεν, οἴκου μὲν αὐγήν, γῆς δὲ νοτίδα, καὶ οὕτω χωρηθῇ τὰ μείζω καὶ τελεώτερα. Πῶς γὰρ χωρήσει δύο τέλεια, οἶκος μὲν αὐγὴν καὶ ἥλιον, γῆ δὲ νοτίδα καὶ ποταμόν, τοῦτο διασκεψώμεθα· καὶ γὰρ πολλῆς ὄντως τὸ πρᾶγμα φροντίδος ἄξιον. ἀγνοοῦσιν ὅτι τὸ πρός τι τέλειον πρὸς ἕτερον ἀτελές, ὡς βουνὸς πρὸς ὄρος, καὶ κόκκος νάπυος πρὸς κύαμον, τι ἄλλο τῶν μειζόνων σπερμάτων, κἂν τῶν ὁμογενῶν μεῖζον λέγηται· εἰ δὲ βούλει, καὶ ἄγγελος πρὸς Θεόν, καὶ πρὸς ἄγγελον ἄνθρωπος; Τέλειον οὖν ἡμέτερος νοῦς, καὶ ἡγεμονικόν, ἀλλὰ ψυχῆς καὶ σώματος, οὐχ ἁπλῶς τέλειον, Θεοῦ δὲ δοῦλον καὶ ὑποχείριον, ἀλλ' οὐ συνηγεμονικὸν, οὐδὲ ὁμότιμον. Ἐπεὶ καὶ Μωϋσῆς Φαραὼ μὲν θεός, Θεοῦ δὲ θεράπων, ὡς ἀναγέγραπται· καὶ ἀστέρες νύκτα μὲν περιλάμπουσιν, ἡλίῳ δὲ κρύπτονται, ὡς, μηδ' ὅτι εἰσὶν, ἡμέρᾳ γνωρίζεσθαι· καὶ λαμπὰς ὀλίγη μεγάλῃ πυρκαϊᾷ προσχωρήσασα, οὔτε ἀπόλλυται, οὔτε φαίνεται, οὔτε χωρίζεται, ἀλλ' ὅλον ἐστὶ πυρκαϊά, τοῦ ὑπερέχοντος ἐκνικήσαντος.

Ἀλλὰ κατάκριτος, φησίν, ἡμέτερος νοῦς. Τί δὲ σάρξ; Οὐ κατάκριτος; καὶ ταύτην ἀποσκεύασαι διὰ τὴν ἁμαρτίαν, κἀκεῖνον πρόσαγε διὰ τὴν σωτηρίαν. Εἰ τὸ χεῖρον προσείληπται, ἵν' ἁγιασθῇ διὰ τῆς σαρκώσεως, τὸ κρεῖττον οὐ προσληφθήσεται, ἵν' ἁγιασθῇ διὰ τῆς ἐνανθρωπήσεως; εἰ πηλὸς ἐζυμώθη καὶ νέον φύραμα γέγονεν, σοφοί, εἰκὼν οὐ ζυμωθήσεται, καὶ πρὸς Θεὸν ἀνακραθήσεται, θεωθεῖσα διὰ τῆς θεότητος; Κἀκεῖνο δὲ προσθήσομεν· εἰ διέπτυσται πάντως νοῦς ὡς ἁμαρτητικὸς καὶ κατάκριτος, καὶ διὰ τοῦτο σῶμα μὲν προσείληπται, νοῦς δὲ παραλέλειπται, συγγνώμη τοῖς πταίουσι περὶ νοῦν. Μαρτυρία γὰρ Θεοῦ κατὰ σὲ σαφῶς ἔδειξε τὸ τῆς θεραπείας ἀδύνατον. Εἴπω τὸ μεῖζον· σὺ μὲν διὰ τοῦτο ἀτιμάζεις, βέλτιστε, τὸν ἐμὸν νοῦν ὡς σαρκολάτρης, εἴπερ ἀνθρωπολάτρης ἐγώ, ἵνα συνδήσῃς Θεὸν πρὸς σάρκα, ὡς οὐκ ἄλλως δεθῆναι δυνάμενον, καὶ διὰ τοῦτο ἐξαιρεῖς τὸ μεσότοιχον. δὲ ἐμὸς λόγος τίς, τοῦ ἀφιλοσόφου καὶ ἀπαιδεύτου; νοῦς τῷ νοῒ μίγνυται, ὡς ἐγγυτέρῳ καὶ οἰκειοτέρῳ, καὶ διὰ τούτου σαρκὶ μεσιτεύοντος θεότητι καὶ παχύτητι.

Τίς δὲ καὶ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως, ἴδωμεν, εἴτουν σαρκώσεως, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ Θεός, ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς, καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρὸς καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον. Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας, ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν, καὶ ψυχῆς διὰ τὴν ψυχήν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν, οὐ πταίσαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὥσπερ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀρρωστημάτων. γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· δὲ παρέβη, τοῦτο καὶ τῆς σωτηρίας ἐδεῖτο μάλιστ; δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη· νοῦς ἄρα προσείληπται.

Τοῦτο νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμετρικαῖς, ὥς φασιν αὐτοί, καὶ ἀνάγκαις ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ, ὀφθαλμοῦ ἀνθρώπου πταίσαντος καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες. Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν, καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι Θεῷ, καὶ χωρὶς νοῦ, σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δή που καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ, καὶ ἐνήργηκεν ἀσωμάτως. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' σοι τέλειον τὸ τῆς ἀπονοίας. Ἀλλ' ἀπατῶνται ὑπὸ τοῦ γράμματος, καὶ διὰ τοῦτο τῇ σαρκὶ προστρέχουσι, τὴν συνήθειαν τῆς Γραφῆς ἀγνοοῦντες. Ἡμεῖς αὐτοὺς καὶ τοῦτο διδάξομεν. Ὅτι μὲν γὰρ πανταχοῦ τῆς Γραφῆς ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, τί δεῖ πρὸς εἰδότας καὶ λέγειν;

Εἰ δὲ διισχυρίζονται τῷ, Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ διὰ τοῦτο περιξέουσι τοῦ ἀνθρώπου τὸ κάλλιστον, ὥσπερ οἱ σκυτεῖς τὰ παχύτερα τῶν δερμάτων, ἵνα Θεὸν σαρκὶ συγκολλήσωσιν, ὥρα λέγειν αὐτοῖς καὶ σαρκῶν μόνων τὸν Θεὸν εἶναι Θεόν, ἀλλ' οὐχὶ καὶ ψυχῶν, διὰ τὸ γεγράφθαι· Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, καὶ Πρὸς σὲ πᾶσα σὰρξ ἥξει, καὶ Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, τοῦτ' ἔστι πᾶς ἄνθρωπος· πάλιν ἀσωμάτους καὶ ἀοράτους καταβεβηκέναι τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον, καὶ τὴν ψυχὴν τοῦ Ἰωσὴφ δεδέσθαι μόνην ὑπὸ τοῦ Φαραώ, διὰ τὸ γεγράφθαι· Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν εἰς Αἴγυπτον, καὶ Σίδηρον διῆλθεν ψυχὴ αὐτοῦ, πρᾶγμα δεθῆναι μὴ δυνάμενον. Ἀγνοοῦσι γὰρ οἱ ταῦτα λέγοντες, ὅτι συνεκδοχικῶς τὰ τοιαῦτα ὀνομάζεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου· ὥσπερ καί, Νεοσσοὶ τῶν κοράκων ἐπικαλοῦνται τὸν Θεόν, ἵν' πτηνὴ δηλωθῇ φύσις, καὶ Πλειὰς καὶ Ἕσπερος καὶ Ἀρκτοῦρος μνημονεύονται ἀντὶ πάντων ἀστέρων καὶ τῆς περὶ τούτους οἰκονομίας.

                « Previous part of text