EUSEBIUS - EPISTULA AD CARPIANUM

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Epistula ad Carpianum

Greek text from Migne PG, Vol. 22, Col. 1275

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

ΕΥΣΕΒΙΟΣ ΚΑΡΠΙΑΝῼ ΑΓΑΠΗΤῼ ΑΔΕΛΦῼ ΕΝ ΚΥΡΙῼ ΧΑΙΡΕΙΝ.

Ἀμμώνιος μὲν Ἀλεξανδρεὺς, πολλὴν ὡς εἰκὸς φιλοπονίαν καὶ σπουδὴν εἰσαγηοχὼς, τὸ διὰ τεσσάρων ἡμῖν καταλέλοιπεν Εὐαγγέλιον, τῷ κατὰ Ματθαῖον τὰς ὁμοφώνους τῶν λοιπῶν εὐαγγελιστῶν περικοπὰς παραθείς, ὡς ἐξ ἀνάγκης συμβῆναι τὸν τῆς ἀκολουθίας εἱρμὸν τῶν τριῶν διαφθαρῆναι, ὅσον ἐπὶ τῷ ὕφει τῆς ἀναγνώσεως· Ἵνα δὲ σωζομένου καὶ τοῦ τῶν λοιπῶν δι’ ὅλου σώματός τε καὶ εἱρμοῦ, εἰδέναι ἔχοις τοὺς οἰκείους ἑκάστου εὐαγγελιστοῦ τόπους, ἐν οἷς κατὰ τῶν [αὐτῶν] ἠνέχθησαν φιλαλήθως εἰπεῖν, ἐκ τοῦ πονήματος τοῦ προειρημένου ἀνδρὸς εἰληφὼς ἀφορμὰς, καθ’ ἑτέραν μέθοδον κανόνας δέκα τὸν ἀριθμὸν διεχάραξά σοι τοὺς ὑποτεταγμένους· ὧν μὲν πρῶτος περιέχει ἀριθμοὺς ἐν οἷς τὰ παραπλήσια εἰρήκασιν οἱ τέσσαρες, Ματθαῖος, Μάρκος, Λουκᾶς, Ἰωάννης. δεύτερος, ἐν οἱ τρεῖς, Ματθαῖος, Μάρκος, Λουκᾶς· τρίτος, ἐν οἱ τρεῖς, Ματθαῖος, Λουκᾶς, Ἰωάννης· τέταρτος, ἐν οἱ τρεῖς, Ματθαῖος, Μάρκος, Ἰωάννης· πέμπτος, ἐν οἱ δύο, Ματθαῖος, Λουκᾶς· ἕκτος, ἐν οἱ δύο, Ματθαῖος, Μάρκος· ἕβδομος, ἐν οἱ δύο, Ματθαῖος, Ἰωάννης· ὄγδοος, ἐν οἱ δύο, Μάρκος, Λουκᾶς· ἕνατος, ἐν οἱ δύο, Λουκᾶς, Ἰωάννης· δέκατος, ἐν περί τινων ἕκαστος αὐτῶν ἰδίως ἀνέγραψεν. Αὕτη μὲν οὖν τῶν ὑποτεταγμένων κανόνων ὑπόθεσις· δὲ σαφὴς αὑτῶν διήγησίς ἐστιν ἥδε. Ἐφ’ ἑκάστῳ τῶν τεσσάρων Εὐαγγελίων ἀριθμός τις πρόκειται κατὰ μέρος, ἀρχόμενος ἀπὸ τοῦ πρώτου, εἶτα δευτέρου, καὶ τρίτου, καὶ καθεξῆς προϊὼν δι’ ὅλου μέχρι τοῦ τέλους τοῦ βιβλίου. Καθ’ ἕκαστον δὲ ἀριθμὸν ὑποσημείωσις διὰ κινναβάρεως πρόκειται, δηλοῦσα ἐν ποίῳ τῶν δέκα κανόνων κείμενος ἀριθμὸς τυγχάνει. Οἷον εἰ μὲν αʹ, δῆλον ὡς ἐν τῷ πρώτῳ· εἰ δὲ βʹ, ἐν τῷ δευτέρῳ· καὶ οὕτω καθεξῆς μέχρι τῶν δέκα. Εἰ οὖν ἀναπτύξας ἕν τι τῶν τεσσάρων Εὐαγγελίων ὁποιονδήποτε, βουληθείης ἐπιστῆναί τινι βούλει κεφαλαίῳ, καὶ γνῶναι τίνες τὰ παραπλήσια εἰρήκασι, καὶ τοὺς οἰκείους ἐν ἑκάστῳ τόπους εὑρεῖν, ἐν οἷς κατὰ τῶν αὐτῶν ἠνέχθησαν, ἧς ἐπέχεις περικοπῆς ἀναλαβὼν τὸν προκείμενον ἀριθμόν, ἐπιζητήσας τε αὐτὸν ἔνδον ἐν τῷ κανόνι, ὃν διὰ τοῦ κινναβάρεως ὑποσημείωσις ὑποβέβληκεν, εἴσῃ μὲν εὐθὺς ἐκ τῶν ἐπὶ μετώπου τοῦ κανόνος προγραφῶν, ὁπόσοι καὶ τίνες τὰ παραπλήσια εἰρήκασιν. Ἐπιστήσας δὲ καὶ τοῖς τῶν λοιπῶν Εὐαγγελίων ἀριθμοῖς τοῖς ἐν τῷ κανόνι ἐπέχεις ἀριθμῷ παρακειμένοις, ἐπιζητήσας τε αὐτοὺς ἔνδον ἐν τοῖς οἰκείοις ἑκάστου Εὐαγγελίου τόποις, τὰ παραπλήσια λέγοντας αὐτοὺς εὑρήσεις.