|
|
|
EUSEBIUS - EPISTULA AD CARPIANUM |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
Epistula ad Carpianum Greek text from Migne PG, Vol. 22, Col. 1275 An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site.
|
|
ΕΥΣΕΒΙΟΣ ΚΑΡΠΙΑΝῼ ΑΓΑΠΗΤῼ ΑΔΕΛΦῼ ΕΝ ΚΥΡΙῼ ΧΑΙΡΕΙΝ. Ἀμμώνιος μὲν ὁ Ἀλεξανδρεὺς, πολλὴν ὡς εἰκὸς φιλοπονίαν καὶ σπουδὴν εἰσαγηοχὼς, τὸ διὰ τεσσάρων ἡμῖν καταλέλοιπεν Εὐαγγέλιον, τῷ κατὰ Ματθαῖον τὰς ὁμοφώνους τῶν λοιπῶν εὐαγγελιστῶν περικοπὰς παραθείς, ὡς ἐξ ἀνάγκης συμβῆναι τὸν τῆς ἀκολουθίας εἱρμὸν τῶν τριῶν διαφθαρῆναι, ὅσον ἐπὶ τῷ ὕφει τῆς ἀναγνώσεως· Ἵνα δὲ σωζομένου καὶ τοῦ τῶν λοιπῶν δι’ ὅλου σώματός τε καὶ εἱρμοῦ, εἰδέναι ἔχοις τοὺς οἰκείους ἑκάστου εὐαγγελιστοῦ τόπους, ἐν οἷς κατὰ τῶν [αὐτῶν] ἠνέχθησαν φιλαλήθως εἰπεῖν, ἐκ τοῦ πονήματος τοῦ προειρημένου ἀνδρὸς εἰληφὼς ἀφορμὰς, καθ’ ἑτέραν μέθοδον κανόνας δέκα τὸν ἀριθμὸν διεχάραξά σοι τοὺς ὑποτεταγμένους· ὧν ὁ μὲν πρῶτος περιέχει ἀριθμοὺς ἐν οἷς τὰ παραπλήσια εἰρήκασιν οἱ τέσσαρες, Ματθαῖος, Μάρκος, Λουκᾶς, Ἰωάννης. Ὁ δεύτερος, ἐν ᾧ οἱ τρεῖς, Ματθαῖος, Μάρκος, Λουκᾶς· Ὁ τρίτος, ἐν ᾧ οἱ τρεῖς, Ματθαῖος, Λουκᾶς, Ἰωάννης· Ὁ τέταρτος, ἐν ᾧ οἱ τρεῖς, Ματθαῖος, Μάρκος, Ἰωάννης· Ὁ πέμπτος, ἐν ᾧ οἱ δύο, Ματθαῖος, Λουκᾶς· Ὁ ἕκτος, ἐν ᾧ οἱ δύο, Ματθαῖος, Μάρκος· Ὁ ἕβδομος, ἐν ᾧ οἱ δύο, Ματθαῖος, Ἰωάννης· Ὁ ὄγδοος, ἐν ᾧ οἱ δύο, Μάρκος, Λουκᾶς· Ὁ ἕνατος, ἐν ᾧ οἱ δύο, Λουκᾶς, Ἰωάννης· Ὁ δέκατος, ἐν ᾧ περί τινων ἕκαστος αὐτῶν ἰδίως ἀνέγραψεν. Αὕτη μὲν οὖν ἡ τῶν ὑποτεταγμένων κανόνων ὑπόθεσις· ἡ δὲ σαφὴς αὑτῶν διήγησίς ἐστιν ἥδε. Ἐφ’ ἑκάστῳ τῶν τεσσάρων Εὐαγγελίων ἀριθμός τις πρόκειται κατὰ μέρος, ἀρχόμενος ἀπὸ τοῦ πρώτου, εἶτα δευτέρου, καὶ τρίτου, καὶ καθεξῆς προϊὼν δι’ ὅλου μέχρι τοῦ τέλους τοῦ βιβλίου. Καθ’ ἕκαστον δὲ ἀριθμὸν ὑποσημείωσις διὰ κινναβάρεως πρόκειται, δηλοῦσα ἐν ποίῳ τῶν δέκα κανόνων κείμενος ὁ ἀριθμὸς τυγχάνει. Οἷον εἰ μὲν αʹ, δῆλον ὡς ἐν τῷ πρώτῳ· εἰ δὲ βʹ, ἐν τῷ δευτέρῳ· καὶ οὕτω καθεξῆς μέχρι τῶν δέκα. Εἰ οὖν ἀναπτύξας ἕν τι τῶν τεσσάρων Εὐαγγελίων ὁποιονδήποτε, βουληθείης ἐπιστῆναί τινι ᾧ βούλει κεφαλαίῳ, καὶ γνῶναι τίνες τὰ παραπλήσια εἰρήκασι, καὶ τοὺς οἰκείους ἐν ἑκάστῳ τόπους εὑρεῖν, ἐν οἷς κατὰ τῶν αὐτῶν ἠνέχθησαν, ἧς ἐπέχεις περικοπῆς ἀναλαβὼν τὸν προκείμενον ἀριθμόν, ἐπιζητήσας τε αὐτὸν ἔνδον ἐν τῷ κανόνι, ὃν ἡ διὰ τοῦ κινναβάρεως ὑποσημείωσις ὑποβέβληκεν, εἴσῃ μὲν εὐθὺς ἐκ τῶν ἐπὶ μετώπου τοῦ κανόνος προγραφῶν, ὁπόσοι καὶ τίνες τὰ παραπλήσια εἰρήκασιν. Ἐπιστήσας δὲ καὶ τοῖς τῶν λοιπῶν Εὐαγγελίων ἀριθμοῖς τοῖς ἐν τῷ κανόνι ᾧ ἐπέχεις ἀριθμῷ παρακειμένοις, ἐπιζητήσας τε αὐτοὺς ἔνδον ἐν τοῖς οἰκείοις ἑκάστου Εὐαγγελίου τόποις, τὰ παραπλήσια λέγοντας αὐτοὺς εὑρήσεις. |
|---|