BASIL THE GREAT - REGULAE FUSIUS TRACTATAE, INTERROGATIO 7

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Regulae Fusius Tractatae, VII (extracts)

Greek text from Migne PG, Vol. 31, Col. 927

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (including this work and all those in Migne) and translations of Basil (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

ΕΡΩΤΗΣΙΣ Ζʹ.

Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν.

Ἐπεὶ οὖν ἐπληροφόρησεν ἡμᾶς λόγος, ἐπικίνδυνον εἶναι τὴν μετὰ τῶν καταφρονητικῶς ἐχόντων περὶ τὰς ἐντολὰς τοῦ Κυρίου ζωὴν, ἀκολούθως μαθεῖν ἀξιοῦμεν, εἰ χρὴ τὸν ἀναχωρήσαντα τούτων ἰδιάζειν καθ ἑαυτὸν, ὁμόφροσιν ἀδελφοῖς καὶ τὸν αὐτὸν σκοπὸν τῆς εὐσεβείας προελομένοις συζῇν.

ΑΠΟΚΡΙΣΙΣ.

1. Πρὸς πολλὰ χρησιμωτέραν καταμανθάνω τὴν ἐπὶ τὸ αὐτὸ τῶν πλειόνων διαγωγήν. Πρῶτον μὲν, ὅτι οὐδὲ πρὸς τὰς τοῦ σώματος χρείας ἕκαστος ἡμῶν ἑαυτῷ αὐτάρκης, ἀλλ ἐν τῷ πορισμῷ τῶν ἀναγκαίων ἀλλήλων χρῄζομεν. Ὥσπερ γὰρ ποῦς τὴν μὲν ἔχει δύναμιν, τῆς δὲ ἐπιδεής ἐστι, καὶ ἄνευ τῆς τῶν λοιπῶν μελῶν συλλήψεως οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν δυνατὴν αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει, οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν τῇ μονήρει ζωῇ καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται, καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, τοῦ δημιουργοῦ Θεοῦ ὁρίσαντος χρῄζειν ἡμᾶς ἀλλήλων, καθὼς γέγραπται, ἵνα καὶ συναπτώμεθα ἀλλήλοις. Ἄνευ δὲ τούτου καὶ τῆς ἀγάπης τοῦ Χριστοῦ λόγος οὐκ ἐπιτρέπει τὸ ἴδιον σκοπεῖν ἕκαστον. ἀγάπη γὰρ, φησὶν, οὐ ζητεῖ τὰ ἑαυτῆς. δὲ ἀφιδιαστικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν οἰκείαν ἑκάστου τῶν χρειῶν θεραπείαν. Τοῦτο δὲ προδήλως μαχόμενόν ἐστι τῷ τῆς ἀγάπης νόμῳ, ὃν Ἀπόστολος ἐπλήρου, μὴ ζητῶν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἔπειτα ἐν τῷ καταχωρισμῷ οὐδὲ τὸ ἐλάττωμα ῥᾳδίως ἕκαστος τὸ ἑαυτοῦ ἐπιγνώσεται, οὐκ ἔχων τὸν ἐλέγχοντα αὐτὸν, καὶ ἐν πραότητι καὶ εὐσπλαγχνίᾳ ἐπανορθούμενον. Ἔλεγχος μὲν γὰρ καὶ παρὰ ἐχθροῦ πολλάκις ἂν γένοιτο θεραπείας ἐπιθυμίαν ἐμποιῶν τῷ εὐγνώμονι· θεραπεία δὲ ἁμαρτήματος ἐπιστημόνως παρὰ τοῦ εἰλικρινῶς ἀγαπήσαντος κατορθοῦται. . . . Καὶ αἱ ἐντολαὶ δὲ ὑπὸ μὲν τῶν πλειόνων ἐπὶ τὸ αὐτὸ ῥᾳδίως γίνονται πλείους, ὑπὸ δὲ τοῦ ἑνὸς οὐκέτι· ἐν γὰρ τῇ ἐργασίᾳ τῆς μιᾶς ἐμποδίζεται ἄλλη. Οἷον, ἐν τῇ ἐπισκέψει τοῦ ἀσθενοῦντος ὑποδοχὴ τοῦ ξένου, καὶ ἐν τῇ μεταδόσει καὶ κοινωνίᾳ τῶν χρειῶν (καὶ μάλιστα, ὅταν διὰ μακροῦ αἱ διακονίαι γίνωνται), περὶ τὰ ἔργα σπουδή· ὥστε ἐκ τούτου τὴν μεγίστην καὶ σύντονον πρὸς σωτηρίαν ἐντολὴν ἐλλιμπάνεσθαι· μήτε τοῦ πεινῶντος τρεφομένου, μήτε τοῦ γυμνοῦ περιβαλλομένου. Τίς ἂν οὖν ἕλοιτο τὴν ἀργὴν καὶ ἄκαρπον ζωὴν τῆς ἐγκάρπου καὶ κατ ἐντολὴν τοῦ Κυρίου ἐπιτελουμένης προτιμῆσαι; ....

3. .... Πρός τε γὰρ τὴν τήρησιν τῶν δεδομένων ἡμῖν παρὰ τοῦ Θεοῦ ἀγαθῶν τῆς μονώσεώς ἐστι χρησιμωτέρα, .... καὶ τῷ μὲν ἁμαρτάνοντι τῆς ἁμαρτίας ἀναχώρησις ῥᾴων μᾶλλον, ἐντρεπομένῳ τὴν παρὰ τῶν πλειόνων ἐν συμφωνίᾳ γινομένην κατάγνωσιν, ὥστ ἂν ἁρμόσαι αὐτῷ τὸ, Ἀρκετὸν τῷ τοιούτῳ ἐπιτιμία αὕτη, ὑπὸ τῶν πλειόνων· .... Κίνδυνος δὲ παρέπεται τῇ μοναστικῇ ζωῇ πρὸς τοῖς εἰρημένοις. Πρῶτος μὲν καὶ μέγιστος τῆς αὐταρεσκείας. Οὐδένα γὰρ ἔχων, ὃς δυνήσεται δοκιμάσαι αὐτοῦ τὸ ἔργον, εἰς τὸ τέλειον οἰήσεται τῆς ἐντολῆς ἐφθακέναι· ....

4. Ἐν τίνι γὰρ τὴν ταπεινοφροσύνην ἐπιδείξεται, μηδένα ἔχων, οὗ ταπεινότερον ἑαυτὸν ἀποδείξει; Ἐν τίνι τὴν εὐσπλαγχνίαν, ἀποτετμημένος τῆς κοινωνίας τῶν πλειόνων; Πρὸς μακροθυμίαν δὲ πῶς ἑαυτὸν γυμνάσει, μηδενὸς ἀνθισταμένου αὐτοῦ τοῖς θελήμασιν; Εἰ δέ τις λέγει ἀρκεῖσθαι τῇ τῶν θείων Γραφῶν διδασκαλίᾳ πρὸς τὴν κατόρθωσιν τῶν ἠθῶν, ὅμοιον ποιεῖ τῷ μανθάνοντι μὲν τεκταίνειν, μηδέποτε δὲ τεκταίνοντι, καὶ διδασκομένῳ μὲν χαλκευτικὴν, εἰς ἔργον δὲ προάγειν τὰ διδάγματα μὴ αἱρουμένῳ. Πρὸς ὃν εἴποι ἂν Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἰδοὺ γὰρ Κύριος δι ὑπερβολὴν φιλανθρωπίας οὐκ ἠρκέσθη τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ μόνον, ἀλλ ὥστε ἀκριβῶς καὶ ἐναργῶς ἡμῖν παραδοῦναι τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης ἐν τῇ τελειότητι τῆς ἀγάπης, αὐτὸς περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Τίνα οὖν ἀπονίψεις; τίνα θεραπεύσεις; τίνος ἔσχατος ἔσῃ, αὐτὸς καθ ἑαυτὸν διάγων; Τὸ δὲ καλὸν καὶ τερπνὸν, τῶν ἀδελφῶν ἐπὶ τὸ αὐτὸ κατοίκησις, ἣν μύρῳ τῆς τοῦ ἀρχιερέως κεφαλῆς ἀποπνέοντι τὸ Πνεῦμα τὸ ἅγιον παρεικάζει, πῶς ἐν τῇ καταμόνας οἰκήσει συμπληρωθήσεται; Στάδιον οὖν ἀθλήσεως, καὶ προκοπῆς εὐοδία, καὶ διηνεκὴς γυμνασία, καὶ μελέτη τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ ἐπὶ τὸ αὐτὸ κατοίκησίς ἐστι τῶν ἀδελφῶν· ....