BASIL THE GREAT - LETTER TO EUPATERIUS AND HIS DAUGHTER ON THE HOLY SPIRIT

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Letters, 159 - to Eupaterius and his daughter (c. 373)

Greek text from Migne PG, Vol. 32, Col. 620

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (all those in Migne) and translations of Basil (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Εὐπατερίῳ, και τῇ θυγατρί.

Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου, εἰκάζεις πάντως αὐτοῖς τοῖς ἐπεσταλμένοις. Τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν, καὶ τοῦ παρ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι ὧν Θεοῦ γνῶσις ἐπιζητεῖται; Εἰ γὰρ τὸ ζῆν ἡμῖν Χριστός, ἀκολούθως καὶ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ψυχὴ ἡμῶν κατ αὐτὸν μεμορφῶσθαι. Χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος, καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. Ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ τῶν ἐν Νικαίᾳ συνελθόντων Πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται· ἐν ὁμοούσιος ὁμολογεῖται Υἱὸς τῷ Πατρὶ, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς γεννήσας. Φῶς γὰρ ἐκ Φωτὸς, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη, καὶ ὑφ ἡμῶν νῦν, τῶν εὐχομένων κατ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται.

Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεί τι καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίῤῥητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος), προστίθεμεν τὸν περὶ τούτου λόγον, ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. Ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει· συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. Οὐ γὰρ τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. Τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. Ὅτι γὰρ διώρισται κτίσις θεότητος, οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· κτίσις διδασκαλίας δεῖται, τὸ Πνεῦμά ἐστι τὸ διδάσκον· κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγιάζον. Κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. Αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος Πατὴρ, καὶ φύσει ἅγιος Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα. Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. Ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα· δι ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. Τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. Καὶ γὰρ οὐδ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἐλλειπῶς παρασχέσθαι.