BASIL THE GREAT - GOD'S ESSENCE AND GOD'S ATTRIBUTES

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Letters, 234

Greek text from Migne PG, Vol. 32, Col. 868

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Basil (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

 

Τῷ αὐτῷ πρὸς ἄλλο ἐρώτημα.

οἶδας, σέβεις; ἀγνοεῖς; Ἐὰν ἀποκρινώμεθα, οἴδαμεν, τοῦτο προσκυνοῦμεν, ταχεῖα παρ αὐτῶν ἀπάντησις, Τίς οὐσία τοῦ προσκυνουμένου; Ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν, ὅτι Οὐκοῦν οὐκ οἴδατε προσκυνεῖτε. Ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ εἰδέναι πολύσημον. Καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν, καὶ τὴν δύναμιν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα, καὶ τὴν πρόνοιαν ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν. Ὥστε ἐπηρεαστικὴ ἐρώτησις. Οὐ γὰρ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. Ἀλλ ἁπλοῦς, φησίν, Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστὸν, τῆς οὐσίας ἐστί. Τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. Τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον, τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν; καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; Εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν, εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν, εἰ φοβερὸν οἴδαμεν τὸν Θεὸν, εἰ δίκαιον, εἰ φιλάνθρωπον; Ταῦτα ὁμολογοῦμεν εἰδέναι. Εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. Αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. Ἀλλ αἱ μὲν ἐνέργειαι ποικίλαι, δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος.

Ἀλλ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. Σὺ δὲ ἀντίστρεψον, ὅτι, Εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. Οὔτε γὰρ λυσσόδηκτος, βλέπων τὸν κύνα ἐν τῇ φιάλῃ, πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων· ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν μὴ ὁρᾷ. Μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. Γίνωσκε τοίνυν, ὅτι παιζόντων ἐστὶν φωνή· Εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, μὴ γινώσκεις, σέβεις. Ἐγὼ δὲ, ὅτι μὲν ἔστιν, οἶδα· τί δὲ οὐσία, ὑπὲρ διάνοιαν τίθεμαι. Πῶς οὖν σώζομαι; Διὰ τῆς πίστεως. Πίστις δὲ αὐτάρκης εἰδέναι, ὅτι ἔστι Θεός, οὐχὶ τί ἐστι· καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Εἴδησις ἄρα τῆς θείας οὐσίας αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας· καὶ σεπτὸν οὐ τὸ καταληφθὲν τίς οὐσία, ἀλλ ὅτι ἐστὶν οὐσία.

Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· μονογενὴς Υἱός, ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. Τί ἐξηγήσατο τοῦ Πατρὸς Μονογενής; Τὴν οὐσίαν, τὴν δύναμιν; Εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. Εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν; Οὐχ ὅτε ἐπίστευσε; Πότε δὲ ἐπίστευσεν; Οὐχ ὅτε ἐκλήθη; Ποῦ οὖν ἐνταῦθα κατάληψις αὐτῷ ἐμαρτυρήθη; παρὰ τῆς Γραφῆς; Οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; Οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; Ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. Οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως προσκύνησις. Πιστεύεις, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. Οὕτως μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ· δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. Εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφ ὧν πιστεύει, ἀπὸ τούτων καὶ γινώσκει· καὶ ἀνάπαλιν, ἀφ ὧν γινώσκει, ἀπὸ τούτων καὶ πιστεύει. Γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. Ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι.