BASIL THE GREAT - DE SPIRITU SANCTO, 9

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

De Spiritu Sancto - 9, 22-23

Greek text from Migne PG, Vol. 32, Cols. 108-109

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (all those in Migne) and translations of Basil (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος, τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.

22. Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν, καὶ ἃς ἐκ τῆς ἀγράφου παραδόσεως τῶν πατέρων διεδεξάμεθα. Πρῶτον μὲν οὖν, τίς, ἀκούσας τῶν προσηγοριῶν τοῦ Πνεύματος, οὐ διανίσταται τῇ ψυχῇ, καὶ πρὸς τὴν ἀνωτάτω φύσιν τὴν ἔννοιαν ὑπεραίρει; Πνεῦμα γὰρ Θεοῦ εἴρηται, καὶ Πνεῦμα τῆς ἀληθείας, παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· Πνεῦμα εὐθές, Πνεῦμα ἡγεμονικόν Πνεῦμα ἅγιον κυρία αὐτοῦ καὶ ἰδιάζουσα κλῆσις· ὅπερ δὴ μάλιστα παντὸς τοῦ ἀσωμάτου, καὶ καθαρῶς ἀΰλου τε καὶ ἀμεροῦς ὄνομά ἐστι. Διὸ καὶ Κύριος, τὴν ἐν τόπῳ προσκυνεῖσθαι τὸν Θεὸν ἡγουμένην διδάσκων, ὅτι ἀπερίληπτον τὸ ἀσώματον, Πνεῦμα, φησίν, Θεός. Οὐ τοίνυν δυνατὸν, Πνεῦμα ἀκούσαντα, περιγεγραμμένην φύσιν ἐντυπῶσαι τῇ διανοίᾳ, τροπαῖς καὶ ἀλλοιώσεσιν ὑποκειμένην, ὅλως ὁμοίαν τῇ κτίσει· ἀλλὰ πρὸς τὸ ἀνωτάτω ταῖς ἐννοίαις χωροῦντα, νοερὰν οὐσίαν ἐπάναγκες ἐννοεῖν, ἄπειρον κατὰ δύναμιν, μεγέθει ἀπεριόριστον, χρόνοις αἰῶσιν ἀμέτρητον, ἄφθονον ὧν ἔχει καλῶν. Πρὸς πάντα ἐπέστραπται τὰ ἁγιασμοῦ προσδεόμενα· οὗ πάντα ἐφίεται τὰ κατ ἀρετὴν ζῶντα, οἷον ἐπαρδόμενα τῇ ἐπιπνοίᾳ καὶ βοηθούμενα πρὸς τὸ οἰκεῖον ἑαυτοῖς καὶ κατὰ φύσιν τέλος. Τελειωτικὸν τῶν ἄλλων, αὐτὸ δὲ οὐδαμοῦ ἐλλεῖπον· οὐκ ἐπισκευαστῶς ζῶν, ἀλλὰ ζωῆς χορηγόν· οὐ προσθήκαις αὐξανόμενον, ἀλλὰ πλῆρες εὐθύς, ἐν ἑαυτῷ ἱδρυμένον, καὶ πανταχοῦ ὄν. Ἁγιασμοῦ γένεσις, φῶς νοητόν, πάσῃ δυνάμει λογικῇ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν οἷόν τινα καταφάνειαν δι ἑαυτοῦ παρεχόμενον. Ἀπρόσιτον τῇ φύσει· χωρητὸν δι ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ ὂν μεθεκτὸν τοῖς ἀξίοις, οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατ ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν. Ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν· ὅλον ἑκάστῳ παρὸν, καὶ ὅλον ἁπανταχοῦ ὄν. Ἀπαθῶς μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον· κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος, ἧς χάρις τῷ ἀπολαύοντι, ὡς μόνῳ παροῦσα, καὶ γῆν ἐπιλάμπει καὶ θάλασσαν, καὶ τῷ ἀέρι ἐγκέκραται. Οὕτω δὴ καὶ τὸ Πνεῦμα ἑκάστῳ τῶν δεκτικῶν, ὡς μόνῳ παρόν, διαρκῆ τοῖς πᾶσι τὴν χάριν ὁλόκληρον ἐπαφίησιν· οὗ ἀπολαύει τὰ μετέχοντα, ὅσον αὐτὰ πέφυκεν, οὐχ ὅσον ἐκεῖνο δύναται.

23. Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ διὰ τόπου προσεγγισμὸς (πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς;) ἀλλ χωρισμὸς τῶν παθῶν, ἅπερ, ἀπὸ τῆς πρὸς τὴν σάρκα φιλίας ὕστερον ἐπιγινόμενα τῇ ψυχῇ, τῆς ἀπὸ τοῦ Θεοῦ οἰκειότητος ἠλλοτρίωσε. Καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους, ἀνεμάξατο διὰ τῆς κακίας, καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα, καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα, οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ Παρακλήτῳ. δέ, ὥσπερ ἥλιος, κεκαθαρμένον ὄμμα παραλαβών, δείξει σοι ἐν ἑαυτῷ τὴν εἰκόνα τοῦ ἀοράτου. Ἐν δὲ τῷ μακαρίῳ τῆς εἰκόνος θεάματι τὸ ἄῤῥητον ὄψει τοῦ ἀρχετύπου κάλλος. Διὰ τούτου καρδιῶν ἀνάβασις, χειραγωγία τῶν ἀσθενούντων, τῶν προκοπτόντων τελείωσις. Τοῦτο, τοῖς ἀπὸ πάσης κηλῖδος κεκαθαρμένοις ἐλλάμπον, τῇ πρὸς ἑαυτὸ κοινωνίᾳ πνευματικοὺς ἀποδείκνυσι. Καὶ ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων, ἀκτῖνος αὐτοῖς ἐμπεσούσης, αὐτά τε γίνεται περιλαμπῆ, καὶ ἑτέραν αὐγὴν ἀφ ἑαυτῶν ἀποστίλβει· οὕτως αἱ πνευματοφόροι ψυχαὶ, ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὐταί τε ἀποτελοῦνται πνευματικαὶ, καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομαί, τὸ οὐράνιον πολίτευμα, μετὰ ἀγγέλων χορεία, ἀτελεύτητος εὐφροσύνη, ἐν Θεῷ διαμονή, πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν, θεὸν γενέσθαι. Αἱ μὲν οὖν περὶ τοῦ ἁγίου Πνεύματος ἔννοιαι ἡμῶν, ἃς περὶ τοῦ μεγέθους αὐτοῦ καὶ τῆς ἀξίας καὶ τῶν ἐνεργημάτων ὑπ αὐτῶν τῶν λογίων τοῦ Πνεύματος φρονεῖν ἐδιδάχθημεν, ὡς ὀλίγα ἀπὸ πολλῶν παραθέσθαι, τοιαῦται. Ἤδη δὲ πρὸς ἀντιλογικοὺς χωρητέον, πειρωμένους ἐλέγχειν τὰς ἀντιθέσεις, τὰς ἐκ τῆς ψευδωνύμου γνώσεως ἡμῖν προβαλλομένας.