ATHANASIUS - THE LIFE OF SAINT ANTONY (2)

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Vita S. Antonii, 5-10 and 80-94

Greek text from Migne PG, Vol. 26, Col. 845 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

       « Previous part of text

89. Οἷον δὲ καὶ τὸ τέλος αὐτῷ τοῦ βίου γέγονεν, ἄξιον κἀμὲ μνημονεῦσαι, καὶ ὑμᾶς ἀκοῦσαι ποθοῦντας· καὶ τοῦτο γὰρ αὐτοῦ ζηλωτὸν γέγονε. Κατὰ τὸ εἰωθὸς ἐπεσκέπτετο τοὺς μοναχοὺς τοὺς ἐν τῷ ὄρει τῷ ἔξω, καὶ προσμαθὼν παρὰ τῆς Προνοίας περὶ τῆς ἑαυτοῦ τελευτῆς, ἐλάλει τοῖς ἀδελφοῖς λέγων· Ταύτην ὑμῶν τὴν ἐπίσκεψιν ὑστέραν ποιοῦμαι, καὶ θαυμάζω, εἰ πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ περιεπτύσσοντο καὶ κατεφίλουν τὸν γέροντα· δὲ, ὡς ἀπὸ ἀλλοτρίας εἰς ἰδίαν ἀπαίρων πόλιν, χαίρων διελέγετο· καὶ παρήγγελλεν αὐτοῖς μὴ ὀλιγωρεῖν ἐν τοῖς πόνοις, μηδὲ ἐκκακεῖν ἐν τῇ ἀσκήσει· ἀλλ ὡς καθ ἡμέραν ἀποθνήσκοντας ζῇν· καὶ καθὰ προεῖπον σπουδάζειν τὴν ψυχὴν φυλάττειν ἀπὸ ῥυπαρῶν λογισμῶν· καὶ τὸν ζῆλον ἔχειν πρὸς τοὺς ἁγίους, μὴ ἐγγίζειν δὲ Μελετιανοῖς τοῖς σχισματικοῖς· οἴδατε γὰρ αὐτῶν τὴν πονηρὰν καὶ βέβηλον προαίρεσιν· μηδὲ κοινωνίαν ἔχειν τινὰ πρὸς τοὺς Ἀρειανούς· καὶ γὰρ καὶ τούτων ἀσέβεια πᾶσιν ἔκδηλός ἐστι. Μηδ ἂν θεωρήσητε προϊσταμένους αὐτῶν τοὺς δικαστὰς, ταράττεσθε· παύσεται γὰρ, καὶ θνητὴ καὶ πρὸς ὀλίγον ἐστὶν αὐτῶν φαντασία. Καθαροὺς οὖν ἑαυτοὺς μᾶλλον ἀπὸ τούτων φυλάττετε, καὶ τηρεῖτε τήν τε τῶν Πατέρων παράδοσιν, καὶ προηγουμένως τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐσεβῆ πίστιν, ἣν ἐκ τῶν Γραφῶν μὲν μεμαθήκατε, παρ ἐμοῦ δὲ πολλάκις ὑπεμνήσθητε.

90. Τῶν δὲ ἀδελφῶν βιαζομένων μεῖναι αὐτὸν παρ αὐτοῖς, κἀκεῖ τελειωθῆναι, οὐκ ἠνέσχετο διὰ πολλὰ μὲν, ὡς αὐτὸς καὶ σιωπῶν ἐνέφαινε, καὶ διὰ τοῦτο δὲ μάλιστα· οἱ Αἰγύπτιοι τὰ τῶν τελευτώντων σπουδαίων σώματα, καὶ μάλιστα τῶν ἁγίων μαρτύρων, φιλοῦσι μὲν θάπτειν καὶ περιελίσσειν ὀθονίοις· μὴ κρύπτειν δὲ ὑπὸ γῆν, ἀλλ ἐπὶ σκιμποδίων τιθέναι, καὶ φυλάττειν ἔνδον παρ ἑαυτοῖς· νομίζοντες ἐν τούτῳ τιμᾷν τοὺς ἀπελθόντας. δὲ Ἀντώνιος πολλάκις περὶ τούτου καὶ ἐπισκόπους ἠξίου παραγγέλλειν τοῖς λαοῖς· ὁμοίως δὲ καὶ λαϊκοὺς ἐνέτρεπε, καὶ γυναιξὶν ἐπέπληττε, λέγων, μήτε νόμιμον, μήτε ὅλως ὅσιον εἶναι τοῦτο. Καὶ γὰρ τὰ τῶν πατριαρχῶν καὶ τὰ τῶν προφητῶν σώματα μέχρι νῦν σώζεται εἰς μνήματα· καὶ αὐτὸ δὲ τὸ τοῦ Κυρίου σῶμα εἰς μνημεῖον ἐτέθη, λίθος τε ἐπιτεθεὶς ἔκρυψεν αὐτὸ, ἕως ἀνέστη τριήμερον. Καὶ ταῦτα λέγων, ἐδείκνυε παρανομεῖν τὸν μετὰ θάνατον μὴ κρύπτοντα τὰ σώματα τῶν τελευτώντων, κἂν ἅγια τυγχάνῃ. Τί γὰρ μεῖζον ἁγιώτερον τοῦ Κυριακοῦ σώματος; Πολλοὶ οὖν, ἀκούσαντες, ἔκρυψαν ὑπὸ γῆν λοιπὸν, καὶ ηὐχαρίστουν τῷ Κυρίῳ, καλῶς διδαχθέντες.

91. Αὐτὸς δὲ, τοῦτο γινώσκων, καὶ φοβούμενος μὴ καὶ τὸ αὐτοῦ ποιήσωσιν οὕτως σῶμα, ἤπειξεν ἑαυτὸν, συνταξάμενος τοῖς ἐν τῷ ἔξω ὄρει μοναχοῖς· καὶ εἰσελθὼν εἰς τὸ ἔνδον ὄρος, ἔνθα καὶ μένειν εἰώθει, μετὰ μῆνας ὀλίγους ἐνόσησε· καὶ καλέσας τοὺς συνόντας αὐτῷ (δύο δὲ ἦσαν, οἵτινες καὶ ἔμειναν ἔνδον, δέκα καὶ πέντε ἔτη ἀσκούμενοι, καὶ ὑπηρετοῦντες αὐτῷ διὰ τὸ γῆρας), ἔλεγε πρὸς αὐτούς· Ἐγὼ μὲν, ὡς γέγραπται, τὴν ὁδὸν τῶν πατέρων πορεύομαι· ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυρίου· ὑμεῖς δὲ νήφετε, καὶ τὴν πολυχρόνιον ὑμῶν ἄσκησιν μὴ ἀπολέσητε· ἀλλ ὡς νῦν ἀρχὴν ἔχοντες, σπουδάσατε τηρεῖν τὴν προθυμίαν ἑαυτῶν. Οἴδατε τοὺς ἐπιβουλεύοντας δαίμονας, οἴδατε πῶς ἄγριοι μὲν εἰσὶν, ἀσθενεῖς δὲ τῇ δυνάμει. Μὴ οὖν φοβηθῆτε αὐτοὺς, ἀλλὰ μᾶλλον τὸν Χριστὸν ἀεὶ ἀναπνέετε, καὶ τούτῳ πιστεύετε· καὶ ὡς καθ ἡμέραν ἀποθνήσκοντες ζήσατε, προσέχοντες ἑαυτοῖς, καὶ μνημονεύοντες ὧν ἠκούσατε παρ ἐμοῦ παραινέσεων. Καὶ μηδεμία ἔστω ὑμῖν κοινωνία πρὸς τοὺς σχισματικοὺς, μήθ ὅλως πρὸς τοὺς αἱρετικοὺς Ἀρειανούς. Οἴδατε γὰρ πῶς κἀγὼ τούτους ἐξετρεπόμην διὰ τὴν χριστομάχον αὐτῶν καὶ ἑτερόδοξον αἵρεσιν. Σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς ἀεὶ συνάπτειν ἑαυτοὺς, προηγουμένως μὲν τῷ Κυρίῳ, ἔπειτα δὲ τοῖς ἁγίοις· ἵνα μετὰ θάνατον ὑμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ὡς φίλους καὶ γνωρίμους, δέξωνται καὶ αὐτοί. Ταῦτα λογίζεσθε, ταῦτα φρονεῖτε· καὶ εἰ μέλει ὑμῖν περὶ ἐμοῦ, καὶ μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, καὶ ἦλθον ὧδε. Οἴδατε δὲ καὶ πῶς ἀεὶ ἐνέτρεπον τοὺς τοῦτο ποιοῦντας, καὶ παρήγγελλον παύσασθαι τῆς τοιαύτης συνηθείας. Θάψατε οὖν τὸ ἡμέτερον ὑμεῖς, καὶ ὑπὸ γῆν κρύψατε· καὶ ἔστω τὸ παρ ἐμοῦ ῥῆμα φυλαττόμενον παρ ὑμῖν, ὥστε μηδένα γινώσκειν τὸν τόπον, πλὴν ὑμῶν μόνων. Ἐγὼ γὰρ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἀπολήψομαι παρὰ τοῦ Σωτῆρος ἄφθαρτον αὐτό. Διέλετε δέ μου τὰ ἐνδύματα· καὶ Ἀθανασίῳ μὲν τῷ ἐπισκόπῳ δότε τὴν μίαν μηλωτὴν, καὶ ὑπεστρωννυόμην ἱμάτιον, ὅπερ αὐτὸς μέν μοι καινὸν δέδωκε, παρ ἐμοὶ δὲ πεπαλαίωται· καὶ Σαραπίωνι δὲ τῷ ἐπισκόπῳ δότε τὴν ἑτέραν μηλωτήν· καὶ ὑμεῖς ἔχετε τὸ τρίχινον ἔνδυμα. Καὶ λοιπὸν σώζεσθε, τέκνα· γὰρ Ἀντώνιος μεταβαίνει, καὶ οὐκ ἔτι μεθ ὑμῶν ἐστι.

92. Ταῦτα εἰπὼν, καὶ ἀσπασαμένων ἐκείνων αὐτὸν, ἐξάρας τοὺς πόδας, καὶ ὥσπερ φίλους ὁρῶν τοὺς ἐλθόντας ἐπ αὐτὸν, καὶ δι αὐτοὺς περιχαρὴς γενόμενος, ἐφαίνετο γὰρ ἀνακείμενος ἱλαρῷ τῷ προσώπῳ, ἐξέλιπε, καὶ προσετέθη πρὸς τοὺς πατέρας. Κἀκεῖνοι λοιπὸν, καθὰ δέδωκεν αὐτοῖς ἐντολὰς, θάψαντες καὶ εἱλίξαντες, ἔκρυψαν ὑπὸ γῆν αὐτοῦ τὸ σῶμα, καὶ οὐδεὶς οἶδε τέως, ποῦ κέκρυπται, πλὴν μόνων αὐτῶν τῶν δύο. Καὶ τῶν λαβόντων δὲ ἕκαστος τὴν μηλωτὴν τοῦ μακαρίου Ἀντωνίου, καὶ τὸ τετριμμένον παρ αὐτοῦ ἱμάτιον, ὥς τι μέγα χρῆμα φυλάττει. Καὶ γὰρ καὶ βλέπων αὐτὰ, ὡς Ἀντώνιόν ἐστι θεωρῶν· καὶ περιβαλλόμενος δὲ αὐτὰ, ὡς τὰς νουθεσίας αὐτοῦ βαστάζων ἐστὶ μετὰ χαρᾶς.

93. Τοῦτο τῆς ἐν σώματι ζωῆς Ἀντωνίου τὸ τέλος, κἀκείνη τῆς ἀσκήσεως ἀρχή. Καὶ εἰ καὶ μικρὰ ταῦτα πρὸς τὴν ἀρετὴν ἐκείνου, ἀλλ ἀπὸ τούτων λογίζεσθε καὶ ὑμεῖς, ὁποῖος ἦν τοῦ Θεοῦ ἄνθρωπος Ἀντώνιος, ἐκ νεωτέρου μέχρι τῆς τοσαύτης ἡλικίας ἴσην τηρήσας τὴν προθυμίαν τῆς ἀσκήσεως· καὶ μήτε διὰ τὸ γῆρας ἡττηθεὶς πολυτελείᾳ τροφῆς, μήτε δι ἀτονίαν τοῦ ἑαυτοῦ σώματος ἀλλάξας τὸ σχῆμα τοῦ ἐνδύματος, νιψάμενος κἂν τοὺς πόδας ὕδατι· καὶ ὅμως ἐν πᾶσι διέμεινεν ἀβλαβής. Καὶ γὰρ καὶ τοὺς ὀφθαλμοὺς ἀσινεῖς καὶ ὁλοκλήρους εἶχε, βλέπων καλῶς· καὶ τῶν ὀδόντων οὐδὲ εἷς ἐξέπεσεν αὐτοῦ· μόνον δὲ ὑπὸ τὰ οὖλα τετριμμένοι ἐγεγόνεισαν, διὰ τὴν πολλὴν ἡλικίαν τοῦ γέροντος. Καὶ τοῖς ποσὶ δὲ καὶ ταῖς χερσὶν ὑγιὴς διέμεινε, καὶ ὅλως πάντων τῶν ποικίλῃ τροφῇ καὶ λουτροῖς καὶ διαφόροις ἐνδύμασι χρωμένων φαιδρότερος μᾶλλον αὐτὸς ἐφαίνετο, καὶ πρὸς ἰσχὺν προθυμότερος. Καὶ τὸ πανταχοῦ δὲ τοῦτον διαβεβοῆσθαι, καὶ θαυμάζεσθαι μὲν παρὰ πάντων, ποθεῖσθαι δὲ καὶ παρὰ τῶν μὴ ἑωρακότων αὐτὸν, τῆς ἀρετῆς καὶ τῆς θεοφιλοῦς αὐτοῦ ψυχῆς ἐστι γνώρισμα. Οὐ γὰρ ἐκ συγγραμμάτων, οὐδὲ ἐκ τῆς ἔξωθεν σοφίας, οὐδὲ διά τινα τέχνην, διὰ δὲ μόνην θεοσέβειαν Ἀντώνιος ἐγνωρίσθη. Τοῦτο δὲ ὡς Θεοῦ δῶρον οὐκ ἄν τις ἀρνήσαιτο. Πόθεν γὰρ εἰς τὰς Σπανίας καὶ εἰς τὰς Γαλλίας, πῶς εἰς τὴν Ῥώμην καὶ τὴν Ἀφρικὴν, ἐν ὄρει κεκρυμμένος καὶ καθήμενος ἠκούσθη, εἰ μὴ Θεὸς ἦν, πανταχοῦ τοὺς ἑαυτοῦ γνωρίζων ἀνθρώπους, καὶ Ἀντωνίῳ τοῦτο κατὰ τὴν ἀρχὴν ἐπαγγειλάμενος; Κἂν γὰρ αὐτοὶ κεκρυμμένως πράττωσι, κἂν λανθάνειν ἐθέλωσιν· ἀλλ Κύριος αὐτοὺς ὡς λύχνους δείκνυσι πᾶσιν, ἵνα καὶ οὕτως οἱ ἀκούοντες γινώσκωσι δυνατὰς εἶναι τὰς ἐντολὰς εἰς τὸ κατορθοῦν, καὶ ζῆλον τῆς ἐπ ἀρετὴν ὁδοῦ λαμβάνωσι.

94. Ταῦτα τοίνυν τοῖς μὲν ἄλλοις ἀδελφοῖς ἀνάγνωτε, ἵνα μάθωσιν ὁποῖος ὀφείλει τῶν μοναχῶν βίος εἶναι, καὶ πεισθῶσιν, ὅτι Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς δοξάζοντας αὐτὸν δοξάζει, καὶ τοὺς δουλεύοντας αὐτῷ μέχρι τέλους οὐ μόνον εἰς τὴν βασιλείαν ἄγει τῶν οὐρανῶν, ἀλλὰ καὶ ἐνταῦθα κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένηται, καὶ τοῖς ἐθνικοῖς ἀνάγνωτε· ἵνα κἂν οὕτως ἐπιγνῶσιν, ὅτι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ μόνον ἐστὶ Θεὸς καὶ τοῦ Θεοῦ Υἱός· ἀλλ ὅτι καὶ οἱ τούτῳ γνησίως λατρεύοντες, καὶ πιστεύοντες εἰς αὐτὸν εὐσεβῶς, τοὺς δαίμονας, οὓς αὐτοὶ οἱ Ἕλληνες νομίζουσιν εἶναι θεοὺς, τούτους οἱ Χριστιανοὶ ἐλέγχουσιν, οὐ μόνον μὴ εἶναι θεοὺς, ἀλλὰ καὶ πατοῦσι καὶ διώκουσιν, ὡς πλάνους καὶ φθορέας τῶν ἀνθρώπων τυγχάνοντας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

                   « Previous part of text