ATHANASIUS - THE LIFE OF SAINT ANTONY (1)

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Vita S. Antonii, 5-10 and 80-94

Greek text from Migne PG, Vol. 26, Col. 845 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (all those in Migne and this one in Bright) and translations of Athanasius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

        Next part of text »

5. δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγκεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν. Ἀλλ οἷα μεμελέτηκε ποιεῖν, ἐπιχειρεῖ καὶ κατὰ τούτου πράττειν· καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτημάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν πόνος· τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος. Καὶ ὅλως πολὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ, θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως. Ὡς δὲ εἶδεν ἑαυτὸν ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν καταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς συνεχέσιν Ἀντωνίου προσευχαῖς· τότε δὴ τοῖς ἐπ ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ ἡμέραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέσθαι τὴν γινομένην ἀμφοτέρων πάλην. μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, δὲ ταῖς εὐχαῖς ἀνέτρεπε τούτους· καὶ μὲν ἐγαργάλιζεν, δὲ, ὡς ἐρυθριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νηστείαις ἐτείχιζε τὸ σῶμα· καὶ μὲν διάβολος ὑπέμενεν ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ· δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν δι αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογιζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλά νης. Πάλιν τε μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς· δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐνεθυμεῖτο· καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλαβής. Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ ἐχθροῦ. γὰρ νομίσας ὅμοιος γενέσθαι Θεῷ ὑπὸ νεανίσκου νῦν ἐπαίζετο· καὶ σαρκὸς καὶ αἵματος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σάρκα φοροῦντος ἀνετρέπετο. Συνήργει γὰρ Κύριος αὐτῷ, σάρκα δι ἡμᾶς φορέσας, καὶ τῷ σώματι δοὺς τὴν κατὰ τοῦ διαβόλου νίκην· ὥστε τῶν ὄντως ἀγωνιζομένων ἕκαστον λέγειν· «Οὐκ ἐγὼ δὲ, ἀλλ χάρις τοῦ Θεοῦ σὺν ἐμοί

6. Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον οὐδ ἐν τούτῳ καταβαλεῖν δράκων, ἀλλὰ καὶ ἔβλεπεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ, τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς· καὶ ὥσπερ ὑποπίπτων, οὐκέτι μὲν λογισμοῖς ἐπέβαινεν (ἐκβέβλητο γὰρ δόλιος), λοιπὸν δὲ ἀνθρωπίνῃ χρώμενος φωνῇ, ἔλεγε· Πολλοὺς μὲν ἠπάτησα, καὶ πλείστους κατέβαλον· νῦν δὲ, ὡς ἐπὶ πολλοῖς καὶ ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις προσβαλὼν, ἠσθένησα. Εἶτα τοῦ Ἀντωνίου πυθομένου· Τίς εἶ σὺ τοιαῦτα λαλῶν παρ ἐμοί; εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φωνάς· Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος· ἐγὼ τὰ εἰς ταύτην ἔνεδρα, καὶ τοὺς ταύτης γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλημαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων! Ἐγώ εἰμι δι ὃν καὶ προφήτης μέμφεται τοὺς πεσόντας, λέγων· Πνεύματι πορνείας ἐπλανήθητε· δι ἐμοῦ γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες. Ἐγώ εἰμι πολλάκις σοι ὀχλήσας, καὶ τοσαυτάκις ἀνατραπεὶς παρὰ σοῦ. δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ, καὶ καταθαῤῥήσας αὐτοῦ, φησὶ πρὸς αὐτόν· Πολὺ τοίνυν εὐκαταφρόνητος τυγχάνεις· καὶ γὰρ μέλας εἶ τὸν νοῦν, καὶ ὡς παῖς ἀσθενής· οὐδὲ μία μοι λοιπόν ἐστι φροντὶς περὶ σοῦ· Κύριος γὰρ ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ταῦτα ἀκούσας μέλας ἐκεῖνος, εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς, καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί.

7. Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ τοῦ διαβόλου· μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέγονεν ἐν τῷ Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἀλλ οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος, ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ· οὔτε ἐχθρὸς, ὡς ἡττηθεὶς, ἐπαύετο τοῦ ἐνεδρεύειν. Περιήρχετο γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ αὐτοῦ. δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν Γραφῶν πολλὰς εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο τῇ ἀσκήσει, λογιζόμενος, ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάντως δι ἑτέρας ἐνεδρεῦσαι μεθόδου· ἔστι γὰρ φιλαμαρτήμων δαίμων. Μᾶλλον οὖν καὶ μᾶλλον ὑπεπίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει, μήπως, ἐν ἄλλοις νικήσας, ἐν ἄλλοις ὑποσυρῇ. Βουλεύεται τοίνυν σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν. Καὶ πολλοὶ μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν· γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα, ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ· ὥστε καὶ μικρὰν πρόφασιν λαμβάνοντα παρ ἑτέρων, πολλὴν εἰς τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι· ἠγρύπνει γὰρ τοσοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν αὐτὸν ἄϋπνον· καὶ τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις ποιῶν ἐθαυμάζετο. Ἤσθιέ τε ἅπαξ τῆς ἡμέρας μετὰ δύσιν ἡλίου· ἦν δ ὅτε καὶ διὰ δύο, πολλάκις δὲ καὶ διὰ τεσσάρων μετελάμβανε. Καὶ ἦν αὐτῷ τροφὴ ἄρτος καὶ ἅλας· καὶ τὸ ποτὸν ὕδωρ μόνον. Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι καὶ λέγειν· ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπουδαίοις ηὑρίσκετό τι τοιοῦτον. Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο ψιαθίῳ· τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο. Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέπειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκησιν, καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα· ἀλλὰ καὶ ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ Ἀποστόλου ῥητόν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν τόνον, ὅταν αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί. Καὶ ἦν αὐτῷ παράδοξος ὄντως καὶ οὗτος λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, οὐδὲ τὴν δι αὐτὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει. Αὐτὸς γοῦν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου· ἀλλὰ καθ ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου Ἠλίου λέγοντος· Ζῇ Κύριος, παρέστην ἐνώπιον αὐτοῦ σήμερον. Παρετηρεῖτο γὰρ, ὅτι, σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον· ἀλλ ὡς ἀρχὴν ἀεὶ καταβαλλόμενος, καθ ἡμέραν ἐσπούδαζεν ἑαυτὸν παριστάνειν τοιοῦτον, οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ, καθαρὸν τῇ καρδίᾳ, καὶ ἕτοιμον ὑπακούειν τῷ βουλήματι αὐτοῦ, καὶ μηδενὶ ἄλλῳ. Ἔλεγε δὲ ἐν ἑαυτῷ, δεῖν τὸν ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί.

8. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν Ἀντώνιος, ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα μνήματα, καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰσελθὼν εἰς ἓν τῶν μνημάτων, καὶ κλείσαντος ἐκείνου κατ αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον. Ἔνθα δὴ μὴ φέρων ἐχθρὸς, ἀλλὰ μὴν καὶ φοβούμενος, μὴ κατ ὀλίγον καὶ τὴν ἔρημον ἐμπλήσῃ τῆς ἀσκήσεως· προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί· διεβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πόνους, ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι. Θεοῦ δὲ προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας ἐπ αὐτὸν), τῇ ἑξῆς παραγίνεται γνώριμος, κομίζων τοὺς ἄρτους αὐτῷ· ἀνοίξας τε τὴν θύραν, καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρὸν, βαστάσας ἔφερεν εἰς τὸ τῆς κώμης Κυριακὸν, καὶ τίθησιν ἐπὶ τῆς γῆς. Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς κώμης, παρεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ. Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν Ἀντώνιος, καὶ διεγερθεὶς, ὡς εἶδε πάντας κοιμωμένους, καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτὸν, ἠξίου πάλιν αὐτὸν βαστάσαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα.

9. Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρὸς, καὶ συνήθως τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος. Καὶ στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς πληγάς· ἀνακείμενος δὲ ηὔχετο. Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ κραυγῆς· Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος· οὐ φεύγω τὰς παρ ὑμῶν πληγάς. Κἂν γὰρ πλείονας ποιήσητε, οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Εἶτα καὶ ἔψαλλεν· Ἐὰν παρατάξηται ἐπ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται καρδία μου. μὲν οὖν ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα· δὲ μισόκαλος ἐχθρὸς, θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς ἐθάῤῥησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας, καὶ διαῤῥηγνύμενος, ἔφη· Ὁρᾶτε ὅτι οὐ πνεύματι πορνείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον· ἀλλὰ καὶ θρασύνεται καθ ἡμῶν· προσέλθωμεν ἄλλως αὐτῷ. Εὔκολον δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα. Τότε δὴ οὖν ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν, ὡς δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι· τοὺς δὲ τοῦ οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμονες, ἔδοξαν δι αὐτῶν ἐπεισέρχεσθαι, μετασχηματισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν· καὶ ἦν τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόντων, ἄρκτων, λεοπάρδων, ταύρων, καὶ ὄφεων, ἀσπίδων, καὶ σκορπίων, καὶ λύκων. Καὶ ἕκαστον μὲν τούτων ἐκίνει κατὰ τὸ ἴδιον σχῆμα. λέων ἔβρυχε, θέλων ἐπελθεῖν, ταῦρος ἐδόκει κερατίζειν, ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ λύκος ὁρμῶν ἐπείχετο· καὶ ὅλως πάντων ὁμοῦ ἦσαν τῶν φαινομένων οἱ ψόφοι δεινοὶ, καὶ οἱ θυμοὶ χαλεποί. δὲ Ἀντώνιος, μαστιζόμενος καὶ κεντούμενος παρ αὐτῶν, ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ. Ἀτρέμας καὶ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο· καὶ ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον· νήφων δὲ τῇ διανοίᾳ καὶ ὥσπερ χλευάζων, ἔλεγεν· Εἰ δύναμίς τις ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἕνα ἐξ ὑμῶν ἐλθεῖν· ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς Κύριος, διὰ τοῦτο κἂν τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν· γνώρισμα τῆς ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορφάς. Θαῤῥῶν γοῦν πάλιν ἔλεγεν· Εἰ δύνασθε καὶ ἐξουσίαν ἐλάβετε κατ ἐμοῦ, μὴ μέλλετε, ἀλλ ἐπίβητε· εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε; Σφραγὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν εἰς τὸν Κύριον ἡμῶν πίστις. Πολλὰ τοίνυν ἐπιχειρήσαντες, ἔτριζον κατ αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον ἑαυτοὺς, καὶ οὐκ ἐκεῖνον.

10. δὲ Κύριος οὐδὲ ἐν τούτῳ ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ εἰς ἀντίληψιν αὐτοῦ παραγέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατερχομένην πρὸς αὐτόν. Καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν· δὲ πόνος τοῦ σώματος εὐθὺς ἐπέπαυτο, καὶ οἶκος πάλιν ἦν ὁλόκληρος. δὲ Ἀντώνιος, αἰσθόμενος τῆς ἀντιλήψεως, καὶ πλέον ἀναπνεύσας, κουφισθείς τε τῶν πόνων, ἐδέετο τῆς φανείσης ὀπτασίας, λέγων· Ποῦ ἦς; διὰ τί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς; Καὶ φωνὴ γέγονε πρὸς αὐτόν· Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸ σὸν ἀγώνισμα. Ἐπεὶ οὖν ὑπέμεινας, καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ βοηθὸς, καὶ ποιήσω σε ὀνομαστὸν πανταχοῦ γενέσθαι. Ταῦτα ἀκούσας, ἀναστὰς ηὔχετο· καὶ τοσοῦτον ἴσχυσεν, ὡς αἰσθέσθαι αὐτὸν, ὅτι πλείονα δύναμιν ἔσχεν ἐν τῷ σώματι μᾶλλον, ἧς εἶχε τὸ πρότερον. Ἦν δὲ τότε λοιπὸν ἐγγὺς τριάκοντα καὶ πέντε ἐτῶν.

                            Next part of text »