PROTOEVANGELIUM OF JAMES - PAGE 3 OF 5

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

The Nativity of Christ
Greek text is mainly based on Papyrus Bodmer 5 (but note that there are significant omissions in this manuscript).

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

                       « Previous part of text  -  Next part of text »

17. Κέλευσις δὲ ἐγένετο ἀπὸ Ἀόςτου τοῦ βασιλέως ἀπογράψασθαι ὅσοι εἰσὶν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Καὶ εἶπεν Ἰωσήφ· «Ἐγὼ ἀπογράψομαι τοὺς υἱούς μου. Ταύτην δὲ τὴν παῖδα τί ποιήσω; Πῶς αὐτὴν ἀπογράψομαι; Γυναῖκα ἐμήν; Ἐπαισχύνομαι. Ἀλλὰ θυγατέρα; Οἶδαν οἱ υἱοὶ Ἰσραὴλ ὅτι οὐκ ἔστιν θυγάτηρ μου. Αὕτη ἡμέρα Κυρίου ποιήσει ὡς βούλεται Καὶ ἔστρωσεν τὸν ὄνον καὶ ἐκάθισεν αὐτὴν καὶ ἧλκεν υἱὸς αὐτοῦ καὶ ἠκολούθει Σαμουήλ. Καὶ ἤγγισαν ἐπὶ μίλιον τρίτον, καὶ ἐστράφη Ἰωσὴφ καὶ εἶδεν αὐτὴν στυγνὴν καὶ ἔλεγεν· «Ἴσως τὸ ἐν αὐτῇ χειμάζει αὐτήν Καὶ πάλιν ἐστράφη Ἰωσὴφ καὶ εἶδεν αὐτὴν γελοῦσαν καὶ εἶπεν· «Μαριάμμη, τί ἐστίν σοι τοῦτο, ὅτι τὸ πρόσωπόν σου βλέπω ποτὲ μὲν γελοῦντα ποτὲ δὲ στυγνάζον;» Καὶ εἶπεν αὐτῷ· «Ἰωσήφ, ὅτι δύο λαοὺς βλέπω ἐν τοῖς ὀφθαλμοῖς μου, ἕνα κλαίοντα καὶ κοπτόμενον καὶ ἕνα χαίροντα καὶ ἀγαλλιῶντα Καὶ ἤλθωσιν ἀνὰ μέσον τῆς ὁδοῦ, καὶ εἶπεν αὐτῷ Μαριάμμη· «ωσήφ, κατάγαγέ με ἀπὸ τοῦ ὄνου, ὅτι τὸ ἐν ἐμοὶ ἐπείγει με προελθεῖν Καὶ κατήγαγεν αὐτὴν ἐκεῖ καὶ εἶπεν αὐτῇ· «Ποῦ σε ἀπάξω καὶ σκεπάσω σου τὴν ἀσχημοσύνην, ὅτι τόπος ἔρημός ἐστιν;»

18. Καὶ εὗρεν ἐκεῖ σπήλαιον καὶ εἰσήγαγεν αὐτὴν καὶ παρέστησεν αὐτῇν τοὺς υἱοὺς αὐτοῦ καὶ ἐξῆλθεν ζητῆσαι μαῖαν Ἑβραίαν ἐν χώρᾳ Βηθλεέμ. Ἐγὼ δὲ Ἰωσὴφ περιεπάτουν καὶ οὐ περιεπάτουν. Καὶ ἀνέβλεψα εἰς τὸν πόλον τοῦ οὐρανοῦ καὶ εἶδον αὐτὸν ἑστῶτα, καὶ εἰς τὸν ἀέρα καὶ εἶδον αὐτὸν ἔκθαμβον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἠρεμοῦντα. Καὶ ἐπέβλεψα ἐπὶ τὴν γῆν καὶ εἶδον σκάφην κειμένην καὶ ἐργάτας ἀνακειμένους, καὶ ἦσαν αἱ χεῖρες αὐτῶν ἐν τῇ σκάφῃ. Καὶ οἱ μασώμενοι οὐκ ἐμασῶντο καὶ οἱ αἴροντες οὐκ ἀνέφερον καὶ οἱ προσφέροντες τῷ στόματι αὐτῶν οὐ προσέφερον, ἀλλὰ πάντων ἦν τὰ πρόσωπα ἄνω βλέποντα. Καὶ εἶδον ἐλαυνόμενα πρόβατα, καὶ τὰ πρόβατα ἑστήκει· καὶ ἐπῆρεν ποιμὴν τὴν χεῖρα αὐτοῦ τοῦ πατάξαι αὐτά, καὶ χεὶρ αὐτοῦ ἔστη ἄνω. Καὶ ἐπέβλεψα ἐπὶ τὸν χείμαρρον τοῦ ποταμοῦ καὶ εἶδον ἐρίφους καὶ τὰ στόματα αὐτῶν ἐπικείμενα τῷ ὕδατι καὶ μὴ πίνοντα. Καὶ πάντα θήξει ὑπὸ τοῦ δρόμου αὐτῶν ἀπηλαύνετο.

19. Καὶ εἶδον γυναῖκα καταβαίνουσαν ἀπὸ τῆς ὀρεινῆς, καὶ εἶπέν μοι· «Ἄνθρωπε, ποῦ πορεύῃ;» Καὶ εἶπον· «Μαῖαν ζητῶ Ἑβραίαν Καὶ ἀποκριθεῖσα εἶπέν μοι· «Ἐξ Ἰσραὴλ εἶ;» Καὶ εἶπον αὐτῇ· «Ναί δὲ εἶπεν· «Καὶ τίς ἐστιν γεννῶσα ἐν τῷ σπηλαίῳ;» Καὶ εἶπον ἐγώ· « μεμνηστευμένη μοι Καὶ εἶπέ μοι· «Οὐκ ἔστι σου γυνή;» Καὶ εἶπον αὐτῇ· «Μαρία ἐστίν, ἀνατραφεῖσα ἐν τῷ ναῷ Κυρίου. Καὶ ἐκληρωσάμην αὐτὴν γυναῖκα, καὶ οὐκ ἔστιν μου γυνή, ἀλλὰ σύλλημμα ἔχει ἐκ Πνεύματος ἁγίου Καὶ εἶπεν μαῖα· «Τοῦτο ἀληθές;» Καὶ εἶπεν αὐτῇ Ἰωσήφ· «Δεῦρο καὶ ἴδε Καὶ ἀπῄει μετ' αὐτοῦ, καὶ ἔστησαν ἐν τῷ τόπῳ τοῦ σπηλαίου. Καὶ ἦν νεφέλη φωτεινὴ ἐπισκιάζουσα τὸ σπήλαιον. Καὶ εἶπεν μαῖα· «Ἐμεγαλύνθη ψυχή μου σήμερον, ὅτι εἶδον οἱ ὀφθαλμοί μου παράδοξα, ὅτι σωτηρία τῷ Ἰσραὴλ γεγένηται Καὶ παραχρῆμα νεφέλη ὑπεστέλλετο τοῦ σπηλαίου, καὶ ἐφάνη φῶς μέγα ἐν τῷ σπηλαίῳ ὥστε τοὺς ὀφθαλμοὺς μὴ φέρειν. Καὶ πρὸς ὀλίγον τὸ φῶς ἐκεῖνο ὑπεστέλλετο, ἕως ἐφάνη βρέφος· καὶ ἦλθεν καὶ ἔλαβε μασθὸν ἐκ τῆς μητρὸς αὐτοῦ Μαρίας. Καὶ ἀνεβόησεν μαῖα καὶ εἶπεν· «Ὡς μεγάλη μοι σήμερον ἡμέρα, ὅτι εἶδον τὸ καινὸν θέαμα τοῦτο Καὶ ἐξῆλθεν ἐκ τοῦ σπηλαίου μαῖα, καὶ ἠπήντησεν αὐτῇ Σαλώμη, καὶ εἶπεν αὐτῇ· «Σαλώμη Σαλώμη, καινόν σοι θέαμα ἔχω ἐξηγήσασθαι· παρθένος ἐγέννησεν, οὐ χωρεῖ φύσις αὐτῆς Καὶ εἶπεν Σαλώμη· «Ζῇ Κύριος Θεός μου· ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου (καὶ) ἐραυνήσω τὴν φύσιν αὐτῆς, οὐ μὴ πιστεύσω ὅτι παρθένος ἐγέννησεν

                       « Previous part of text  -  Next part of text »

counter hit make