PROTOEVANGELIUM OF JAMES - PAGE 2 OF 5

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

The Nativity of Christ
Greek text is mainly based on Papyrus Bodmer 5 (but note that there are significant omissions in this manuscript).

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

                       « Previous part of text  -  Next part of text »

14. Καὶ ἐφοβήθη Ἰωσὴφ σφόδρα καὶ ἠρέμησεν ἐξ αὐτῆς, διαλογιζόμενος αὐτὴν τί ποιήσει. Καὶ εἶπεν Ἰωσήφ· «Ἐὰν αὐτῆς κρύψω τὸ ἁμάρτημα, εὑρεθήσομαι μαχόμενος τῷ νόμῳ Κυρίου· καὶ ἐὰν αὐτὴν φανερώσω τοῖς υἱοῖς Ἰσραήλ, φοβοῦμαι μήπως ἀγγελικόν ἐν ἑαυτῇ, καὶ εὑρεθήσομαι παραδιδοὺς ἀθῷον αἷμα εἰς κρίσμα θανάτου. Τί οὖν αὐτὴν ποιήσω; Λάθρᾳ αὐτὴν ἀπολύσω ἀπ' ἐμοῦ Καὶ κατέλαβεν αὐτὸν νύξ. Καὶ ἰδοὺ ἄγγελος Κυρίου φαίνεται αὐτῷ κατ' ὄνειρον λέγων· «Μὴ φοβηθῇς τὴν παῖδα ταύτην· τὸ γὰρ ἐν ἑαυτῇ ὂν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δέ σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα ⌈αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἐκ τῶν ἁμαρτημάτων αὐτῶν Καὶ ἀνέστη Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου καὶ ἐδόξασεν τὸν Θεὸν τοῦ Ἰσραὴλ τὸν δόντα αὐτῷ τὴν χάριν αὐτοῦ. Καὶ ἐφύλασσε τὴν παῖδα.

15. Ἦλθεν δὲ Ἄννας γραμματεὺς πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· «Ἰωσήφ, διὰ τί οὐκ ἐφάνης τῇ συνόδῳ ἡμῶν;» Καὶ εἶπεν αὐτῷ· «Ὅτι ἔκαμον ἐκ τῆς ὁδοῦ καὶ ἀνεπαυσάμην τὴν μίαν ἡμέραν Καὶ ἐστράφη Ἄννας καὶ εἶδεν τὴν Μαρίαν ὠγκωμένην. Καὶ ἀπῄει δρομαῖος πρὸς τὸν ἱερέαν καὶ εἶπεν αὐτῷ· «Ἰδοὺ Ἰωσήφ, σὺ μαρτυρεῖς, ἠνόμησεν σφόδρα Καὶ εἶπεν ἀρχιερεύς· «Τί τοῦτο;» Καὶ εἶπεν· «Τὴν παρθένον, ἣν Ἰωσὴφ παρέλαβεν ἐκ ναοῦ Κυρίου, ἐμίανεν αὐτὴν καὶ ἔκλεψεν τοὺς γάμους αὐτῆς καὶ οὐκ ἐφανέρωσεν τοῖς υἱοῖς Ἰσραήλ Καὶ εἶπεν αὐτῷ ἀρχιερεύς· «Ἰωσὴφ; Ἰωσὴφ ταῦτα ἐποίησεν;» Καὶ εἶπεν αὐτῷ· «Ἀπόστειλον ὑπηρέτας καὶ εὑρήσεις τὴν παρθένον ὀγκωμένην Καὶ ἀπῆλθον οἱ ὑπηρέται καὶ εὗρον αὐτὴν καθὼς εἶπεν καὶ ἀπήγαγον αὐτὴν εἰς τὸ ἱερόν, καὶ ἔστη εἰς τὸ κριτήριον. Καὶ εἶπεν αὐτῇ ἀρχιερεύς· «Μαρία, τί τοῦτο ἐποίησας; Τί ἐταπείνωσας τὴν ψυχήν σου; Ἐπελάθου Κυρίου τοῦ Θεοῦ σου, ἀνατραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων καὶ λαβοῦσα τροφὴν ἐκ χειρὸς ἀγγέλων; Σὺ ἀκούσασα τῶν ὕμνων αὐτῶν καὶ χορεύσασα ἐνώπιον αὐτῶν, τί τοῦτο ἐποίησας;» δὲ ἔκλαυσε πικρῶς λέγουσα· «Ζῇ Κύριος Θεὸς καθότι καθαρά εἰμι ἐνώπιον αὐτοῦ καὶ ἄνδρα οὐ γινώσκω Καὶ εἶπεν ἀρχιερεύς· «Ἰωσήφ, τί τοῦτο ⌈ἐποίησας⌉;» Εἶπεν δὲ Ἰωσήφ· «Ζῇ Κύριος Θεός, καὶ ζῇ Χριστὸς αὐτοῦ καθότι καθαρός εἰμι ἐγὼ ἐξ αὐτῆς Καὶ εἶπεν ἀρχιερεύς· «Μὴ ψευδομαρτύρει, ἀλλὰ λέγε τὰ ἀληθῆ. Ἔκλεψας τοὺς γάμους σου καὶ οὐκ ἐφανέρωσας τοῖς υἱοῖς Ἰσραήλ, καὶ οὐκ ἔκλινας τὴν κεφαλήν σου ὑπὸ τὴν κραταιὰν χεῖραν ὅπως εὐλογηθῇ τὸ σπέρμα σου Καὶ Ἰωσὴφ ἐσίγησεν.

16. Καὶ εἶπεν ἀρχιερεύς· «Ἀπόδος τὴν παρθένον ἣν παρέλαβες ἐκ ναοῦ Κυρίου Καὶ περιδάκρυτος γενάμενος Ἰωσὴφ Καὶ εἶπεν ἀρχιερεύς· «Ποτίσω ὑμᾶς τὸ ὕδωρ τῆς ἐλέγξεως Κυρίου, καὶ φανερώσει τὸ ἁμάρτημα ὑμῶν ἐν ὀφθαλμοῖς ὑμῶν Καὶ λαβὼν ἀρχιερεὺς ἐπότισεν τὸν Ἰωσὴφ καὶ ἔπεμψεν αὐτὸν εἰς τὴν ἔρημον, καὶ ἦλθεν ὁλόκληρος. Καὶ ἐπότισεν καὶ τὴν παῖδα καὶ ἔπεμψεν αὐτὴν εἰς τὴν ἐρημίαν, καὶ κατέβη ὁλόκληρος. Καὶ ἐθαύμασεν πᾶς λαὸς ὅτι οὐκ ἐφάνη ἁμαρτία ἐν αὐτοῖς. Καὶ εἶπεν ἀρχιερεύς· «Εἰ Κύριος Θεὸς οὐκ ἐφανέρωσεν τὸ ἁμάρτημα ὑμῶν, οὐδὲ ἐγὼ κρίνω ὑμᾶς Καὶ ἀπέλυσεν αὐτούς. Καὶ παρέλαβεν Ἰωσὴφ τὴν Μαριάμμην καὶ ἀπῄει ἐν τῷ οἴκῳ αὐτοῦ χαίρων καὶ δοξάζων τὸν Θεὸν Ἰσραήλ.

                       « Previous part of text  -  Next part of text »

counter hit make