(66) Παραβολὴ ζʹ (VII)
 

1. Μετὰ ἡμέρας ὀλίγας εἶδον αὐτὸν εἰς τὸ πεδίον τὸ αὐτό, ὅπου καὶ τοὺς ποιμένας ἑωράκειν, καὶ λέγει μοι· Τί ἐπιζητεῖς; Πάρειμι, φημί, κύριε, ἵνα τὸν ποιμένα τὸν τιμωρητὴν κελεύσῃς ἐκ τοῦ οἴκου μου ἐξελθεῖν, ὅτι λίαν με θλίβει. Δεῖ σε, φησίν, θλιβῆναι· οὕτω γὰρ προσέταξεν ἔνδοξος ἄγγελος τὰ περὶ σοῦ· θέλει γάρ σε πειρασθῆναι. Τί γάρ, φημί, κύριε, ἐποίησα οὕτω πονηρόν, ἵνα τούτῳ τῷ ἀγγέλῳ παραδοθῶ; 2. Ἄκουε, φησίν· αἱ μὲν ἁμαρτίαι σου πολλαί, ἀλλ᾿ οὐ τοσαῦται, ὥστε τῷ ἀγγέλῳ τούτῳ παραδοθῆναι· ἀλλ᾿ οἶκός σου μεγάλας ἁμαρτίας καὶ ἀνομίας ἠργάσατο, καὶ παρεπικράνθη ἔνδοξος ἄγγελος ἐπὶ τοῖς ἔργοις αὐτῶν καὶ διὰ τοῦτο ἐκέλευσέ σε χρόνον τινὰ θλιβῆναι, ἵνα κἀκεῖνοι μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ πάσης ἐπιθυμίας τοῦ αἰῶνος τούτου. ὅταν οὖν μετανοήσωσι καὶ καθαρισθῶσι, τότε ἀποστήσεται ἀπὸ σοῦ ἄγγελος τῆς τιμωρίας. 3. λέγω αὐτῷ· Κύριε, εἰ ἐκεῖνοι τοιαῦτα εἰργάσαντο, ἵνα παραπικρανθῇ ἄγγελος ἔνδοξος, τί ἐγὼ ἐποίησα; Ἄλλως, φησίν, οὐ δύνανται ἐκεῖνοι θλιβῆναι, ἐὰν μὴ σὺ κεφαλὴ τοῦ οἴκου θλιβῇς· σοῦ γὰρ θλιβομένου ἐξ ἀνάγκης κἀκεῖνοι θλιβήσονται, εὐσταθοῦντος δὲ σοῦ οὐδεμίαν θλῖψιν δύνανται ἔχειν. 4. Ἀλλ᾿ ἰδού, φημί, κύριε, μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. Οἶδα, φησί, κἀγὼ ὅτι μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. τῶν οὖν μετανοούντων εὐθυς δοκεῖς τὰς ἁμαρτίας ἀφίεσθαι; οὐ πανελτώς· ἀλλὰ δεῖ τὸν μετανοοῦντα βασανίσαι τὴν ἑαυτοῦ ψυχὴν καὶ ταπεινοφρονῆσαι ἐν πάσῃ πράξει αὐτοῦ ἰσχυρῶς καὶ θλιβῆναι ἐν πάσαις θλίψεσι ποικίλαις· καὶ ἐὰν ὑπενέγκῃ τὰς θλίψεις τὰς ἐπερχομένας αὐτῷ, πάντως σπλαγχνισθήσεται τὰ πάντα κτίσας καὶ ἐνδυναμώσας καὶ ἴασίν τινα δώσει αὐτῷ· 5. καὶ τοῦτο πάντως, ἐὰν ἴδῃ τὴν καρδίαν τοῦ μετανοοῦντος καθαρὰν ἀπὸ παντὸς πονηροῦ πράγματος. σοὶ δὲ σύμφορόν ἐστὶ καὶ τῷ οἴκῳ σου νῦν θλιβῆναι. τί δὲ πολλὰ λέγω; θλιβῆναί σε δεῖ, καθὼς προσέταξεν ἄγγελος τοῦ κυρίου ἐκεῖνος, παραδιδούς σε ἐμοί· καὶ τοῦτο εὐχαρίστει τῷ κυρίῳ, ὅτι ἄξιόν σε ἡγήσατο τοῦ προδηλῶσαί σοι τὴν θλῖψιν, ἵνα προγνοὺς αὐτὴν ὑπενέγκῃς ἰσχυρῶς. 6. λέγω αὐτῷ· Κύριε, σὺ μετ᾿ ἐμοῦ γίνου, καὶ δυνήσομαι πᾶσαν θλῖψιν ὑπενέγκεῖν. Ἐγώ, φησίν, ἔσομαι μετὰ σοῦ· ἐρωτήσω δὲ καὶ τὸν ἄγγελον τὸν τιμωρητὴν, ἵνα σε ἐλαφροτέρως θλίψῃ· ἀλλὀλίγον χρόνον θλιβήσῃ καὶ πάλιν ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου. μόνον παράμεινον ταπεινοφρονῶν καὶ λειτουργῶν τῷ κυρίῳ ἐν πάσῃ καθαρᾷ καρδίᾳ, καὶ τὰ τέκνα σου καὶ οἶκός σου, καὶ πορεύου ἐν ταῖς ἐντολαῖς μου αἶς σοι ἐντέλλομαι, καὶ δυνήσεταί σου μετάνοια ἰσχυρὰ καὶ καθαρά εἶναι· 7. καὶ ἐὰν ταῦτας φυλάξῃς μετὰ τοῦ οἴκου σου, ἀποστήσεται πᾶσα θλῖψις ἀπὸ σοῦ· καὶ ἀπὸ πάντων δὲ, φήσίν, ἀποστήσεται θλῖψις. ὃσοι ἐὰν ἐν ταῖς ἐντολαῖς μου ταύταις πορευθῶσιν.

(66) The Shepherd of Hermas, Parable 7

 

An English translation is here on the subscription version of the site.

 

Click here for more information.

 

Click here for navigation bar if not present below.