THEODORET - THE WESTERN CREED OF SARDICA (SERDICA) - 343

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

Historia Ecclesiastica, 2.6 (or 2.8, 37- 52)

Greek text from Migne PG, Vol. 82, Col. 1012

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The complete Greek text of this work (scanned Migne text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἀποκηρύττομεν δὲ ἐκείνους, καὶ ἐξορίζομεν τῆς καθολικῆς ἐκκλησίας, τοὺς διαβεβαιουμένους ὅτι Θεός ἐστιν δηλονότι Χριστός, ἀλλὰ μὴν ἀληθινὸς Θεὸς οὐκ ἔστιν· ὅτι Υἱός ἐστι, ἀλλὰ ἀληθινὸς Υἱὸς οὐκ ἔστιν· ὅτι γεννητός ἐστιν ἅμα καὶ ἀγεννητός. Οὕτως ἑαυτοὺς νοεῖν τὸν γεγεννημένον ὁμολογοῦσιν, ὅτι οὕτως εἶπον· Τὸ γεγεννημένον ἐστί· καὶ ὅτι τοῦ Χριστοῦ πρὸ αἰώνων ὄντος, διδόασιν αὐτῷ ἀρχὴν καὶ τέλος, ὅσπερ οὐκ ἐν καιρῷ, ἀλλὰ πρὸ παντὸς χρόνου γένεσιν ἔχει. Καὶ ὑπόγυιον δὲ δύο ἔχεις ἀπὸ τῆς ἀσπίδος τῆς Ἀρειανῆς ἐγεννήθησαν, Οὐάλης καὶ Οὐρσάκιος, οἵτινες καυχῶνται καὶ οὐκ ἀμφιβάλλουσι λέγοντες ἑαυτοὺς Χριστιανοὺς εἶναι, καὶ ὅτι Λόγος, καὶ ὅτι τὸ Πνεῦμα καὶ ἐσταυρώθη, καὶ ἐσφάγη, καὶ ἀπέθανεν, καὶ ἀνέστη· καί ὅτιπερ τὸ τῶν αἱρετικῶν σύστημα φιλονεικεῖ, διαφόρους εἶναι τὰς ὑποστάσεις τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ εἶναι κεχωρισμένας. Ἡμεῖς δὲ ταύτην παρειλήφαμεν καὶ δεδιδάγμεθα, καὶ ταύτην ἔχομεν τὴν καθολικὴν παράδοσιν, καὶ πίστιν, καὶ ὁμολογίαν, μίαν εἶναι ὑπόστασιν, ἣν αὐτοὶ οἱ αἱρετικοὶ οὐσίαν προσαγορεύουσι, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ εἰ ζητοῖεν, τίς τοῦ Υἱοῦ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη ἦν μόνη τοῦ Πατρὸς ὁμολογουμένη· μηδέ ποτε Πατέρα χωρὶς Υἱοῦ, μηδὲ Υἱὸν χωρὶς Πατρὸς γεγενῆσθαι, μηδὲ εἶναι δύνασθαι, ἐστι Λόγος, Πνεῦμα οὐκ έχων. Ἀτοπώτατον γάρ ἐστι λέγειν, ποτὲ Πατέρα γεγενῆσθαι χωρὶς Υἱοῦ, μήτε ὀνομάζεσθαι, μήτε εἶναι δύνασθαι· ἔστιν αὐτοῦ τοῦ υἱοῦ μαρτυρία· « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ Πατὴρ ἐν ἐμοί· » καὶ « Ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν. » Οὐδεὶς ἡμῶν ἀρνεῖται τὸν γεγεννημένον, ἀλλὰ γεγεννημένον πρὸ παντων, ἅπερ ἀόρατα καὶ ὁρατὰ προσαγορεύεται, ποιητὴν καὶ τεχνίτην καὶ ἀρχαγγέλων καὶ ἀγγέλων, καὶ κόσμου, καὶ ἀνθρωπίνου γένους, ὅτι φησίν· « πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· » καὶ· « Πάντα δι αὐτοῦ ἐγένετο. » Οὐ πάντοτε γὰρ εἶναι ἠδύνατο, εἰ ἀρχὴν ἔλαβεν, ὅτι πάντοτε ὢν ἀρχὴν οὐκ ἔχει Λόγος· Θεὸς δὲ οὐδέποτε ὑπομένει τέλος. Οὐ λέγομεν τὸν Πατέρα Υἱὸν εἶναι, οὐδὲ πάλιν τὸν Υἱὸν πατέρα εἶναι· ἀλλ Πατὴρ Πατήρ ἐστι, καὶ Υἱὸς Πατρὸς Υἱός. Ὁμολογοῦμεν δύναμιν εἶναι τοῦ Πατρὸς τὸν Υἱόν· Ὁμολογοῦμεν τὸν Λόγον Θεοῦ Πατρὸς εἶναι, παρ ὃν ἕτερος οὐκ ἔστιν· καὶ τὸν Λόγον ἀληθῆ Θεὸν, καὶ σοφίαν, καὶ δύναμιν. Ἀληθῆ δὲ Υἱὸν παραδιδόαμεν, ἀλλ οὐχ ὥσπερ οἱ λοιποὶ υἱοὶ προσαγορεύονται, τὸν Υἱὸν λέγομεν· ὅτι ἐκεῖνοι διὰ τοῦτον θεοὶ εἶεν τοῦ ἀναγεννᾶσθαι χάριν, διὰ τὸ καταξιωθῆναι υἱοὶ προσαγορεύονται, οὐ διὰ τὴν μίαν ὑπόστασιν, ἥτις ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ὁμολογοῦμεν καὶ Μονογενῆ, καὶ Πρωτότοκον· ἀλλὰ μονογενῆ τὸν Λόγον, ὃς πάντοτε ἦν καὶ ἔστιν ἐν τῷ Πατρί· τὸ πρωτότοκος δὲ, τῷ ἀνθρώπῳ. Διαφέρει δὲ τῇ κοινῇ κτίσει, ὅτι καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. Ὁμολογοῦμεν εἶναι Θεόν· ὁμολογοῦμεν μίαν Πατρὸς καὶ Υἱοῦ θεότητα. Οὐδέ τις ἀρνεῖταί ποτε τὸν Πατέρα τοῦ Υἱοῦ μείζονα, οὐ δι ἄλλην ὑπόστασιν, οὐδὲ διὰ τὴν διαφοράν, ἀλλ ὅτι αὐτὸ τὸ ὄνομα τοῦ Πατρὸς μεῖζόν ἐστι τοῦ Υἱοῦ. Αὕτη δὲ αὐτῶν βλάσφημος καὶ διεφθαρμένη ἑρμηνεία· τούτου ἕνεκα εἰρηκέναι αὐτὸν φιλονεικοῦσιν· « Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν, » διὰ τὴν συμφωνίαν καὶ τὴν ὁμόνοιαν. Κατέγνωμεν δὲ πάντες οἱ καθολικοὶ τῆς μωρᾶς καὶ οἰκτρᾶς αὐτῶν διανοίας. Καὶ ὥσπερ γὰρ οἱ ἄνθρωποι θνητοὶ, ἐπειδὴ διαφέρεσθαι ἤρξαντο, προσκεκρουκότες διχονοοῦσι, καὶ εἰς διαλλαγὴν ἐπάνεισιν, οὕτως διάστασις καὶ διχόνοια μεταξὺ Πατρὸς Θεοῦ παντοκράτορος καὶ τοῦ Υἱοῦ εἶναι δύναται λέγουσιν, ὅπερ ἀτοπώτατον καὶ ὑπονοῆσαι καὶ ὑπολαβεῖν. Ἡμεῖς δὲ καὶ πιστεύομεν καὶ διαβεβαιούμεθα, καὶ οὕτω νοοῦμεν, ὅτι ἱερὰ φωνὴ ἐλάλησεν· «Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν. » καὶ διὰ τὴν τῆς ὑποστάσεως ἑνότητα, ἥτις ἐστὶ μία τοῦ Πατρὸς, καὶ μία τοῦ Υἱοῦ. Καὶ τοῦτο δὲ πιστεύομεν, πάντοτε, ἀνάρχως, καὶ ἀτελευτήτως τοῦτον μετὰ τοῦ Πατρὸς βασιλεύειν, καὶ μὴ ἔχειν μήτε χρόνον διορίζοντα, μήτε ἐκλείπειν αὐτοῦ τὴν βασιλείαν· ὅτι πάντοτε ἔστιν, οὐδέ ποτε τοῦ εἶναι ἤρξατο, οὐδὲ ἐκλείπειν δύναται. Πιστεύομεν δὲ καὶ περιλαμβάνομεν τὸν παράκλητον τὸ ἅγιον Πνεῦμα, ὅπερ ἡμῖν αὐτὸς Κύριος καὶ ἐπηγγείλατο καὶ ἔπεμψε, καὶ τοῦτο πιστεύομεν πεμφθέν. Καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ ἄνθρωπος ὃν ἐνεδύσατο, ὃν ἀνέλαβεν ἐκ Μαρίας τῆς Παρθένου, τὸν ἄνθρωπον τὸν παθεῖν δυνάμενον, ὅτι ἄνθρωπος θνητός, Θεὸς δὲ ἀθάνατος. Πιστεύομεν, ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, οὐχ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἀλλ ἄνθρωπος ἐν τῷ Θεῶ ἀνέστη, ὅντινα καὶ προσήνεγκε τῷ Πατρὶ ἑαυτοῦ δῶρον, ὃν ἠλευθέρωσεν ἐκ της ἀμαρτίας καὶ τῆς φθορᾶς. Πιστεύομεν δὲ ὅτι εὐθέτῳ καιρῷ καὶ ὡρισμένῳ πάντας καὶ περὶ πάντων αὐτὸς κρινεῖ. Τοσαύτη δέ αὐτῶν ἐστιν ἄνοια, καὶ οὕτω παχεῖ σκότῳ διάνοια αὐτῶν ἐκτετύφλωται, ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς τῆς ἀληθείας. Οὐ συνιᾶσιν λόγῳ εἴρηται « Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι. » Σαφές ἐστι διὰ τί ἕν· ὅτι οἱ ἀπόστολοι Πνεῦμα ἅγιον τοῦ Θεοῦ ἔλαβον, ἀλλ ὅμως αὐτοὶ οὐκ ἦσαν Πνεῦμα, οὐδέ τις αὐτῶν Λόγος, σοφία, δύναμις ἦν, οὐδὲ Μονογενὴς ἦν. « Ὥσπερ ἐγὼ, φὴσιν, καὶ σὺ ἕν ἐσμεν, οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. » Ἀλλὰ καὶ ἀκριβῶς διέστειλε θεία φωνή· Ἐν ἡμῖν ἓν ὦσι, φησίν. Οὐκ εἶπεν, Ὥσπερ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ καὶ Πατήρ· ἀλλ ἱνὰ οἱ μαθηταὶ ἐν αὐτοῖς σύζυγοι καὶ ἡνωμένοι ἕν ὦσι τῇ πίστει καὶ ὁμολογίᾳ, καὶ ἐν τῇ χάριτι καὶ τῇ εὐσεβείᾳ τῇ τοῦ Θεοῦ Πατρὸς, καὶ τῇ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν συγχωρήσει καὶ ἀγάπῃ ἓν εἶναι δυνηθῶσιν.