THEODORET - THE PERSON OF CHRIST

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Extracts from Eranistes (2 and 3)

Greek text from Migne PG, Vol. 83, Cols. 109, 249 and 280

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The complete Greek text of this work (scanned Migne text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Greek text from Eranistes 2, in Migne PG, Vol. 83, Col. 109

ΕΡΑΝ. Οὐκοῦν Θεὸς μόνον Ἰησοῦς κύριος.
ΟΡΘ. Ἐνανθρωπήσαντα Θεὸν Λόγον ἀκούεις, καὶ Θεὸν μόνον ἀποκαλεῖς;
ΕΡΑΝ. Ἐπειδὴ μὴ τραπεὶς ἐνηνθρώπησεν, ἀλλὰ μεμένηκεν ὅπερ ἦν, χρὴ καλεῖν αὐτὸν ὅπερ ἦν.
ΟΡΘ. Ἄτρεπτος μὲν Θεὸς Λόγος καὶ ἦν, καὶ ἔστι, καὶ ἔσται· ἀνθρωπείαν δὲ φύσιν λαβὼν ἐνηνθρώπησε. Προσήκει τοίνυν ἡμᾶς ἑκατέραν φύσιν ὁμολογεῖν, καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν.

 

Greek text from Eranistes 3, in Migne PG, Vol. 83, Col. 250

ΟΡΘ. Ὥσπερ τοίνυν ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ οὐκ ἠνέσχου τοῦ γράμματος, ἀλλ' ἀναπτύξας τοῦτο, τὴν διάνοιαν ἐσαφήνισας· οὕτω καὶ τῆς ἀποστολικῆς ῥήσεως ἐρεύνησον τὸν σκοπόν. Ὄψει γὰρ οὐ τὴν θείαν φύσιν ἥκιστα τυχοῦσαν φειδοῦς, ἀλλὰ τὴν σάρκα, τὴν προσηλωθεῖσαν τῷ ξύλῳ· ῥᾴδιον δὲ κἂν τῷ τύπῳ κατιδεῖν τὴν ἀλήθειαν. Δοκεῖ τύπος εἶναι τοῦ Ἀβραὰμ θυσία τῆς ὑπὲρ τοῦ κόσμου προσενεχθείσης ἱερουργίας;
ΕΡΑΝ. Οὐ πάντως· οὐδὲ γὰρ κανόνα ποιοῦμαι δογμάτων τὰ πανηγυρικῶς ἐν ταῖς Ἐκκλησίαις λεγόμενα.
ΟΡΘ. Μάλιστα μὲν ἐχρῆν τοῖς τῆς Ἐκκλησίας διδασκάλοις ἀκολουθεῖν. Ἐπειδὴ δὲ τούτοις ἀντιτείνεις, οὐκ εὖγε ποιῶν, αὐτοῦ γ' οὖν τοῦ Σωτῆρος ἄκουσον πρὸς Ἰουδαίους εἰρηκότος· « Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη· » καὶ σκόπησον ὡς ἡμέραν κύριος τὸ πάθος προσαγορεύει.
ΕΡΑΝ. Ἐδεξάμην τὴν Δεσποτικὴν μαρτυρίαν, καὶ πιστεύω τῷ τύπῳ.
ΟΡΘ. Παράθες τοίνυν τῇ ἀληθείᾳ τὸν τύπον, καὶ ὄψει κἀν τῷ τύπῳ τὸ ἀπαθὲς τῆς θεότητος. Πατὴρ γὰρ κἀνταῦθα κἀκεῖ, καὶ υἱὸς ὡσαύτως ἀγαπητὸς κἀνταῦθα κἀκεῖ, καὶ φέρων ἑκάτερος τῆς θυσίας τὴν ὕλην. μὲν γὰρ τὰ ξύλα, δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἐκόμιζε. Φασὶ δὲ καὶ τὴν τοῦ ὄρους ἀκρωνυχίαν ἱερουργίας ἑκατέρας ἀξιωθῆναι· συμφωνεῖ  καὶ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν ἀριθμός, καὶ μετὰ ταύτας ἀνάστασις. Καὶ γὰρ Ἰσαὰκ τῇ τοῦ Πατρὸς προθυμίᾳ κατασφαγεὶς ἐξ ἧσπερ ἡμέρας μεγαλόδωρος τοῦτο προσέταξε γενέσθαι, τῇ τρίτῃ τυπικῶς ἀνεβίω τῇ τοῦ φιλανθρώπου φωνῇ· ὤφθη δὲ κριὸς ἐξηρτημένος φυτοῦ, καὶ τοῦ σταυροῦ τὴν εἰκόνα δεικνύς, ὃς ἀντὶ τοῦ παιδὸς ὑπέμεινε τὴν σφαγήν. Εἰ δὲ τύπος ταῦτα τῆς ἀληθείας, ἐν δὲ τῷ τύπῳ σφαγὴν οὐχ ὑπέμεινεν μονογενής, ἀλλὰ κριὸς ἀντεισήχθη, καὶ τῷ βωμῷ προσηνέχθη καὶ τῆς ἱερουργίας πεπλήρωκε τὸ μυστήριον, τί δήποτε κἀνταῦθα μὴ τῇ σαρκὶ τὸ πάθος προσνέμετε, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττετε;
ΕΡΑΝ. Καὶ σὺ τὰ περὶ τοῦ τύπου διηγούμενος, τὸν Ἰσαὰκ ἔφης ἀναβιῶναι τῇ θείᾳ φωνῇ. Οὐδὲν τοίνυν ἀπεικὸς ποιοῦμεν, τῷ τύπῳ προσαρμόζοντες τὴν ἀλήθειαν, καὶ τὸν Θεὸν Λόγον πεπονθέναι καὶ ἀναβιῶναι κηρύττοντες.
ΟΡΘ. Πολλάκις ἔφην, ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. Τοῦτο δὲ κἀντεῦθεν καταμαθεῖν εὐπετές. γὰρ Ἰσαὰκ καὶ κριὸς, κατὰ μὲν τὸ διάφορον τῶν φύσεων, τῇ εἰκόνι συμβαίνουσι, κατὰ δὲ τὸ διῃρημένον κεχωρισμένων τῶν ὑποστάσεων, οὐκ ἔτι. Θεότητος γὰρ ἡμεῖς καὶ ἀνθρωπότητος τοιαύτην κηρύττομεν ἕνωσιν, ὡς ἐννοεῖν ἓν πρόσωπον ἀδιαίρετον, καὶ τὸν αὐτὸν θεόν τε εἰδέναι καὶ ἄνθρωπον, ὁρώμενον καὶ ἀόρατον, περιγεγραμμένον καὶ ἀπερίγραφον, καὶ τὰ ἄλλα δὲ πάντα, ὅσα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὑπάρχει δηλωτικά, τῶν προσώπων τῷ ἑνὶ προσαρμόττομεν. Ἐπειδὴ τοίνυν οἷόν τε ουκ ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίωσιν, ἀλόγῳ γε ὄντι, καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ μὲν τοῦ θανάτου, δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα. Ταὐτὸ δὲ τοῦτο κἀν ταῖς Μωσαϊκαῖς θυσίαις εὑρίσκομεν. Ἔστι γὰρ ἰδεῖν καὶ ἐν ἐκείναις προδιαγραφέντα τοῦ σωτηρίου πάθους τὸν τύπον.

 

Greek text from Eranistes 3, in Migne PG, Vol. 83, Col. 280

ΟΡΘ. Ὥσπερ τοίνυν καταβεβηκέναι μὲν ἐκ τῶν οὐρανῶν τὴν θείαν φύσιν ἔφησθα, Υἱὸν δέ γε ἀνθρώπου κληθῆναι αὐτὴν διὰ τὴν ἕνωσιν εἴρηκας· οὕτω προσηλωθῆναι μὲν τῷ ξύλῳ τὴν σάρκα προσήκει λέγειν, ἀχώριστον δὲ ταύτης εἶναι τὴν θείαν φύσιν ὁμολογεῖν, κἀν τῷ σταυρῷ, κἀν τῷ τάφῳ, πάθος ἐκεῖθεν οὐ δεχομένην· ἐπειδὴ πάσχειν οὐ πέφυκεν, οὐδέ γε θνῄσκειν, ἀλλ' ἀθάνατον ἔχει καὶ ἀπαθῆ τὴν οὐσίαν. Ταύτῃτοι καὶ Κύριον δόξης τὸν ἐσταυρωμένον ὠνόμασε, τὸ τῆς ἀπαθοῦς φύσεως ὄνομα τῇ παθητῇ προσνείμας, ἐπειδήπερ αὐτῆς ἐχρημάτισε σῶμα. Προσεξετάσωμεν δὲ καὶ τοῦτο. θεῖος εἶπεν ἀπόστολος· « Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. » Ἐσταύρωσαν τοίνυν ἣν ἔγνωσαν φύσιν, οὐχ ἣν πάμπαν ἠγνόησαν. Εἰ δὲ ἔγνωσαν ἣν ἠγνόησαν, οὐκ ἂν ἐσταύρωσαν ἥνπερ ἔγνωσαν. Ἐπειδὴ δὲ τὴν θείαν ἠγνόησαν, τὴν ἀνθρωπείαν ἐσταύρωσαν. οὐκ ἀκήκοας αὐτῶν λεγόντων· « Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν
 θεόν; » Διὰ δὲ τούτων δηλοῦσιν, ὡς ἣν μὲν ἑώρων ἐπεγίνωσκον φύσιν, τὴν δέ γε ἀόρατον παντάπασιν ἠγνόουν. Εἰ δὲ κἀκείνην ἐπέγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.
ΕΡΑΝ. Ταῦτα μὲν ἁμηγέπη τὸ εἰκὸς ἔχει. δὲ τῶν Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονογενῆ, τὸν ἀληθινὸν Θεόν, τὸν ὁμοούσιον τῷ Πατρί, παθεῖν καὶ σταυρωθῆναί φησι.
ΟΡΘ. Τῶν πολλάκις ὁμολογηθέντων ὡς ἔοικεν ἐπιλέλησαι.
ΕΡΑΝ. Ποίων;
ΟΡΘ. Ὅτι μετὰ τὴν ἕνωσιν, ἑνὶ προσώπῳ καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ προσάπτει θεία Γραφή. Ἴσως δὲ κἀκεῖνο ἠγνόησας, ὡς εἰρηκότες πρότερον οἱ πανεύφημοι Πατέρες, σαρκωθέντα, ἐνανθρωπήσαντα, τότε ἐπήγαγον, παθόντα, σταυρωθέντα, καὶ τὴν δεκτικὴν τοῦ πάθους προδείξαντες φύσιν, οὕτω τὸ πάθος τοῖς λόγοις προσέθηκαν.
ΕΡΑΝ. Οἱ Πατέρες τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἔφασαν παθεῖν τε καὶ σταυρωθῆναι.
ΟΡΘ. Πολλάκις ἔφην, ὡς καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια τὸ ἓν δέχεται πρόσωπον. Διάτοι τοῦτο καὶ οἱ τρισμακάριοι Πατέρες, ὅπως δεῖ πιστεύειν εἰς τὸν Πατέρα διδάξαντες, καὶ εἰς τὸ τοῦ Υἱοῦ πρόσωπον μεταβάντες, οὐκ εἶπον εὐθύς, Καὶ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· καίτοι λίαν ἀκόλουθον ἦν, τὰ περὶ Θεοῦ καὶ πατρὸς εἰρηκότας, εὐθὺς καὶ τὴν τοῦ Υἱοῦ θεῖναι προσηγορίαν· ἀλλ' ἠβουλήθησαν ὁμοῦ καὶ τὸν τῆς θεολογίας καὶ τὸν τῆς οἰκονομίας ἡμῖν παραδοῦναι λόγον, ἵνα μὴ ἄλλο μὲν τὸ τῆς θεότητος, ἄλλο δὲ τὸ τῆς ἀνθρωπότητος πρόσωπον νομισθῇ. Τούτου δὴ χάριν, τοῖς περὶ τοῦ Πατρὸς εἰρημένοις ἐπήγαγον, ὡς χρὴ πιστεύειν καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ. Χριστὸς δὲ μετὰ τὴν ἐνανθρώπησιν Θεὸς Λόγος ἐκλήθη. Τοῦτο τοίνυν τὸ ὄνομα πάντα δέχεται, καὶ ὅσα τῆς θεότητος, καὶ ὅσα τῆς ἀνθρωπότητος ἴδια. Ἐπιγινώσκομεν   δὲ ὅμως, τίνα μὲν ταύτης, τίνα δὲ ἐκείνης τῆς φύσεως· καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ συμβόλου τῆς πίστεως καταμαθεῖν εὐπετές. Τίνι γάρ, εἰπέ μοι, προσαρμόττεις τό ἐκ τῆς οὐσίας τοῦ Πατρός; τῇ θεότητι, τῇ ἐκ σπέρματος Δαβὶδ διαπλασθείσῃ φύσει;