THEODORET - EUSEBIUS OF NICOMEDIA'S LETTER TO PAULINUS

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 1.5. (or 6),1-8

Greek text from Migne PG, Vol. 82, Cols. 913-916

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The complete Greek text of this work (scanned Migne text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Εὐσεβίου ἐπισκόπου Νικομηδείας ἐπιστολὴ πρὸς Παυλῖνον ἐπίσκοπον Τύρου.

Τῷ δεσπότῃ μου Παυλίνῳ Εὐσέβιος ἐν Κυρίῳ χαίρειν.

Οὔτε τοῦ δεσπότου μου Εὐσεβίου σπουδὴ ὑπὲρ ἀληθοῦς λόγου παρεσιωπήθη, ἀλλ ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε σοῦ ἐπὶ τούτῳ σιωπή, δέσποτα· καὶ ὡς ἦν ἀκόλουθον, ἐπὶ μὲν τῷ δεσπότῃ μου Εύσεβίῳ εὐφράνθημεν, ἐπὶ δὲ σοὶ λυπούμεθα, στοχαζόμενοι καὶ τὴν σιωπὴν ἀνδρὸς τοιούτου ἧτταν ἡμῶν εἶναι. Διὸ παρακαλῶ εἰδότα σε ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ, ἀλλοῖα φρονεῖν καὶ σιωπᾷν τ ἀληθῆ, ἀνασκαλεύσαντι τῷ πνεύματι τὸν λογισμὸν περὶ τὸ γράφειν, περὶ τούτου ἄρχου, λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου, μάλισθ ὅταν κατ ἀκολουθίαν τῆς Γραφῆς, καὶ τοῖς ἴχνεσι τῶν λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλῃς γράφειν.

Ὅτι γὰρ οὔτε δύο ἀγέννητα ἀκηκόαμεν, οὔτε ἓν εἰς δύο διῃρημένον, οὐδὲ σωματικόν τι πεπονθὸς μεμαθήκαμεν πεπιστεύκαμεν, δέσποτα. Ἀλλ ἓν μὲν τὸ ἀγέννητον, ἓν δὲ τὸ ὑπ αὐτοῦ ἀληθῶς, καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γεγονὸς, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μὴ μετέχον, ὂν ἐκ τῆς οὐσίας αὐτοῦ· ἀλλὰ γεγονὸς ὁλοσχερῶς ἕτερον τῇ φύσει καὶ τῇ δυνάμει, πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως τοῦ πεποιηκότος γενόμενον· οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώπους πάντων, εἶναι ἀκατάληπτον πεπιστεύκαμεν. Καὶ ταῦτα οὐχὶ λογισμοὺς ἑαυτῶν ὑποθέμενοι, ἀλλ ἀπὸ τῆς ἁγίας Γραφῆς μεμαθηκότες λέγομεν κτιστὸν εἶναι καὶ θεμελιωτὸν, καὶ γενητὸν τῇ οὐσίᾳ, καὶ τῇ ἀναλλοιώτῳ καὶ ἀῤῥήτῳ φύσει, καὶ τῇ ὁμοιότητι τῇ πρὸς τὸν πεποιηκότα μεμαθήκαμεν, ὡς αὐτὸς Κύριός φησιν· « Θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννῇ με. »

Εἰ δὲ ἐξ αὐτοῦ, τοῦτ ἔστιν, ἀπ αὐτοῦ ἦν, ὡς ἂν μέρος αὐτοῦ, ἐξ ἀποῤῥοίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν οὐδὲ θεμελιωτὸν εἶναι ἐλέγετο· οὐδὲ αὐτὸς ἀγνοεῖς, κύριε, ἀληθῶς. Τὸ γὰρ ἐκ τοῦ ἀγεννήτου ὑπαρχον, κτιστὸν ὑφ ἑτέρου ὑπ αὐτοῦ, θεμελιωτὸν οὐκ ἂν εἴη, ἐξ ἀρχῆς ἀγέννητον ὑπάρχον. Εἰ δὲ τὸ γεννητὸν αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡς ἂν ἐκ τῆς οὐσίας τῆς πατρικῆς αὐτὸν γεγονότα, καὶ ἔχειν ἐκ τούτου τὴν ταυτότητα τῆς φύσεως· γινώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί φησιν Γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ φύσει. Καὶ γὰρ ἐπ ἀνθρώπων φησίν· « Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δὲ με ἠθέτησαν. » Καί· « Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες. » Καὶ ἐν ἑτέροις· « Τίς, φησὶ, τετοκὼς βόλους δρόσου; » οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ τὴν ἐφ ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλήματος αὐτοῦ γένεσιν. Οὐδὲν γὰρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ· πάντα δὲ βουλήματι αὐτοῦ γενόμενα ἕκαστον ὡς καὶ ἐγένετό ἐστιν. μὲν γὰρ Θεός· τὰ δὲ πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ ἑκουσιασμὸν γενόμενα. Τὰ δὲ πάντα δι αὐτοῦ ὑπὸ τοῦ Θεοῦ γενόμενα· πάντα δὲ ἐκ τοῦ Θεοῦ.

Ἅπερ λαβών, καὶ ἐξεργασάμενος κατὰ τὴν προσοῦσάν σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου Ἀλεξάνδρῳ σπούδασον. Πεπίστευκα γὰρ ὡς εἰ γράψειας αὐτῷ, ἐντρέψειας αὐτόν. Πρόσειπε ἅπαντας τοὺς ἐν Κυρίῳ.Ἐῤῥωμένον σε καὶ ὑπὲρ ἡμῶν εὐχόμενον θεία χάρις διαφυλάττοι, δέσποτα.