THEODORE OF MOPSUESTIA - THE INCARNATION, AN ANTIOCHENE PERSPECTIVE

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

De Incarnatione, 7

Greek text from Migne PG, Vol. 66, Col. 972

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
On the subscription version of the site there are links to this fragment in the context of all the fragments of De Incarnatione as found in Migne and Swete (In Epistolas B. Pauli Commentarii).

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Εἰ γὰρ μάθωμεν ὅπως ἐνοίκησις γίνεται, εἰσόμεθα καὶ τὸν τρόπον, καὶ τίς τοῦ τρόπου διαφορά. Τὴν τοίνυν ἐνοίκησιν οἱ μὲν οὐσιᾳ γεγενῆσθαι ἀπεφήναντο, ἕτεροι δὲ ἐνεργείᾳ. Ἐξεταζέσθω τοίνυν εἴ τι τούτων ἔστιν ἀληθές. Καὶ πρότερον ἡμῖν ἐκεῖνο ὁμολογείσθω, πὸτερον πᾶσιν ἐνοικεῖ, μή. Ἀλλ' ὅτι μὲν οὐ πᾶσι, δῆλον· τοῦτο γὰρ ὥσπερ τι ἐξαίρετον τοῖς ἀγιοις Θεός ὑπισχνεῖται· ὄλως τούτοις, οὓς ἀνακεῖσθαι αὐτῷ ἐθέλοι· τί ποτε ἄρα ὑπισχνεῖτο λέγων τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς. καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, ὥς τι χαριούμενος αὐτοῖς ἐξαίρετον, εἴπερ δὲ τούτου παρέντες κοινῇ μετέχουσιν ἄνθρωποι; Οὐκοῦν εἰ μὴ πᾶσιν ἐνοικεῖ, τοῦτο γὰρ δῆλον, οὐ λέγω τοῖς οὖσι μόνον, αλλ' ουδὲ ἀνθρώποις, ἰδιάζοντά τινα δεῖ εἶναι τὸν λόγον τῆς ἐνοικήσεως, καθ' ὃν ἐκείνοις πάρεστι μόνον, οἷς ἂν ἐνοικεῖν λέγεται· Οὐσίᾳ μὲν οῦν λέγειν ἐνοικεῖν τὸν Θεὸν, τῶν ἀπρεπεστάτων ἐστίν. γὰρ ἀνάγκη τούτοις μόνοις αὐτοῦ τὴν οὐσίαν περιβλέπειν, οἷς ἂν ἐνοικεῖν λέγηται· και ἔσται τῶν ἄλλων ἁπάντων ἐκτος, ὅπερ ἄτοπον εἰπεῖν ἐπὶ τῆς ἀπείρου φύσεως τῆς ἁπανταχοῦ παρούσης καὶ οὐδενὶ τόπῳ περιγραφομένης· λέγοντα ἁπανταχοῦ παρεῖναι τὸν Θεὸν τῷ λόγῳ τῆς οὐσίας ἅπασιν αὐτοῦ μεταδιδόναι καὶ τῆς ἐνοικήσεως, οὐκέτι μόνον ἀνθρώποις, ἀλλὰ καὶ ἀλόγοις, ἤδη καὶ τοῖς ἀψύχοις, εἴπερ οὐσιᾳ τὴν ἐνοίκησιν αὐτῶν ποιεῖσθαι φήσομεν. Ἀμφότερα δὲ ταῦτα ἀπρεπῆ δηλονότι· τό τε γὰρ ἅπασιν ἐνοικεῖν λέγειν τὸν Θεὸν, τῶν ἀτόπων ἄντικρυς ὡμολόγηται· καὶ τὸ τὴν οὐσιάν αὐτῷ περιγράφειν, ἀπρεπές. Οὐκοῦν οὐσιᾳ τὴν ἐνοίκησιν λέγειν γίνεσθαι, τῶν εὐηθεστάτων ἄν εἴη.

Τὸ δ' αὐτὸ ἄν τις εἴποι καὶ ἐπὶ τὴς ἐνέργειας· γὰρ ἀνάγκη πάλιν αὐτῷ τὴν ἐνέργειαν τούτοις περιγράφειν μόνοις· καὶ ποῦ στήσεται ἡμῖν λόγος, τοῦ πάντων προνοεῖν τὸν Θεὸν καὶ ἅπαντα διοικεῖν, καὶ ἐν πᾶσιν αὐτὸν ἐνεργεῖν τὰ προσήκοντα; πᾶσιν αὐτοῦ τῆς ἐνεργείας μεταδιδόντες, ὄπερ οὖν πρέπον τε καὶ ἀκόλουθον· ἅπαντα γὰρ ὑπ' αὐτου δυναμοῦται, πρὸς τὸ συνεστάναι τε ἕκαστον, καὶ κατὰ τὴν οἰκείαν φύσιν ἐνεργεῖν, πᾶσιν αὐτὸν ἐνοικεῖν ἐροῦμεν. Οὐκοῦν οὔτε οὐσιᾳ λέγειν, οὔτε μὴν ἐνεργείᾳ οἷόν τε ποιεῖσθαι τὸν Θεὸν τὴν ἐνοίκησιν. Τί οὖν ἄρα ὑπολείπεται; Τίνι χρησόμεθα λογῳ, ὃς ἐπι τούτων ἰδιάζον φανεῖται φυλασσόμενος; Δῆλον οὖν ὡς εὐδοκίᾳ λέγειν γίνεσθαι τὴν ἐνοίκησιν προσήκει· εὐδοκία δὲ λέγεται ἀρίστη καὶ καλλίστη θέλησις τοῦ Θεοῦ, ἣν ἂν ποιήσηται ἀρεσθεὶς τοῖς ἀνακεῖσθαι αὐτῳ ἐσπουδακόσιν, ἀπὸ τοῦ εὖ καὶ καλὰ δοκεῖν αὐτῷ περὶ αὐτῶν, τούτου συνήθως ὑπὸ τῆς Γραφῆς εἰλημμένου τε καὶ κειμένου παρ' αὐτῇ. Οὔτω γοῦν μακάριος Δαβίδ φησιν· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρος εὐδοκήσει. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Τοῦτο λέγων ὅτι οὐχ ἑτέροις συμπράττειν δοκιμάζει, οὐδὲ ἑτέροις συνεργεῖν ἐθέλει, ἀλλὰ τούτοις φησὶ τοῖς φοβουμένοις αυτὸν, τούτους ποιεῖται περὶ πολλοῦ, τούτοις συνεργεῖν και ἐπαμύνειν αὐτῷ δοκητόν. Οὕτω τοίνυν καὶ λέγειν προσῆκεν τὴν ἐνοίκησιν. Ἄπειρος μὲν γὰρ ὢν καὶ ἀπερίγραφος τὴν φύσιν, πάρεστι τοῖς πᾶσι· τῇ δὲ εὐδοκίᾳ, τῶν μὲν ἔστι μακρὰν, τῶν δὲ ἐγγύς. Κατὰ γὰρ ταύτην τὴν ἔννοιαν λέγεται τὸ, Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει· καὶ ἀλλαχοῦ, Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου, καὶ το Πνεῦμα σου τὸ ἅγιον μὴ ἀπανέλῃς ἀπ' ἐμοῦ. Ἐγγύς τε γὰρ γίνεται τῃ διαθέσει τῶν ἀξίων ταύτης τῆς ἐγγύτητος· καὶ πόρρωθεν πάλιν τῶν ἁμαρτανόντων γίνεται, οὔτε τῇ φύσει χωριζόμενος, οὔτε ταύτῃ πλησιαίτερον καθιστάμενος, τῇ δὲ σχέσει τῆς γνώμης ἀμφότερα ἐργαζόμενος. Ὥσπερ τοίνυν τῇ εὐδοκίᾳ ἐγγύς τε καὶ μακρὰν γίνεται (πρόδηλον γὰρ ἐκ τῶν εἰρημένων, τί ποτέ φαμεν τὴν εὑδοκίαν· τούτου γε ἕνεκεν και τὴν διάνοιαν τῆς προσηγορίας μετὰ πάσης ἐπελθόντες τῆς ἀκριβείας, οὕτω τῇ εὐδοκιᾳ καὶ τὴν ἐνοίκησιν ἀποτελεῖ). Οὐκ ἑν τούτοις μὲν τὴν οὐσίαν περιγράφων τὴν ἐνέργειαν, τῶν λοιπῶν κεχωρισμένος, ἀλλὰ πᾶσι μὲν παρὼν τῇ οὐσίᾳ, κεχωρισμένος δὲ τῶν ἀναξίων τῇ σχέσει της διαθέσεως. Οὕτω γὰρ αὐτῳ μειζόνως τὸ ἀπερίγραφον σωζεται, ὅταν φαίνηται, μὴ ὡς ἀνάγκῃ τινὶ δουλεύων τῷ ἀπεριγράφῳ τῆς φύσεως. Εἰ μὲν γὰρ ἁπανταχοῦ παρὼν τῇ εὐδοκίᾳ, ἑτέρως πάλιν ἀνάγκῃ δουλεύων εὑρίσκετο, οὐκέτι κατὰ γνώμην τὴν παρουσίαν ποιούμενος, ἀλλὰ τῷ ἀπείρῳ τῆς φύσεως, καὶ τὴν γνώμην ἑπομένην ἔχων· ἐπειδὴ δὲ καὶ ἅπασι πάρεστι τῇ φύσει, και κεχώρισται ὥν ἐθέλει τῃ γνώμῃ, οὐδὲν τῶν ἀναξίων ἀπο τοῦ παρεῖναι τὸν Θεὸν ὠφελουμένων, ἀληθὲς αὐτῷ καὶ ἀκέραιον τὸ τῆς φύσεως ἀπερίγραφον διασώζεται.

Οὕτω γοῦν τοῖς μὲν πάρεστι τῇ εὔδοκιᾳ, τῶν δὲ κεχώρισται, ὥσπερ ἂν εἰ τῇ οὐσίᾳ τῶν λοιπῶν χωριζόμενος, τούτοις συνῆν. Ὅνπερ τοίνυν τρόπον τῇ εὑδοκίᾳ ἐνοίκησις γίνεται, τὸν αὐτὸν τρόπον εὐδοκία καὶ τὸν τῆς ἐνοικήσεως τρόπον ἐναλλάττει. γὰρ τὴν ἐνοίκησιν ἐργάζεται τοῦ Θεοῦ, καὶ τῷ λόγῳ τὴς οὐσίας ἁπανταχοῦ παρόντα τισὶ και σφόδρα εὐαριθμήτοις, ἐκ τῶν ἁπάντων ἐνοικοῦντα γνωρίζει, εὐδοκίᾳ λεγω, τοῦτο πάντως καὶ τὸν τῆς ἐνοικήσεως τρόπον χαρακτηρίζει. Ὥσπερ γὰρ πᾶσι τῇ οὐσίᾳ παρὼν, ου πᾶσιν ἐνοικεῖν λέγεται, αλλὰ τούτοις οἷς ἂν τῇ εὐδοκίᾳ παρῇ, οὕτω κἂν ἐνοικεῖν λέγηται, ούκ ῖσον τὸ τὴς ἐνοικήσεως πάντως εὑρίσκεται, ἀλλ' ἀκόλουθον ἕξει τῇ εὐδοκίᾳ καὶ τὸν τῆς ἐνοικήσεως τρόπον. Ὅταν τοίνυν ἐν τοῖς ἀποστόλοις, ὅλως ἐν τοῖς δικαίοις ἐνοικεῖν λέγηται, ὡς ἐν δικαίοις εὐδοκῶν ποιεῖται τὴν ἐνοίκησιν, ὡς ἐναρέτοις κατὰ τὸν τρόπον ἀρεσκόμενος. Ἐν αὐτῷ μέντοι τὴν ἐνοίκησιν οὐχ οὕτω φαμὲν γεγενῆσθαι, μὴ γὰρ ἂν τοσοῦτο μανείημεν ποτὲ, ἀλλ, ὡς ἐν Υἱῷ. Οὕτω γὰρ εὐδοκήσας ἐνῴκησεν.

Τί δέ ἐστι τὸ ὡς ἐν Υἱῳ; Ὥστε ἐνοικήσας, ὅλον μὲν ἑαυτῷ τὸν λαμβανόμενον ἥνωσεν, παρεσκεύασε δὲ αὐτον συμμετασχεῖν αὐτῷ πάσης τῆς τιμῆς, ἧς αὐτὸς ἐνοικῶν Υἱος ὢν φύσει μετέχει ὡς συντελεῖν μὲν εἰς ἓν πρόσωπον, κατά γε τὴν πρὸς αὐτὸν ἕνωσιν, πάσης δὲ αὐτῷ κοινωνεῖν τῆς ἀρχῆς· οὕτω δὲ πάντα κατεργάζεσθαι ἐν αὐτῷ, ὡς καὶ τὴν τοῦ παντὸς κρίσιν τε καὶ ἐξέτασιν δι' αὐτοῦ τε καὶ τῆς αὐτοῦ παρουσίας ἐπιτελεῖν τῆς διαφορᾶς ἐν τοῖς κατὰ τὴν φύσιν χαρακτηρίζουσι δῆλον ὅτι νοουμένης.

Ὥσπερ τοίνυν ἡμεῖς εἰ καὶ ὲν τῷ μέλλοντι τελείως ἐσόμεθα τῷ πνεύματι τό τε σῶμα καὶ τὴν ψυχὴν κυβερνώμενοι, ἀλλ' οὖν γε μερικήν τινα ἐντεῦθεν ὥσπερ ἀπαρχὴν ἔχομεν, καθ' καὶ βοηθούμενοι τῷ πνεύματι, οὐχὶ κατακολουθεῖν τοῖς λογισμοῖς τῆς ψυχῆς ἀναγκαζόμεθα, οὕτω καὶ Κύριος, εἰ καὶ μετὰ ταῦτα παντελῶς ἔσχεν ἐν αὐτῳ καθόλου τὸν Θεὸν ἐνεργοῦντα Λόγον, ἀχώριστον ἔχων πρὸς αὐτον πᾶσαν ἐνέργειαν, ἀλλ' οὖν γε καὶ πρὸ τούτου πλεῖστον ὅσον εἶχεν ἐπιτελοῦντα ἐν αὐτῷ τὰ πλεῖστα τῶν δεόντων, συγχωρούμενος μὲν τέως πρὸ τοῦ σταυροῦ διὰ τὴν χρείαν οἰκείᾳ προθέσει τὴν ὑπὲρ ἡμῶν ἀρετὴν πληροῦν, παρορμώμενος δὲ ὑπ' αὐτοῦ κἀν τούτοις καὶ ῥωννύμενος πρὸς τὴν παντελῆ τῶν προσηκόντων ἐκπλήρωσιν. Ἔσχε μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἐν τῇ κατὰ τὴν μήτραν διαπλάσει τὴν πρὸς αὐτον ἕνωσιν. Ἐφ' ἡλικίας δὲ γεγονὼς καθ' ἣν διάκρισις ἐγγίνεσθαι πέφυκε τοῖς ἀνθρώποις τῶν τε καλῶν καὶ τῶν μὴ τοιούτων, μᾶλλον δὲ καὶ πρὸ τῆς ἡλικίας ἐκείνης, συντομώτερόν τε πολλῷ καὶ ταχύτερον τῶν λοιπῶν ἀνθρώπων τὴν διακριτικὴν τῶν τοιούτων δύναμιν ἐπεδείξατο· ἐπει καὶ τοῖς λοιποις ἀνθρώποις οὐ πᾶσιν ὁμοίως κατὰ τὸν αὐτὸν καιρὸν τῆς διακρίσεως ἐγγίνεται δύναμις, τῶν μὲν ταχύτερον πλείονι τῇ φρονήσει τοῖς δέουσιν ἐπιβαλλόντων, τῶν δὲ πλείονι τῷ χρόνῳ τῇ γυμνασίᾳ τοῦτο προσκτωμένων. Ὃπερ δὴ ἐξαιρέτως αὐτῳ παρὰ τοὺς λοιποὺς ὀξύτερον κατὰ τὴν κοινὴν τῶν λοιπῶν ἡλικίαν προσγέγονεν, εἰκότως καὶ κατὰ τὰ ἀνθρώπινα ἔχειν τι πλεόν ὀφείλοντος, ὅσῳ περ οὐδὲ κατὰ τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων ἐτέτεκτο συνδυασμοῦ ἀνδρός τε καὶ γυναικὸς, ἀλλ' ὑπὸ τῆς θείας τοῦ Πνεύματος ἐνεργείας διέπλαστο.

Εἰχέν τε καὶ ῥοπὴν οὐ τὴν τυχοῦσαν προς τὰ κρείττω τῇ προς τὸν Θεὸν Λόγον ἑνώσει, ἧς καὶ ἠξίωτο κατὰ πρόγνωσιν τοῦ Θεοῦ Λόγου, ἄνωθεν αὐτὸν ἑνώσαντος ἑαυτῷ. Οὕτω δὴ τούτων ἁπάντων ἕνεκεν εὐθὺς μετὰ τῆς διακρίσεως ἔσχε μὲν πολλὴν πρὸς τὸ κακὸν τὴν ἀπέχθειαν, ἀσχέτῳ δὲ στοργῇ πρὸς τὸ καλὸν ἑαυτὸν συνάψας, ἀνάλογόν τε τῇ οἰκείᾳ προθέσει, καὶ τὴν τοῦ θεοῦ Λόγου συνέργειαν δεχόμενος, ἄτρεπτος λοιπὸν τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς διετηρεῖτο. Τοῦτο μὲν αὐτὸς οὕτως ἔχων γνώμης, τοῦτο δὲ τῆς προθέσεως οὕτω διατηρουμένης αὐτῷ τῇ τοῦ Θεοῦ Λόγου συνεργαίᾳ· καὶ μετῄει μὲν σὺν εὐμαρείᾳ πλείστῃ ἐπ' ἀκριβεστάτην ἀρετὴν, εἴ τε τὸν νόμον φυλάττων πρὸ τοῦ βαπτίσματος, εἴ τε τὴν ἐν τῇ χάριτι μετιὼν πολιτείαν μετὰ τὸ βάπτισμα, ἧς δὴ καὶ ἡμῖν τὸν τύπον παρείχετο, ὁδός τις ἡμῖν ἐπὶ τοῦτο καθιστάμενος. Οὕτω δὲ λοιπὸν μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπιδείξας ἑαυτὸν, καὶ ἐκ τῆς οἰκείας γνώμης τῆς ἑνώσεως ἄξιον, προσειληφὼς δὲ ταύτῃ καὶ πρὸ τούτου ἐν αὐτῇ τῇ διαπλάσει τῇ τοῦ Δεσπότου εὐδοκιᾳ, ἀκριβῆ λοιπὸν καὶ τῆς ἑνώσεως παρέχεται τὴν ἀπόδειξιν, οὐδεμίαν ἔχων κεχωρισμένην καὶ ἀποτετμημένην ἐνέργειαν τοῦ Θεοῦ Λόγου, ἐχων δὲ ἅπαντα ἐν ἑαυτῷ διαπραττόμενον τὸν Θεὸν Λόγον διὰ τὴν πρὸς ἑαυτὸν ἕνωσιν.