SYNESIUS - LETTER 105 (to his brother)

 

 

Subscription Version of Text
With translation, & more background info

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Letters, 105 (to his brother)

Greek text from Migne PG, Vol. 66, Col. 1481

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἀνόητος ἂν εἴην, εἰ μὴ πολλὴν χάριν εἰδείην Πτολεμαίοις, ὅτι με τοσούτων ἀξιοῦσιν, ὅσων οὐδὲ αὐτὸς ἐμαυτόν. Ἀλλ οὐκ εἰ μεγάλα χαρίζονται, τοῦτο προσήκει σκοπεῖν· ἀλλ εἰ λαβεῖν ἐμοὶ δυνατά. Τὸ γὰρ ἄνθρωπον ὄντα, μικροῦ θείας καρποῦσθαι τιμὰς, δικαίῳ μὲν ὄντι τυγχάνειν, ἥδιστον εἰς ἀπόλαυσιν ἔρχεται· λειπομένῳ δὲ παραπολὺ τῆς ἀξίας, ἐλπίδα πικρὰν ὑποτείνει τοῦ μέλλοντος. Οὐ γὰρ νεώτερόν ἐστι τὸ δέος, ἀλλὰ καὶ λίαν ἀρχαῖον, τὸ, μή τι παρὰ Θεὸν ἀμπλακὼν, τιμὰν πρὸς ἀνθρώπων ἐφεύρω.

Ἐγὼ δὲ καταμανθάνων ἐμαυτὸν, εὑρίσκω παντάπασιν ἐνδεέστερον, ὡς ἁρμόσαι τῇ τῆς ἱερωσύνης σεμνότητι. Καὶ δῆτα διαλέξομαι πρὸς σὲ περὶ τῶν τῆς ἐμαυτοῦ ψυχῆς κινημάτων. Οὐ γὰρ ἔχω πρὸς ὅντινα ἄλλον ἀντὶ τῆς σῆς φίλης, καὶ συντρόφου μοι κεφαλῆς. Σὲ γὰρ εἰκὸς καὶ μετέχειν μοι τῶν ἴσων φροντίδων, καὶ νύκτωρ ἀγρυπνεῖν καὶ μεθ ἡμέραν σκοπεῖν, ὅπως ἂν ἀγαθόν τί μοι γένηται, καὶ ὅπως ἂν κακόν τι διαφύγοιμι. Ἄκουε τοίνυν ὡς ἔχει τἀμὰ, τὰ πλείω δ ἂν αὐτῶν καὶ εἰδείης.
Μικρὸν ἀράμενος φορτίον, καλῶς ἐνεγκεῖν μοι δοκῶ τὸ μέχρι τοῦδε, φιλοσοφίαν. Διὰ δὲ τὸ δόξαι μὴ παντάπασιν αὐτῆς ἁμαρτάνειν, ἐπαινεθεὶς ὑπ ἐνίων, ἀξιοῦμαι μειζόνων παρὰ τῶν οὐκ εἰδότων κρῖναι ψυχῆς ἐπιτηδειότητα.
Φοβοῦμαι δὲ μὴ χαῦνος γενόμενος, καὶ προσιέμενος τὴν τιμὴν, ἀμφοῖν διαμάρτω, τοῦ μὲν ὑπεριδὼν, τοῦ δὲ τῆς ἀξίας οὐκ ἐφικόμενος. Σκόπει γὰρ οὕτω. Δύο τούτοις ἑκάστοτε μερίζω τὸν χρόνον, παιδιᾷ, καὶ σπουδῇ. Καὶ σπουδάζων ἴδιός εἰμι, μάλιστά γε τὰ θεῖα. Καὶ παίζων κοινότατος. Οἶσθα γὰρ ὡς ὅταν ἀνακύψω τῶν βιβλίων, ἐπιῤῥεπής εἰμι πρὸς ἅπασαν παιδιάν. Πολιτικῆς δὲ φροντίδος ἀμοιρῶ καὶ φύσει, καὶ μελέτῃ.
Τὸν δὲ ἱερέα, ἄνδρα δεῖ θεσπέσιον εἶναι, ὅν γε πρὸς μὲν παιδιὰν ἅπασαν, ἴσα καὶ Θεῷ, ἀμείλικτον εἶναι χρή· ὃς ἵνα τηρῇ τὴν ὑπόθεσιν, ὑπὸ μυρίων ὀμμάτων φρουρεῖται· ὧν οὐδὲν μικρὸν ὄφελος, εἰ μή τις εἴη κατεσκευασμένος σύννους τε καὶ πρὸς ἅπασαν γλυκυθυμίαν ἀνένδοτος. Τὰ δέ γε πρὸς τὸν Θεὸν, οὐκ ἂν ἴδιος, ἀλλὰ κοινότατος εἴη, νομοδιδάσκαλος ὢν, καὶ νενομισμένα φθεγγόμενος. Χρὴ δὲ αὐτὸν καὶ πράγματα πράττειν, ὅσα πάντες ἅμα· Τὰ γὰρ ἁπάντων μόνον δεῖ πράττειν, πάσαις αἰτίαις ἐνέχεσθαι.
Πῶς οὖν οὐκ εὐμεγέθους ψυχῆς καὶ κρατίστης, ἐνέγκαι τοσοῦτον ὄγκον φροντίδων, καὶ μὴ κατακλύσαι τὸν νοῦν, καὶ μὴ κατασβεσθεῖσαν ἐν τῇ ψυχῇ περιϊδεῖν τὴν μοῖραν τὴν θείαν, οὕτω παντοδαπῶν ἐπιτηδευμάτων ἀπαγόντων [γρ. ἀπαγόντων] αὐτόν; Εὖ οἶδα ὅτι δυνατὸν ἐνίοις τοῦτο· καὶ μακαρίζω τὰς φύσεις αὐτῶν, κἀκείνους ἀληθῶς εἶναι ἡγοῦμαι τοὺς θείους ἄνδρας· οὓς τὸ ὁμιλεῖν πάνυ πράγμασιν ἀνθρωπίνοις μὴ ἀποκόπτει τοῦ θείου.
Ἀλλὰ καὶ αὐτὸν [γρ. ἐμαυτὸν] οἶδα εἰς ἄστυ τε κατιόντα, καὶ ἀπ ἄστεος ἀνιόντα, καὶ ἐνειλούμενον τοῖς πρὸς τὰ γεώδη μεθέλκουσι [γρ. με ἕλκ.], καὶ ἐμπιπλάμενον κηλῖδος, οὐκ ἂν εἴποι τις ὅσης. Τῷ γὰρ οἰκείους εἶναί μοι καὶ πάλαι μολυσμοὺς, καὶ τὸ τυχὸν μέρος ἐπιγινόμενον εἰς προσθήκην μέγα συμβάλλεται. Ῥώμη δ οὐκ ἔστι μοι, καὶ τἄνδον [γρ. τά τε ἔνδον] οὐχ ὑγιῆ, καὶ πρὸς τὸ ἐκτὸς ἀρκεῖν οὐχ οἷός τέ εἰμι, καὶ πολλοῦ δέω τὴν ἐκ τοῦ συνειδότος φέρειν ἀνίαν. Καὶ ὁσάκις ἄν μέ τις ἔροιτο [γρ. ἔρηται], λέγειν διαῤῥήδην οὐκ ἀναδύομαι, ὡς τὸν ἱερέα διὰ πάντων. Ἀκηλίδωτον εἶναι προσήκει πολλῷ τῷ περιόντι, ὡς καὶ ἑτέρους τῶν μιασμάτων ἐκπλυνοῦντα.
Κἀκεῖνο δεῖ προσεῖναι τοῖς πρὸς τὸν ἀδελφὸν γράμμασι. Πάντως δὲ ἀναγνώσονται συχνοὶ τὴν ἐπιστολήν. Καὶ γὰρ οὐχ ἥκιστα τούτου χάριν αὐτὴν ὑπηγόρευσα, τοῦ πᾶσι καταφανὲς εἶναι, τὸ πρᾶγμα δεδιώς· ὡς τι ἂν ἀποβῇ, καὶ πρὸς Θεοῦ, καὶ πρὸς ἀνθρώπων ἀναίτιος , καὶ οὐχ ἥκιστα πρὸς τοῦ πατρὸς Θεοφίλου. Τιθεὶς γὰρ ἐν μέσῳ τἀμὰ, καὶ διδοὺς ἐξ ἁπάντων αὐτῷ βουλεύσασθαι περὶ ἡμῶν, πῶς ἂν ὑπαίτιος εἴην; Ἐμοὶ τοιγαροῦν τε Θεὸς, τε νόμος, τε ἱερὰ Θεοφίλου χεὶρ, γυναῖκα ἐπιδέδωκε. Προαγορεύω τοίνυν ἅπασι, καὶ μαρτύρομαι, ὡς ἔγωγε ταύτης οὔτε ἀλλοτριώσομαι καθάπαξ, οὔτε ὡς μοιχὸς αὐτῇ λάθρα συνέσομαι. Τὸ μὲν γὰρ ἥκιστα εὐσεβές· τὸ δὲ ἥκιστα νόμιμον. Ἀλλὰ βουλήσομαί τε καὶ εὔξομαι συχνά μοι πάνυ καὶ χρηστὰ γενέσθαι παιδία. Ἕν δὴ τοῦτο δεῖ τὸν κύριον τῆς χειροτονίας μὴ ἀγνοῆσαι· μαθέτω δὲ αὐτὸ παρὰ τῶν ἀμφὶ τὸν ἑταῖρον Παῦλον, καὶ Διονύσιον, οὓς πρεσβευτὰς ᾑρῆσθαι παρὰ τοῦ δήμου πυνθάνομαι. Ἐκεῖνο δὲ οὐδὲν δεῖ μαθεῖν αὐτὸν, ἀλλ ὑπομνησθῆναι· διαλέξομαι δὲ πλείω περὶ αὐτοῦ· Καὶ γὰρ ἂν ἅπαντα τἄλλα μικρὰ πρὸς ἕν τις ἂν τοῦτο θεῖτο.
Χαλεπόν ἐστιν, εἰ μὴ καὶ λίαν ἀδύνατον, εἰς ψυχὴν τὰ δι ἐπιστήμης εἰς ἀπόδειξιν ἐλθόντα δόγματα σαλευθῆναι. Οἶσθα δ ὅτι πολλὰ φιλοσοφία τοῖς θρυλλουμένοις τούτοις ἀντιδιατάττεται δόγμασιν. Ἀμέλει τὴν ψυχὴν οὐκ ἀξιώσω ποτὲ σώματος ὑστερογενῆ νομίζειν. Τὸν κόσμον οὐ φήσω καὶ τἄλλα μέρη συνδιαφθείρεσθαι. Τὴν καθωμιλημένην ἀνάστασιν ἱερόν τι καὶ ἀπόῤῥητον ἥγημαι, καὶ πολλοῦ δέω ταῖς τοῦ πλήθους ὑπολήψεσιν ὁμολογῆσαι. Νοῦς μὲν οὖν φιλόσοφος ἐπόπτης ὢν τἀληθοῦς, συγχωρεῖ τῇ χρείᾳ τοῦ ψεύδεσθαι [γρ. ψεύδους]. Ἀνάλογον γὰρ ἔστι φῶς πρὸς ἀλήθειαν, καὶ ὄμμα πρὸς δῆμον. οὖν ὀφθαλμὸς εἰς κακὸν ἂν ἀπολαύσειεν ἀπλήστου φωτὸς καὶ τοῖς ὀφθαλμιῶσι τὸ σκότος ὠφελιμώτερον· ταύτῃ καὶ τὸ ψεῦδος ὄφελος εἶναι τίθεμαι δήμῳ, καὶ βλαβερὸν τὴν ἀλήθειαν τοῖς οὐκ ἰσχύουσιν ἐνατενίσαι πρὸς τὴν τῶν ὄντων ἐνάργειαν.
Εἰ ταῦτα καὶ οἱ τῆς καθ ἡμᾶς ἱερωσύνης συγχωροῦσιν ἐμοὶ νόμοι, δυναίμην ἂν ἱερᾶσθαι, τὰ μὲν οἴκοι φιλοσοφῶν, τὰ δ ἔξω φιλομυθῶν· εἰ μὴ διδάσκων, ἀλλ οὐδὲ μέντοι μεταδιδάσκων, μένειν δ ἐῶν ἐπὶ τῆς προλήψεως. Εἰ δέ φασιν οὕτω δεῖν καὶ κινεῖσθαι, καὶ δῆμον εἶναι τὸν ἱερέα ταῖς δόξαις, οὐκ ἂν φθάνοιμι φανερὸν ἐμαυτὸν ἅπασι καθιστάς. Δήμῳ γὰρ δὴ καὶ φιλοσοφίᾳ τί πρὸς ἄλληλα; τὴν μὲν ἀλήθειαν τῶν θείων ἀπόῤῥητον εἶναι δεῖ· τὸ δὲ πλῆθος ἑτέρας ἕξεως δεῖται. Αὖθις δὲ καὶ πολλάκις ἐρῶ, μηδεμιᾶς ἀνάγκης παρούσης, οὔτ ἐλέγχειν σοφὸν, οὔτ ἐλέγχεσθαι.
Καλούμενος δ εἰς ἱερωσύνην οὐκ ἀξιῶ προσποιεῖσθαι δόγματα. Ταῦτα Θεόν, ταῦτα ἀνθρώπους μαρτύρομαι. Οἰκεῖον ἀλήθεια Θεῷ, διὰ πάντων ἀναίτιος εἶναι βούλομαι. Ἕν τοῦτο μόνον οὐχ ὑποκρίνομαι. Ἐπεὶ καὶ φιλοπαίγμων ὤν (ὅς γε παιδόθεν αἰτίαν ἔσχον ὁπλομανεῖν τε καὶ ἱππομανεῖν πέρα τοῦ δέοντος), ἀνιάσομαι μέν· τί γὰρ καὶ πάθω τὰς φιλτάτας κύνας ἀθήρους ὁρῶν, καὶ τὰ τόξα θριπήδεστα; Καρτερήσω δέ, ἂν ἐπιτάττῃ Θεός. Καὶ μισόφροντις ὢν ὀδυνήσομαι μέν, ἀνέξομαι δὲ δικιδίων, καὶ πραγμάτων, λειτουργίαν τινὰ ταύτην, εἰ καὶ βαρεῖαν, ἐκπιμπλὰς τῷ Θεῷ. Δόγματα δὲ οὐκ ἐπηλυγάσομαι, οὐδὲ στασιάσει μοι πρὸς τὴν γλῶτταν γνώμη.
Οὕτω φρονῶν, οὕτω λέγων ἀρέσκειν οἶμαι Θεῷ. Οὐ βούλομαι δὲ καταλελεῖφθαί τινι [γρ. τινα] περὶ ἐμοῦ λόγον, ὡς ἀγνοηθεὶς ἥρπασα τὴν χειροτονίαν· Ἀλλ εἰδὼς θεοφιλέστατος πατὴρ Θεόφιλος, καὶ ὡς ἐπίσταται, σαφές μοι ποιήσας, οὕτω βουλευσάσθω περὶ ἐμοῦ. γὰρ κατὰ χώραν ἐάσει μένειν ἐπ ἐμαυτοῦ φιλοσοφοῦντα· τοῦ μετὰ ταῦτα κρίνειν, καὶ διαγράφειν ἡμᾶς τοῦ χοροῦ τῶν ἱερέων ἑαυτῷ χώραν οὐχ ὑπολείψει. Πρὸς ταῦτα λῆρός ἐστιν ἅπασα γνώμη. Τὸ γὰρ ἀληθὲς, εὖ οἶδ ὅτι τῷ Θεῷ προσφιλέστατον. Καὶ νὴ τὴν ἱεράν σου κεφαλήν, καὶ ἔτι πρὸ ταύτης, νὴ τὸν ἔφορον ἀληθείας Θεόν, ἄχθομαι μέν. Πῶς γὰρ οὐ μέλλω, δεῆσαν ὥσπερ εἰς βίον ἀπὸ βίου μετασκευάζεσθαι;
Εἰ δὲ τούτων φανερῶν γενομένων, ἅπερ οὐκ ἀξιῶ λανθάνειν, ἐγκρίνειν ἡμᾶς ἱερεῦσιν, τοῦτο δέδωκεν Θεός, ὑποδύσομαι τὴν ἀνάγκην, καὶ ὡς θεῖον σύνθημα καταδέξομαι. Λογίζομαι γὰρ ὅτι καὶ βασιλέως ἂν ἐπιτάξαντος, καὶ κακοδαίμονός τινος Αὐγουσταλίου, δίκην ἂν ἔδωκα μὴ πειθόμενος. Τῷ Θεῷ δὲ ἐθελοντὴν δεῖ πείθεσθαι. Εἰ δὲ μὴ προσίεταί με λειτουργὸν Θεός, καὶ ἐκ προοιμίων δεῖ τὸ θειότατον ἀγαπᾷν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διὰ τῶν ἐναντιωτάτων, ὁποῖόν ἐστι τὸ ψεῦδος, εἰς τὴν ὑπηρεσίαν αὐτοῦ παραδύεσθαι. Γενοῦ δὴ τοῦ τοὺς σχολαστικοὺς εἰδέναι ταῦτα, καὶ πρὸς ἐκεῖνον ἐξαγγεῖλαι.