SYNESIUS - HYMN 6

 

 

Subscription Version of Text
With translation, & more background info

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Hymn, 6

Greek text from Migne PG, Vol. 66, Col. 1609

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Μετὰ παγᾶς ἁγίας αὐτολοχεύτου

Ἀῤῥήτων ἑνοτήτων ἐπέκεινα,

Θεὸν ἄμβροτου θεοῦ κύδιμον Υἷα,

Μόνον ἐκ μόνου Πατρὸς Παῖδα θορόντα,

Στεφανώσω σοφοῖς ἄνθεσιν ὕμνων,

Ὃν βουλᾶς πατρικᾶς ἄφραστος ὠδὶς

Ἀγνώστων ἀνέδειξε Παῖδα κόλπων,

Πατρὸς λοχίους ἔφηνε καρπούς,

Καὶ φήνασα φάνη μεσσοπαγεῖς νοῦς·

 

Ἐν παγᾷ δὲ μένουσι καὶ χυθέντες,

Σοφία νόου Πατρός, κάλλεος αὐγὰ,

 

Σοὶ τεχθέντι Πατὴρ ἔνευσε τίκτειν,

Σὺ τὸ κρυπτὸν εἶ Πατρὸς σπέρμα.

Σὲ γὰρ ἀρχὰν γενέτας ἔδωκε κόσμοις,

Κατάγειν ἐκ νοερῶν σώμασι μορφάς.

Σὺ μὲν οὐρανοῦ σοφὰν ἄντυγα νωμᾷς,

 

Τὰν δ ἄστρων ἀγέλαν ἀεὶ νομεύεις.

Σὺ δὲ τᾶς ἀγγελικᾶς, Ἄναξ, χορείας,

Καὶ τᾶς δαιμονίας φάλαγγος ἄρχεις,

Σὺ δὲ καὶ φύσιν φθιτὰν ἀμφιχορεύεις,

Ἀμέριστον περὶ γᾶν πνεῦμα μερίζεις,

 

Καὶ παγᾷ τὸ δοθὲν πάλιν συνάπτεις,

Θνατοὺς ἐκ θανάτου λύων ἀνάγκας.

 

Ἱλήκοις ἐπὶ σῶν στέμμασιν ὕμνων,

Βιοτᾶς ὑμνοπόλῳ νέμων γαλάναν,

Εὐρίπων προχοὰν στῆσον ἀλῆτιν,

Τερσαίνων ὀλοοὺς κλύδωνας ὕλας·

 

Ψυχᾶς καὶ μελέων ἔρυκε νούσους.

Παθέων οὐλομέναν κοίμισον ὁρμάν·

Πλούτου καὶ πενίας ἄλαλκε κῆρας,

Ἔργοις κυδαλίμαν ὀμφὰν ὀπάσσαις.

Ἐν λαοῖς ἀγαθὰν ἄνοιγε φάμαν·

Πειθοῦς πραϋλόγου στέφ ἀώτῳ,

Ἵνα μὴ νόος δρέποι σχολὰν ἀκύμων,

Μηδ ἐν ταῖς χθονίαις στένων μερίμναις·

Ἀλλ ἐκ σῶν ὀχετῶν ὑψιφορήτων

Ὠδῖσιν σοφίας νόον κατάρδω.