SOZOMEN - ON PACHOMIUS

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 3. 14

Greek text from Migne PG, Vol. 67, Col. 1068

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Hussey version of the complete Greek text of this work (scanned text at Google Books and archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἄρξομαι δὲ ἐξ Αἰγύπτου, καὶ Μακαρίων τῶν δύο, τῶν ἀοιδιμωτάτων ἡγεμόνων τῆς Σκήτεως, καὶ τοῦ τῇδε ὄρους. Τούτοιν δὲ, μὲν Αἰγύπτιος· δὲ πολιτικὸς, ὡς ἀστὸς, ὠνομάζετο· Ἦν γὰρ τῷ γένει Ἀλεξανδρεύς. Ἄμφω δὲ ὅτι μάλιστα θεσπεσίω ἐγενέσθην καὶ θείαν πρόγνωσιν καὶ φιλοσοφίαν, καὶ δαίμοσι φοβερώ· πολλῶν τε καὶ παραδόξων πραγμάτων καὶ ἰαμάτων δημιουργώ. Τὸν δὲ Αἰγύπτιον λόγος, ὡς καὶ νεκρὸν ζῆν ἐποίησεν, ἵν ἑτερόδοξον πείσῃ νεκρῶν ἀνάστασιν ἔσεσθαι. Διεβίω δὲ ἀμφὶ τὰ ἐνενήκοντα ἔτη· ἑξήκοντα δὲ ἐκ τούτων ἐν ταῖς ἐρήμοις διέτριβεν. Αὐτίκα τε φιλοσοφεῖν ἀρχόμενος, ἔτι νέος ὢν διέπρεπεν, ὡς παιδαριογέροντα παρὰ τῶν μοναχῶν ὀνομάζεσθαι, καὶ τεσσαράκοντα ἔτη γεγονότα, χειροτονηθῆναι πρεσβύτερον. δὲ ἕτερος χρόνῳ μὲν ὕστερον πρεσβύτερος ἐγένετο· παντοδαπῆς δὲ σχεδὸν ἀσκήσεως ἐπειράθη· τὰ μὲν αὐτὸς περινοῶν· δὲ παρ ἄλλοις ἤκουσεν, ἐκ παντὸς τρόπου κατορθῶν· ὡς ὑπὸ τοῦ ἄγαν κατεσκληκέναι, μὴ φύειν τοῦ γενείου τὰς τρίχας. Ἐν τούτῳ δὲ περὶ τὸν αὐτὸν χῶρον ἐφιλοσόφουν Παμβώ τε καὶ Ἡρακλείδης, καὶ Κρόνιος, καὶ Παφνούτιος, καὶ Πουτουβάστης, καὶ Ἀρσίσιος, καὶ Σεραπίων μέγας, καὶ Πιτυρίων, ὃς παρὰ Θηβαίοις τὴν διατριβὴν εἶχε· καὶ Παχώμιος, ὃς ἀρχηγὸς ἐγένετο τῶν καλουμένων Ταβεννησιωτῶν. Σχῆμα δὲ τούτοις ἦν καὶ πολιτεία ἔν τισι παρηλλαγμένη τῆς ἄλλης μοναχικῆς· πρὸς ἀρετὴν μέντοι ὁρῶσα, καὶ τὴν ψυχὴν προσεθίζουσα, τῶν ἐπὶ γῆς καταφρονεῖν· ἄνω δὲ ὁρᾶν, ἵν εὐμαρῶς ἐπὶ τὰ οὐράνια χωροίη, ἡνίκα τοῦ σώματος ἀπαλλαγείη· διφθέρας δὲ ἀμφιέννυσθαι κατὰ μίμησιν Ἠλίου τοῦ Θεσβίτου· ἐμοὶ δοκεῖν, ὥστε ἐκ τοῦ περικειμένου δέρματος, εἰς ἀνάμνησιν ἀεὶ λαμβάνοντας τὴν ἀρετὴν τοῦ προφήτου, ἀνδρείως πρὸς τὰς ἐπιθυμίας τῶν ἀφροδισίων συντετάχθαι, καὶ ζήλῳ τῷ πρὸς αὐτὸν, καὶ ἐλπίδι ὁμοίων ἀμοιβῶν, προθυμότερον σωφρονεῖν. Λόγος δὲ καὶ τὰ ἄλλα ἐνδύματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν, συλλαμβάνεσθαι εἰς ὑπόδειγμα φιλοσοφίας τινός· μηδὲ ὡς ἔτυχε παραλλάσσειν τῶν ἄλλων. Καὶ τοὺς μὲν χιτῶνας ἀχειριδώτους ἐνδιδύσκεσθαι, παιδεύοντας μὴ ἑτοίμους ἔχειν τὰς χεῖρας εἰς ὕβριν. Τὸ δὲ ἐπὶ τῆς κεφαλῆς σκέπασμα, κουκούλλιον καλοῦσιν, ὥστε ἐπίσης ἀκεραίως καὶ καθαρῶς βιοῦν τοῖς γάλακτι τρεφομένοις παισίν, οἷς αἱ τοιαῦται τιᾶραι ἐπίκεινται, τὸ ἡγεμονικὸν σκέπουσαί τε καὶ περιθάλπουσαι. Ζώνη δὲ καὶ ἀναβολεύς, μὲν τὴν ὀσφὺν περισφίγγουσα, δὲ τοὺς ὤμους καὶ τοὺς βραχίονας ἀνέχων, ἑτοίμους εἶναι εἰς διακονίαν θεοῦ καὶ ἐργασίαν, ὧδε παρακελεύεται. Οὐκ ἀγνοῶ δὲ, ὡς περὶ τούτων ἄλλοι ἀλλοίους ἀποδεδώκασι λόγους. Ἐμοὶ δὲ ἀπόχρη τοσοῦτον εἰπεῖν. Τόν γε μὴν Παχώμιόν φασι μόνον ἐν σπηλαίῳ τὰ πρῶτα φιλοσοφῆσαι. Προφανέντα δὲ αὐτῷ θεῖον ἄγγελον, παρακελεύσασθαι νέους ἀθροῖσαι μοναχοὺς, καὶ συνεῖναι αὐτοῖς. Εὖ γὰρ τὰ κατ αὐτὸν ἐν φιλοσοφίᾳ κατωρθωκέναι, καὶ χρῆναι συνοικιῶν ἡγούμενον ὠφελεῖν πολλούς. Ἄγειν δὲ αὐτοὺς νόμοις οἷς ἂν δοίη· δεδωκέναι δὲ αὐτῷ δέλτον, ἣν ἔτι φυλάττουσιν. Ἐνοῦσα δὲ ταύτῃ γραφὴ προσέταττε συγχωρεῖν ἑκάστῳ, ὡς ἂν οἷός τε ἦν, φαγεῖν καὶ πιεῖν, καὶ ἐργάζεσθαι, νηστεύειν τε, καὶ μή. Τοῖς μέντοι ῥωμαλεωτέροις ἐσθίουσι, τὰ ἐπιπονώτερα τῶν ἔργων ἐπιτρέπειν· τὰ δὲ εὐχερῆ, τοῖς ἀσκουμένοις. Οἰκήματα δὲ μικρὰ κατασκευάσαι πολλά, καὶ καθ ἕκαστον οἴκημα τρεῖς καταμένειν· ὑπὸ ἕνα δὲ οἶκον πάντας τροφῆς μεταλαμβάνειν· σιγῇ τε ἐσθίειν, καὶ καθῆσθαι παρὰ τὰς τραπέζας ἐπικεκαλυμμένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾷν, μήτε ἄλλο τι, πλὴν τῆς τραπέζης καὶ τῶν προκειμένων. Ξένον δὲ μὴ συνεσθίειν αὐτοῖς, μόνον εἰ μὴ παροδεύων ἐπιξενωθείη· τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον, πρότερον ἐπὶ τριετίαν τὰ χαλεπώτερα τῶν ἔργων πονεῖν, καὶ οὕτω μετέχειν τῆς αὐτῶν συνοικίας. Διφθέρας δὲ ἀμφιέννυσθαι, καὶ τιάραις ἐρίναις τὰς κεφαλὰς σκέπεσθαι. Κατασημαίνεσθαι δὲ ταύτας τὰς τιάρας οἱονεὶ κέντροις πορφυροῖς προσέταξε. Χιτῶσι δὲ λινοῖς καὶ ζώναις κεχρῆσθαι, καὶ ἐζωσμένους σὺν τοῖς χιτωνίοις καὶ ταῖς διφθέραις καθεύδειν, καθημένους ἐν οἰκοδομητοῖς θρόνοις, ἑκατέρωθεν περιπεφραγμένοις, ὥστε τὴν ἑκάστου συνέχειν στρωμνήν. Τῇ δὲ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος, ἐπὶ κοινωνίᾳ τῶν θείων μυστηρίων τῷ θυσιαστηρίῳ προσιόντας, τὰς ζώνας λύειν, καὶ τὰς διφθέρας ἀποτίθεσθαι· δωδέκατον δὲ πάσης τῆς ἡμέρας εὔχεσθαι, καὶ πρὸς ἑσπέραν ὁμοίως· τοσαυτάκις δὲ καὶ νύκτωρ· ἐννάτῃ δὲ ὥρᾳ, τρίτον. Ἡνίκα δὲ μέλλοιεν ἐσθίειν, ἑκάστης εὐχῆς προᾴδειν ψαλμόν. Πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν, καὶ ἐπονομάσαι ταῦτα τοῖς Ἑλλήνων στοιχείοις· καὶ ὅπως ἔχοι βίου καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι. Οἷον, ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ζ ξ, καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἔστι πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προαίρεσιν τοῦ τάγματος. Κατὰ τούτους τοὺς νόμους, τοὺς ἰδίους μαθητὰς ἦγεν Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος, καὶ θεοφιλὴς εἰς άγαν, ὡς προειδέναι τὰ ἐσόμενα, καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. Διέτριβε δὲ ἐν Ταβέννῃ νήσῳ τῆς Θηβαΐδος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται. Ὑπὸ δὲ τούτους τοὺς νόμους πολιτευόμενοι, ὀνομαστότατοι ἐγένοντο, καὶ εἰς πλῆθος τῷ χρόνῳ ἐπέδοσαν, ὡς εἰς ἑπτακισχιλίους ἄνδρας συντελεῖν. μὲν γὰρ ἐν Ταβέννῃ νήσῳ συνοικία, μεθ ὧν αὐτὸς Παχώμιος διέτριβεν, ἀμφὶ τοὺς χιλίους καὶ τριακοσίους εἶχεν· οἱ δὲ κατὰ τὴν Θηβαΐδα, καὶ τὴν ἄλλην Αἴγυπτον οἰκοῦσι. Μία δὲ καὶ αὐτὴ ἀγωγὴ πᾶσι, καὶ κοινὰ πάντων τὰ πάντα· καθάπερ δὲ μητέρα τὴν ἐν Ταβέννῃ νήσῳ συνοικίαν ἡγοῦντο· πατέρας δὲ καὶ ἄρχοντας, τοὺς ἐνθάδε ἡγουμένους.