SOZOMEN - ATHANASIUS AND THE COUNCIL OF TYRE, 335

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 2. 25

Greek text from Migne PG, Vol. 67, Col. 1000

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Hussey version of the complete Greek text of this work (scanned text at Google Books and archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἀθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα, καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζε, καὶ κατηγόρων ἐπήγειρον πλῆθος. Παρ ὧν ὀχλούμενος βασιλεὺς, σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. Εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου, καὶ τοῦ Νικομηδείας καὶ τῶν ἀμφ αὐτοὺς δείσας τὴν σκαιωρίαν. Ἀλλὰ τότε μὲν, καίτοι συνελθεῖν ἀναγκαζόμενος, ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνεβάλετο. Μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς, ἧκεν εἰς Τύρον. Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν Ἕω ἐπισκόπων, ἐκέλευον αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. Κατηγόρουν δὲ αὐτοῦ τοῦ μέρους Ἰωάννου, Καλλίνικος ἐπίσκοπος, καὶ Ἰσχυρίων τις, ὅτι μυστικὸν ποτήριον συνέτριψε, καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον· καὶ Ἰσχυρίωνα τοῦτον πρεσβύτερον ὄντα πολλάκις καθεῖρξε, καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν Αἰγύπτου ὕπαρχον ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν παρεσκεύασε· Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου Ἐκκλησίας, καὶ μετὰ Ἀλεξάνδρου συναγόμενον, καθεῖλεν· ὅτι γέ, φησι, παρῃτεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρῖφθαι ὑπονοουμένου μυστικοῦ ποτηρίου· Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου Ἐκκλησίαν ἐπέτρεψεν, αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰκισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. Καὶ Εὔπλους δὲ καὶ Παχώμιος, καὶ Ἰσαὰκ καὶ Ἀχιλλεὺς καὶ Ἑρμαίων, τῶν ἀμφ Ἰωάννην ἐπίσκοποι, πληγῶν αὐτοῦ κατηγόρουν. Κοινῇ δὲ πάντες, ὡς δι ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, ὑποθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν. Ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας τῆς πρὸς αὐτὸν κοινωνίας· τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς ἐμβαλεῖν. Ἐπὶ τούτοις τε καὶ τὰ κατὰ Ἀρσένιον ἀνεκινεῖτο. Καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. Καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν Ἀλεξάνδρειαν λαῶν δι αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων. δὲ Ἀθανάσιος ἀπολογήσασθαι προσταχθείς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον, τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο· τῶν δὲ πρὸς ἐπίσκεψιν ὑπέρθεσιν ᾔτησεν. Ἠπόρει δὲ λίαν, καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους, καὶ μάρτυρας πολλοὺς κατ αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ Ἀρείου καὶ Μελιτίου φρονούντων, καὶ τοὺς συκοφάντας, ἐφ οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους· καὶ μάλιστα ἐπὶ τῇ κατὰ Ἀρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν· καὶ γυναῖκά τινα, δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι, καὶ νύκτωρ ἀκούσῃ συνδιαφθαρῆναι ἐνεκαλεῖτο. Ἑκατέρα γραφὴ γελοία ἐφωράθη, καὶ συκοφαντίας ἀνάπλεως. Ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα γυνή, παρεστὼς Ἀθανασίῳ Τιμόθεος Ἀλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον. Ἐγώ σε, ἔφη, ἐβιασάμην, γύναι; δέ· Ἀλλ οὐ σύ; καιρὸν λέγουσα καὶ τόπον ἐν δῆθεν βεβίαστο. Ἀρσένιον δὲ εἰς μέσον παρήγαγε, καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἐπέδειξε τοῖς δικασταῖς· καὶ ἐδεῖτο αὐτῶν, εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. Ἔτυχε γὰρ Ἀρσένιος οὗτος, θειόθεν ἐλαυνόμενος, , ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων Ἀθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δι αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ, καὶ πρὸ μιᾶς τοῦ δικαστηρίου κατάρας εἰς Τύρον. Ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνόδου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις. Πρὸς δὲ τὸ δεύτερον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις ἐπίσκοπος τῶν ὑπὸ Ἀθανάσιον, κατὰ πρόσταξιν αὐτοῦ τὴν Ἀρσενίου οἰκίαν κατέφλεξε· καὶ κίονι προσδήσας, καὶ ἱμᾶσιν αἰκισάμενος ἐν οἰκίσκῳ καθεῖρξε· Διὰ θυρίδος δὲ ἀποδρᾶσαι τοῦτον· καί ἐπειδὴ ζητητέος ἦν, ἐπὶ χρόνον λαθεῖν κρυπτόμενον, μὴ φαινόμενον δὲ εἰκότως ἀποθανεῖν νομισθῆναι. Καὶ οἷά γε ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν, οἱ ἀμφὶ τὸν Ἰωάννην ἐπίσκοποι ἐζήτουν αὐτὸν, προσιόντες τοῖς ἄρχουσι. Ταῦτ οὖν λογιζόμενος Ἀθανάσιος, περιδεὴς ἦν· ἅμα δὲ ὑφωρᾶτο, μὴ καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες λάθρα ἀνέλωσιν αὐτόν. Μετὰ πολλὰς δὲ συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους, πάσῃ μηχανῇ χρῆναι αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα, καὶ βίαιον, καὶ ἱερωσύνης ἀνάξιον· δείσαντες οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα, μή, ὡς εἰκὸς, ἐν στάσει καταδραμόντες, αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα αὐτὸν ὑπεξήγαγον τοῦ δικαστηρίου. δὲ, λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ, οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. Καταδικάζουσι δὲ αὐτοῦ ἐρήμην σύνοδος καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς, καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν Ἀλεξάνδρειαν οἰκεῖν, ἵνα μή, φησι, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται. Ἰωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας, ὡς οὐ δικαίως κακῶς παθόντας, εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα ἑκάστῳ διέδωκαν. Δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ, καὶ γράφουσι τοῖς πανταχῇ ἐπισκόποις, μὴ μεταδοῦναι αὐτῷ κοινωνίας, μήτε γράφειν, μήτε παρ αὐτοῦ γράμματα δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν καὶ διὰ τῆς φυγῆς, καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. Ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς, ἐπὶ τοιαύτην προῆχθαι ψῆφον· πρῶτον μὲν ὅσα χαλεπαίνοντες, καθότι, τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ, συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν Ἕω ἐπισκόπους, οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν, καὶ τῶν τοῦ κρατοῦντος προσταγμάτων καταφρονήσας. Πλειόνων δὲ συνελθόντων εἰς Τύρον, ἅμα πλήθει ἀφίκετο, καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ· πῆ μὲν τὰς ἀπολογίας παρακρουόμενος, πῆ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων· ἄλλοτε δὲ καλούμενος ὑπ αὐτῶν, μὴ ὑπακούων· ποτὲ κρίνεσθαι μὴ ἀξιῶν. Περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τούτῳ προϊσχόμενοι, Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον, καὶ Μάριν τὸν Χαλκηδόνος, καὶ Θεόδωρον τὸν Ἡρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον· οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην ἔνθα συντετρῖφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. Τοιαῦτα ἔγραψαν, καθ ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι, καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες. Οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν, καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. Λέγεται οὖν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς, ἐξαναστῆσαι Μάξιμον τὸν Ἱεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων, ὁμολογητὰς αὐτοὺς ὄντας, καὶ δι εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους, καὶ τὰς ἀγκύλας πεπηρωμένους.