SOZOMEN - ON ARIUS

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 1. 15

Greek text from Migne PG, Vol. 67, Col. 904

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Hussey version of the complete Greek text of this work (scanned text at Google Books and archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Ἀλλὰ γὰρ καίπερ ὧδε καὶ διὰ πάντων τῶν ἄλλων τῆς θρησκείας εὐδοκιμούσης, ἐριστικαί τινες διαλέξεις ἐτάραττον τὰς Ἐκκλησίας, ἐπὶ προφάσει δῆθεν εὐσεβείας, καὶ τῆς τοῦ Θεοῦ τελείας εὑρέσεως, εἰς ζήτησιν ἄγουσαι τὰ πρότερον ἀνεξέταστα. Ἦρξε δὲ τούτων τῶν λόγων Ἄρειος, πρεσβύτερος τῆς κατ Αἴγυπτον Ἀλεξανδρείας. Ὃς ἐξ ἀρχῆς σπουδαῖος εἶναι περὶ τὸ δόγμα δόξας, νεωτερίζοντι Μελιτίῳ συνέπραττε· καταλιπὼν δὲ τοῦτον, ἐχειροτονήθη διάκονος παρὰ Πέτρου τοῦ Ἀλεξανδρέων ἐπισκόπου· καὶ πάλιν αὖ παρ αὐτοῦ τῆς Ἐκκλησίας ἐξεβλήθη, καθότι Πέτρου τοὺς Μελιτίου σπουδαστὰς ἀποκηρύξαντος, καὶ τὸ αὐτῶν βάπτισμα μὴ προσιεμένου, τοῖς γινομένοις ἐπέσκηπτε, καὶ ἠρεμεῖν οὐκ ἠνείχετο. Ἐπεὶ δὲ Πέτρος ἐμαρτύρησε, συγγνώμην αἰτήσας Ἀχιλλᾶν, ἐπετράπη διακονεῖν· καὶ πρεσβυτερίου ἠξιώθη. Μετὰ δὲ ταῦτα καὶ Ἀλέξανδρος ἐν τιμῇ εἶχεν αὐτόν. Διαλεκτικώτατος δὲ γενόμενος, ἐλέγετο γὰρ μηδὲ τῶν τοιούτων ἀμοιρεῖν μαθημάτων, εἰς ἀτόπους ἐξεκυλίσθη λόγους· ὡς τοῦτο πρότερον παρ ἑτέρου μὴ εἰρημένον, τολμῆσαι ἐν ἐκκλησίᾳ ἀποφήνασθαι, τὸν Υἱὸν τοῦ Θεοῦ ἐξ οὐκ ὄντων γεγενῆσθαι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν ὑπάρχειν, καὶ κτίσμα καὶ ποίημα, καὶ ἄλλα πολλά, λέγειν εἰκὸς τὸν τούτοις συνιστάμενον, εἰς διαλέξεις προϊόντα καὶ τὰς κατὰ μέρος ζητήσεις. Λαβόμενοι δέ τινες τῶν εἰρημένων, ἐμέμφοντο Ἀλέξανδρον, ὡς οὐ δέον ἀνεχόμενον τῶν κατὰ τοῦ δόγματος νεωτερισμῶν. δὲ, ὑπολαβὼν ἄμεινον εἶναι περὶ τῶν ἀμφιβόλων ἑκατέρῳ μέρει προθεῖναι λόγον, ὥστε μὴ δόξαι ἀνάγκῃ, ἀλλὰ πειθοῖ τῆς ἔριδος αὐτοὺς παύειν, κριτὴν καθίσας σὺν τοῖς ἀπὸ τοῦ κλήρου, εἰς ἅμιλλαν ἀμφοτέρους ἤγαγεν. Ὡς δὲ συμβαίνειν φιλεῖ περὶ τὰς ἔριδας τῶν λόγων, ἑκάτερος ἐπειρᾶτο νικᾷν. Συνίστατο δὲ Ἄρειος μὲν τοῖς παρ αὐτοῦ εἰρημένοις· οἱ δὲ ὡς ὁμοούσιος καὶ συναΐδιός ἐστιν Υἱὸς τῷ Πατρί. Συνεδρίου δὲ πάλιν γενομένου, τοσαύτας διαλέξεις ἀνακινήσαντες, οὐ συνέβησαν ἀλλήλοις. Ἀμφηρίστου δὲ τῆς ζητήσεως ἔτι δοκούσης εἶναι, πέπονθέ τι καὶ Ἀλέξανδρος ταπρῶτα, πῆ μὲν τούτους, πῆ δὲ ἐκείνους ἐπαινῶν. Τελευτῶν δὲ, τοῖς ὁμοούσιον καὶ συναΐδιον εἶναι τὸν Υἱὸν ἀποφαινομένοις ἔθετο· καὶ τὸν Ἄρειον ὁμοίως φρονεῖν ἐκέλευσε, τῶν ἐναντίων λόγων ἀφέμενον. Ἐπεὶ δὲ οὐκ ἔπεισεν, ἤδη δὲ πολλοὶ τῶν ἀμφ αὐτὸν, τῶν ἐπισκόπων καὶ τοῦ κλήρου, λέγειν ὀρθῶς τὸν Ἄρειον ἐνόμιζον, ἀπεκήρυξε τῆς Ἐκκλησίας αὐτόν τε καὶ τοὺς συμπράττοντας αὐτῷ περὶ τὸ δόγμα κληρικούς. Συνέπραττον δὲ αὐτῷ τῆς Ἀλεξανδρέων παροικίας, πρεσβύτεροι μὲν, Ἀειθαλᾶς καὶ Ἀχιλλᾶς, καὶ Καρπώνης τε καὶ Σαρμάτης καὶ Ἄρειος· διάκονοι δὲ, Εὐζώϊος καὶ Μακάριος, Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος. Ἐντεῦθεν δὲ καὶ τοῦ λαοῦ οὐκ ὀλίγη μοῖρα μετέθεντο πρὸς αὐτούς, οἱ μὲν ὁμοίως χρῆναι περὶ Θεοῦ νομίζειν ἡγούμενοι· οἱ δέ, τοῦτο δὴ τὸ τοῖς πολλοῖς συμβαῖνον, ὡς ἠδικημένους ἐλεοῦντες, καὶ τῆς Εκκλησίας ἀκρίτως ἐκβεβλημένους. Ἐπεὶ δὲ κατὰ Ἀλεξάνδρειαν ὧδε εἶχεν, λογισάμενοι οἱ ἀμφὶ τὸν Ἄρειον ἀναγκαῖον εἶναι τὴν εὔνοιαν προφθάσαι τῶν κατὰ πόλιν ἐπισκόπων, πρεσβεύονται πρὸς αὐτούς. Καὶ γράψαντες ὡς ἐπίστευον, ἐζήτουν εἰ μὲν ὀρθῶς ἔχει τάδε νομίζειν περὶ Θεοῦ, δηλῶσαι Ἀλεξάνδρῳ μὴ χαλεπαίνειν αὐτοῖς· εἰ δὲ μή, διδάσκεσθαι ὃν χρὴ τρόπον δοξάζειν. Οὐ μετρίως δὲ ὤνησεν αὐτοὺς τοῦτο τὸ σπουδαζόμενον. Διασπαρέντος γὰρ σχεδὸν εἰς πάντας τοῦ τοιούτου δόγματος, κοινῇ τοῖς πανταχῇ ἐπισκόποις αὐτὴ γέγονε ζήτησις. Καὶ οἱ μὲν ἔγραφον προς Ἀλεξάνδρον, μὴ προσίεσθαι τοὺς περὶ Ἄρειον, εἰ μὴ τὴν ἑαυτῶν πίστιν ἀποκηρύξουσιν· οἱ δὲ, μὴ τοῦτο ποιεῖν ἐδέοντο. Ἰδὼν οὖν Ἀλέξανδρος πλείστους ἀγαθοῦ βίου προσχήματι σεμνοὺς, καὶ πιθανότητι λόγου δεινοὺς, συλλαμβανομένους τοῖς ἀμφὶ τὸν Ἄρειον, καὶ μάλιστα Εὐσέβιον τὸν τότε προεστῶτα τῆς Νικομηδέων ἐκκλησίας, ἄνδρα ἐλλόγιμον καὶ ἐν τοῖς βασιλείοις τετιμημένον, ἔγραψε τοῖς πανταχῇ ἐπισκόποις, μὴ κοινωνεῖν αὐτοῖς. Ἐκ τούτου δὲ ἔτι μᾶλλον ἐπὶ ἑκάτερα ἐξεκαίετο σπουδὴ, καὶ μείζων οἷα φιλεῖ ἀνεκινήθη ἔρις. Ἐπεὶ γὰρ πολλάκις δεηθέντες Ἀλεξάνδρου οἱ ἀμφὶ τὸν Εὐσέβιον οὐκ ἔπεισαν ὡς ὑβρισμένοι ἐχαλέπαινον, καὶ προθυμότεροι ἐγένοντο κρατῦναι τὸ Ἀρείου δόγμα. Καὶ σύνοδον ἐν Βιθυνίᾳ συγκροτήσαντες, γράφουσι τοῖς ἁπανταχῇ ἐπισκόποις, ὡς ὀρθῶς δοξάζουσι κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἄρειον, παρασκευάσαι δὲ καὶ Ἀλέξανδρον κοινωνεῖν αὐτοῖς. Ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει σπουδὴ, Ἀλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον, καὶ Εὐσέβιον τὸν Παμφίλου, ἐπιτροπεύοντα τὴν Ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, καὶ ἐξαιτεῖ ἅμα τοῖς ἀμφ αὐτὸν ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ αὐτοῦ λαόν, ὡς πρότερον τὴν τῶν πρεσβυτέρων τάξιν ἐπέχοντας. Εἶναι γὰρ ἐν Ἀλεξανδρείᾳ ἔθος, καθάπερ καὶ νῦν, ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου, πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν, καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. Οἱ δὲ, καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες, ἐψηφίσαντο τῇ Ἀρείου αἰτήσει, παρακελευσάμενοι συνάγειν μὲν αὐτοὺς ὡς πρότερον, ὑποτετάχθαι δὲ Ἀλεξάνδρῳ, καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν.