SOCRATES - ON ORIGEN

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 6. 13

Greek text from Migne PG, Vol. 67, Col. 701

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (scanned text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἐπειδὴ δὲ οἱ φιλολοίδοροι τοὺς πολλοὺς συνήρπασαν, ὡς βλασφήμῳ προσέχειν τῷ Ὠριγένει, μικρὰ διελθεῖν περὶ τούτων οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Οἱ εὐτελεῖς καὶ ἀφ' ἑαυτῶν μὴ δυνάμενοι φαίνεσθαι, ἐκ τοῦ ψέγειν τοὺς ἑαυτῶν κρείττονας δείκνυσθαι βούλονται. Τοῦτο πέπονθε πρῶτος Μεθόδιος, τῆς ἐν Λυκίᾳ πόλεως λεγομένης Ὀλύμπου ἐπίσκοπος· εἶτα Εὐστάθιος τῆς ἐν Ἀντιοχείᾳ πρὸς ὀλίγον ἐκκλησίας προστάς· καὶ μετὰ ταῦτα Ἀπολινάριος, καὶ τὸ τελευταῖον Θεόφιλος. Αὕτη τῶν κακολόγων τετρακτὺς, οὐ κατὰ ταὐτὸν ἐλθόντες, τὸν ἄνδρα διέβαλον· ἄλλος γὰρ δι' ἄλλο ἐπὶ τὴν κατ' αὐτοῦ κατηγορίαν ἐχώρησαν, δεικνύντες ἕκαστοι, ὡς μὴ διέβαλλον, τοῦτο πάντως ἐδέξαντο. Ἐπειδὴ γὰρ ἄλλος ἄλλου δόγματος καθ' εἷς ἐπελαμβάνοντο, δῆλον ὡς ἕκαστος μὴ ἔσκωπτεν, τοῦτο ὡς ἀληθὲς πάντως ἐδέχετο, τῷ ἀποσιωπᾷν ἐπαινῶν τοῦτο μὴ διέβαλε. Μεθόδιος μὲν οὖν πολλὰ καταδραμὼν τοῦ Ὠριγένους, ὕστερον ὡς ἐκ παλινῳδίας θαυμάζει τὸν ἄνδρα ἐν τῷ διαλόγῳ, ἐπέγραψε Ξενῶνα. Ἐγὼ δέ τι καὶ πλέον ἐκ τῆς ἐκείνων αἰτιάσεως εἰς σύστασιν Ὠριγένους φημί. Οἱ γὰρ κινήσαντες ὅσαπερ ᾤοντο μέμψεως ἄξια, δι' ὧν ὡς κακῶς δοξάζοντα περὶ τῆς ἁγίας Τριάδος οὐδ' ὅλως ἐμέμψαντο, δείκνυνται περιφανῶς τὴν ὀρθὴν εὐσέβειαν μαρτυροῦντες αὐτῷ. Οὗτοι μὲν οὖν διὰ τοῦ μὴ μέμψασθαι μαρτυροῦσιν αὐτῷ· Ἀθανάσιος δὲ τῆς ὁμοουσίου πίστεως ὑπερασπιστὴς, ἐν τοῖς κατὰ Ἀρειανῶν λόγοις, μεγάλῃ τῇ φωνῇ μάρτυρα τῆς οἰκείας πίστεως τὸν ἄνδρα καλεῖ, τοὺς ἐκείνου λόγους τοῖς ἰδίοις συνάπτων καὶ λέγων· θαυμαστὸς, φησὶ, καὶ φιλοπονώτατος Ὠριγένης τάδε περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τῇ ἡμετέρᾳ δόξῃ μαρτυρεῖ, συναΐδιον αὐτὸν λέγων τῷ Πατρί. Ἔλαθον οὖν ἑαυτοὺς οἱ λοιδορήσαντες Ὠριγένην, βλασφημήσαντες καὶ τὸν ἐπαινέτην αὐτοῦ Ἀθανάσιον. Περὶ μὲν οὖν Ὠριγένους τοσαῦτα εἰρήσθω.