SOCRATES - ON THE COUNCIL OF SARDICA (SERDICA) - 343

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

Historia Ecclesiastica, 2. 20

Greek text from Migne PG, Vol. 67, Col. 233

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (scanned text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ταῦτα οἱ κατὰ τὰ ἑσπέρια μέρη ἐπίσκοποι, διὰ τὸ ἀλλογλώσσους εἶναι, καὶ διὰ τὸ μὴ συνιέναι, οὐ προσεδέχοντο, ἀρκεῖν τὴν ἐν Νικαίᾳ πίστιν λέγοντες, καὶ μηδὲν περαιτέρω περιεργάζεσθαι. Ἐπεὶ οὖν πάλιν γράψαντος τοῦ βασιλέως, ὥστε ἀποδοθῆναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς οἰκείους τόπους, οὐδὲν πλέον ἠνύετο· στάσις γὰρ μεταξὺ τοῦ πλήθους ἐγίνετο συνεχὴς· σύνοδον ἄλλην παρακαλοῦσι γενέσθαι οἱ περὶ Παῦλον καὶ Ἀθανάσιον, ὥστε καὶ τὰ κατ αὐτοὺς, καὶ τὰ τῆς πίστεως, ἐπὶ οἰκουμενικῆς συνόδου πέρας λαβεῖν, διδάσκοντες ἐπὶ καταλύσει τῆς πίστεως, τὰς καθαιρέσεις γίνεσθαι. Κηρύσσεται οὖν αὖθις οἰκουμενικὴ σύνοδος ὡς ἐπὶ τὴν Σαρδικὴν, πόλις δὲ αὕτη Ἰλλυριῶν, γνώμῃ τῶν δυεῖν βασιλέων, τοῦ μὲν διὰ γραμμάτων αἰτήσαντος, τοῦ δὲ τῆς Ἑῴας ἑτοίμως ὑπακούσαντος. Ἑνδέκατον ἔτος ἦν ἀπὸ τῆς τελευτῆς τοῦ πατρὸς τῶν δύο Αὐγούστων· ὕπατοι δὲ ἦσαν Ῥουφῖνος καὶ Εὐσέβιος, ὅτε ἐν Σαρδικῇ συνεκροτήθη σύνοδος. Ἐκ μὲν οὖν τῶν ἑσπερίων μερῶν, περὶ τοὺς τριακοσίους συνῆλθον ἐπίσκοποι· ὥς φησιν Ἀθανάσιος· ἐκ δὲ τῶν Ἑῴων, ἑβδομήκοντα ἓξ μόνον Σαβῖνος φησὶν, ἐν οἷς κατηριθμεῖτο καὶ Ἰσχύρας τοῦ Μαρεώτου ἐπίσκοπος, ὃν οἱ καθελόντες Ἀθανάσιον, εἰς τὴν ἐπισκοπὴν τῆσδε τῆς χώρας χειροτονοῦσι. Προὐβάλλοντο δὲ οἱ μὲν ἀσθένειαν τοῦ σώματος· ἄλλοι δὲ τὸ στενὸν τῆς προθεσμίας ἐμέμφοντο, τὴν αἰτίαν ἐπὶ Ἰούλιον τὸν ἐπίσκοπον Ῥώμης ἀναφέροντες· καίτοι ἐνιαυτοῦ καὶ ἓξ μηνῶν διαγενομένων, ἀφ οὗ τε σύνοδος ἐκεκήρυκτο, καὶ οἱ περὶ Ἀθανάσιον ἐν τῇ Ῥώμῃ διέτριβον, τὴν σύνοδον περιμένοντες. Ὡς οὖν συνῆλθον ἐν τῇ Σαρδικῇ, οἱ μὲν ἀνατολικοὶ εἰς πρόσωπον τῶν ἑσπερίων ἐλθεῖν οὐκ ἐβούλοντο, φάσκοντες μὴ ἄλλως εἰς λόγους ἐλθεῖν, εἰ μὴ τοὺς περὶ Ἀθανάσιον καὶ Παῦλον ἐξελάσωσι τοῦ συλλόγου. Ὡς δὲ Πρωτογένης Σαρδικῆς ἐπίσκοπος, καὶ Ὅσιος Κουδρούβης, πόλις δὲ αὕτη τῆς Ἱσπανίας ὡς καὶ πρότερον εἴρηται, οὐκ ἠνείχοντο μὴ παρεῖναι τοὺς περὶ Παῦλον καὶ Ἀθανάσιον, ἀπεχώρουν εὐθέως. Καὶ γενόμενοι ἐν τῇ Φιλιππουπόλει τῆς Θρᾴκης, ἰδίαζον ποιοῦντες συνέδριον· καὶ φανερῶς λοιπὸν τὸ μὲν ὁμοούσιον ἀναθεματίζουσι· τὴν δὲ τοῦ ἀνομοίου δόξαν, ἐπιστολὰς συγγράψαντες, πανταχοῦ διαπέμπονται. Οἱ δὲ ἐν Σαρδικῇ, πρῶτον μὲν τούτων ἐρήμην κατεψηφίσαντο· ἔπειτα τοὺς κατηγόρους Ἀθανασίου τῆς ἀξίας ἀφείλοντο· τὸν ὅρον τε τῆς πίστεως τῆς ἐν Νικαίᾳ κρατύναντες, καὶ τὸ ἀνόμοιον ἐκβαλόντες, τὸ ὁμοούσιον φανερώτερον ἐκδιδόασι. Καὶ ἐγγράψαντές τε καὶ αὐτοὶ πανταχοῦ διαπέμπονται. Γνώμῃ μὲν οὖν ἑκάτεροι τοιάδε δικαίως πεποιηκέναι νομίσαντες, οἱ μὲν ἀνατολικοὶ, ὅτι τοὺς ὑπ αὐτῶν καθαιρεθέντας οἱ ἑσπέριοι προσεδέξαντο· οἱ δὲ ἑσπέριοι, ὅτι πρὸ διαγνώσεως οἱ καθελόντες ἀπέφυγον, καὶ ὅτι αὐτοὶ μὲν τὴν ἐν Νικαίᾳ πίστιν ἐφύλαττον, ἐκεῖνοι δὲ παραχαράττειν ἐτόλμησαν. Ἀποδιδόασιν οὖν τὸν τόπον τοῖς περὶ Παῦλον καὶ Ἀθανάσιον· ἔτι μὴν καὶ Μαρκέλλῳ τῷ Ἀγκύρας, τῆς πρὸς τῇ μικρᾷ Γαλατίᾳ· ὃς πάλαι μὲν καθῄρητο, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ πεποιήμεθα μνήμην. Τότε δὲ ἐν τῷ τὴν καταδίκην ἀναπαλαῖσαι ἐσπούδασε, διδάξας ὡς οὐ νοηθείη ὑπ αὐτοῦ ἐν τῷ βιβλίῳ φράσις, καὶ διὰ τοῦτο ὑπόνοιαν τοῦ Σαμοσατέως λαβεῖν. Οὐκ ἀγνοητέον μέντοι ὅτι τὸ Μαρκέλλου βιβλίον Παμφίλου Εὐσέβιος ἀνεσκεύασεν ἐν ὅλοις τρισὶ βιβλίοις πρὸς αὐτὸν διαλεγόμενος, πρὸς Μάρκελλον ἐπέγραψε· καὶ τίθησι μὲν τὰ ῥήματα Μαρκέλλου· πρὸς αὐτὰ δὲ διαγωνίζεται, ὡς ψιλὸν ἄνθρωπον τὸν Κύριον, καθὰ Σαβέλλιος Λίβυς καὶ Παῦλος Σαμοσατεὺς, τοῦ Μαρκέλλου εἰσάγοντος.