SOCRATES - THE LETTER OF ALEXANDER OF ALEXANDRIA AND HIS CLERGY ABOUT THE CONTROVERSY SURROUNDING ARIUS (c. 319)

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

Historia Ecclesiastica, 1. 6. 4 ff.

Greek text from Migne PG, Vol. 67, Col. 44 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (scanned text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἐπιστολὴ Ἀλεξάνδρου Ἀλεξανδρείας.

Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς Ἐκκλησίας, Ἀλέξανδρος ἐν Κυρίῳ χαίρειν.

Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς Ἐκκλησίας, ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις Γραφαῖς, τηρεῖν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης, ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ ἑκάστοις γιγνόμενα, ἵνα εἴτε πάσχει, εἴτε χαίρει ἓν μέλος, συμπάσχωμεν, συγχαίρωμεν ἀλλήλοις. Ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι, διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ Ἀντιχρίστου νομίσειε καὶ καλέσειε. Καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ἵν ἴσως ἐν τοῖς ἀποστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν, καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν, ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. Ἐπειδὴ δὲ Εὐσέβιος νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ αὐτῷ κεῖσθαι τὰ τῆς Ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν, καὶ ἐποφθαλμίσας τῇ Ἐκκλησίᾳ Νικομηδέων, οὐκ ἐκδεδίκηται κατ αὐτοῦ, προΐσταται καὶ τούτων τῶν ἀποστατῶν, καὶ γράφειν ἐπεχείρησε πανταχοῦ, συνιστῶν αὐτοὺς, εἴπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν ἐσχάτην καὶ χριστομάχον αἵρεσιν· ἀνάγκην ἔσχον, εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον, μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους, καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥημάτια, καὶ ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. Τὴν πάλαι γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν, νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφων· ἔργῳ δὲ δείκνυσιν, ὡς ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων, τοῦτο ποιεῖ. Οἱ μὲν οὖν ἀποστάται γενόμενοι εἰσὶν, Ἄρειος, Ἀχιλλὰς, Ἀειθαλὴς καὶ Καρπώνης, καὶ ἕτερος Ἄρειος, καὶ Σαρμάτης, καὶ Εὐζώϊος, καὶ Λούκιος, καὶ Ἰουλιανὸς, καὶ Μηνᾶς, καὶ Ἑλλάδιος, καὶ Γάϊος, καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς, οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. Ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἐστὶ ταῦτα· Οὐκ ἀεὶ Θεὸς Πατὴρ ἦν· ἀλλ ἦν ὅτε Θεὸς πατὴρ οὐκ ἦν· Οὐκ ἀεὶ ἦν τοῦ Θεοῦ Λόγος, ἀλλ ἐξ οὐκ ὄντων γέγονεν. γὰρ ὢν Θεὸς, τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. Διὸ καὶ ἦν ποτὲ ὅτε οὐκ ἦν. Κτίσμα γάρ ἐστι καὶ ποίημα Υἱός. Οὔτε δὲ ὅμοιος κατ οὐσίαν τῷ Πατρί ἐστιν, οὔτε ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε ἀληθινὴ Σοφία αὐτοῦ ἐστί· ἀλλ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστί· καταχρηστικῶς δὲ λόγος καὶ Σοφία, γενόμενος καὶ αὐτὸς δὲ τῷ ἰδίῳ τοῦ Θεοῦ λόγῳ, καὶ τῇ ἐν τῷ Θεῷ σοφίᾳ, ἐν καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν Θεός. Διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά. Ξένος τε καὶ ἀλλότριος, καὶ ἀπεσχοινισμένος ἐστὶν Λόγος τῆς τοῦ Θεοῦ οὐσίας. Καὶ ἄῤῥητός ἐστιν Πατὴρ τῷ Υἱῷ. Οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει Υἱὸς τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν Υἱὸς ὡς ἔστι· δι ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι αὐτοῦ ὡς δι ὀργάνου κτίσῃ Θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς Θεὸς ἤθελεν ποιῆσαι. Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς διάβολος ἐτράπη· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, Ναὶ δύναται. Τρεπτῆς γὰρ φύσεώς ἐστι, γεννητὸς καὶ τρεπτὸς ὑπάρχων. Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ Αἴγυπτον ἐπισκόπων καὶ τὴς Λιβύης, ἐγγὺς ἑκατὸν ὄντων, συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο, σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ ἀσέβειαν τῇ εὐσεβείᾳ. Ἀλλ οὐκ ἰσχύσουσι. Νικᾷ γὰρ ἀλήθεια· καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; τίς νῦν ἀκούων οὐ ξενίζεται, καὶ τὰς ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ἰωάννου λέγοντος, Ἐν ἀρχῇ ἦν Λόγος, οὐ καταγινώσκει τούτων λεγόντων, Ἦν ποτὲ ὅτε οὐκ ἦν; τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ, μονογενὴς Υἱὸς, καὶ, Δι αὐτοῦ ἐγένετο τὰ πάντα, οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστὶ τῶν ποιημάτων Υἱός; Πῶς δὲ δύναται ἴσος εἶναι τῶν δι αὐτοῦ γενομένων; πῶς μονογενὴς, τοῖς πᾶσι κατ ἐκείνους συναριθμούμενος; Πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς λέγοντος, Ἐξηρεύξατο καρδία μου λόγον ἀγαθόν· καὶ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σέ; πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὢν εἰκὼν τελεία, καὶ ἀπαύγασμα τοῦ Πατρὸς, καὶ λέγων, ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα; Πῶς δὲ, εἰ λόγος καὶ σοφία ἐστὶ τοῦ Θεοῦ Υἱὸς, ἦν ποτὲ ὅτε οὐκ ἦν; ἴσον γὰρ ἐστὶν αὐτοὺς λέγειν, ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν. Πῶς δὲ τρεπτὸς ἀλλοιωτὸς, λέγων δι ἑαυτοῦ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν· διὰ δὲ τοῦ προφήτου, Ἴδετέ με ὅτι ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι; Εἰ δὲ καὶ ἐπ αὐτόν τις τὸν Πατέρα τὸ ῥητὸν δύναται ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενομένος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ ὡς Ἀπόστολος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Τί δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, Δι ὃν τὰ πάντα, καὶ δι οὗ τὰ πάντα; Περὶ μὲν οὖν τοῦ βλασφημεῖν αὐτοὺς, ὅτι οὐκ οἶδε τελείως Υἱὸς τὸν Πατέρα, οὐ δεῖ θαυμάζειν. Ἅπαξ γὰρ προθέμενοι χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ τοῦ Κυρίου λέγοντος, Καθὼς γινώσκει με Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Εἰ μὲν οὖν ἐκ μέρους γινώσκει Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καὶ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε δὲ τελείως Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καὶ ἔστι Λόγος. Καὶ ταῦτα λέγοντες, καὶ ἀναπτύσσοντες τὰς θείας Γραφὰς, πολλάκις ἀνετρέψαμεν αὐτούς. Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο, φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον, Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθη κακῶν, καταφρονεῖ. Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην. Οὗτοι δὲ διὰ πάντων αὐτῶν τῶν ῥημάτων, ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου γενόμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς Ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν. Λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς Ἐκκλησίας, νῦν ἀπεπήδησαν. Οὐ ξενιζόμεθα δέ. Τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φιλητὸς πεπόνθασι· καὶ πρὸ αὐτῶν Ἰούδας, ἀκολουθήσας τῷ Σωτῆρι, ὕστερον δὲ προδότης καὶ ἀποστάτης γενόμενος. Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτοι μεμενήκαμεν. Ἀλλ μὲν Κύριος προείρηκε, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγὼ εἰμὶ, καὶ καιρὸς ἤγγικε· καὶ πολλοὺς πλανήσουσι. Μὴ πορευθῆτε ὀπίσω αὐτῶν. δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, ἔγραψεν, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἀποστρεφομένων τὴν ἀλήθειαν. Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά τε αὑτοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν τοὺς τοιούτους, ἀποδείξαντες αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς Ἐκκλησίας τε καὶ πίστεως. Ἐδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινας ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, μὴ προσδέξησθε, μήτε Εὐσεβίῳ, ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ἡμᾶς ὡς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας, ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν μακάριος Ἰωάννης. Προσείπατε τοὺς παρ ὑμῖν ἀδελφούς. Ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσι.