|
|
|
PALLADIUS - ON DIDYMUS |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
|
|
Historia Lausiaca, IV Greek text from Cuthbert Butler, p. 19 An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
| IV. Πλεῖστοι μὲν οὖν ὅσοι καὶ ὅσαι ἐτελειώθησαν ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ἄξιοι τῆς γῆς τῶν πραέων. ἐν οἷς καὶ Δίδυμος ὁ συγγραφεύς, ὁ ἀπὸ ὀμμάτων γενόμενος· οὗ καὶ συντυχίας ἔσχηκα τέσσαρας ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἀπερχόμενος ἐπὶ δέκα ἔτη. τελειοῦται γὰρ ἐτῶν ὀγδοήκοντα πέντε. οὗτος ἀπὸ ὀμμάτων ὑπῆρχεν, ὡς αὐτός μοι διηγήσατο, τετραέτης τὰς ὄψεις ἀποβαλών, μήτε γράμματα μεμαθηκὼς μήτε διδασκάλοις φοιτήσας· εἶχε γὰρ τὸν κατὰ φύσιν διδάσκαλον ἐρρωμένον, τὸ ἴδιον συνειδός· ὃς τοσαύτῃ χάριτι ἐκεκόσμητο γνώσεως ὡς καθ’ ἱστορίαν πληροῦσθαι ἐπ’ αὐτῷ τὸ γεγραμμένον· Κύριος σοφοῖ τυφλούς. παλαιὰν γὰρ καὶ καινὴν διαθήκην ἡρμήνευσε κατὰ λέξιν· τῶν δὲ δογμάτων οὕτως ἐπεμελήθη, λεπτῶς καὶ ἰσχυρῶς ἐκθέμενος τὸν περὶ αὐτῶν λόγον, ὡς πάντας ὑπερβάλλειν τοὺς ἀρχαίους ἐν γνώσει. ἀναγκάζοντος δὲ αὐτοῦ ποτε ποιῆσαί με ἐν τῷ κελλίῳ αὐτοῦ εὐχήν, καὶ μὴ βουλομένου μου, ἔλεγε διηγούμενος ὅτι Εἰς τὴν κέλλαν ταύτην τρίτον εἰσῆλθεν ὁ μακάριος Ἀντώνιος ἐπισκεψάμενός με· καὶ παρακληθεὶς παρ’ ἐμοῦ ⸢ποιῆσαι εὐχὴν εὐθὺς⸣ ἔκλινε γόνυ ἐν τῷ κελλίῳ, καὶ οὐ παρεσκεύασέ με δευτερῶσαι τὸν λόγον, ἔργῳ με παιδεύσας ἐν τῇ ὑπακοῇ. ὥστε εἰ κατ’ ἴχνος βαίνεις τῆς αὐτοῦ πολιτείας, ἅτε μονάζων καὶ δι’ ἀρετὴν ξενιτεύων, ἀπόθου τὴν φιλονεικίαν. διηγήσατο δέ μοι καὶ τοῦτο, ὅτι Φροντίζοντός μου περὶ τῆς ζωῆς Ἰουλιανοῦ τοῦ ἀθλίου βασιλέως ὡς διώκτου, καὶ ἀδημονοῦντος, μιᾷ τῶν ἡμερῶν ἤμην καὶ μέχρις ἑσπέρας βαθείας μὴ γευσαμένου ἄρτου ἕνεκεν τῆς φροντίδος ταύτης, ἔτυχεν ἐν τῷ θρόνῳ καθήμενόν με κατενεχθῆναι εἰς ὕπνον, καὶ ἰδεῖν ἔκστασιν ἵππους λευκοὺς διατρέχοντας μετὰ τῶν ἐπιβατῶν κηρύττοντων· Εἴπατε Διδύμῳ, σήμερον ἑβδόμην ὥραν ἐτελεύτησεν Ἰουλιανός· ἀναστὰς οὖν φάγε, καὶ ἐπίστειλον, φασί, τῷ ἐπισκόπῳ Ἀθανασίῳ, ἵνα κἀκεῖνος γνῷ. καὶ ἐσημειωσάμην, φησί, καὶ τὴν ὥραν καὶ τὸν μῆνα καὶ τὴν ἑβδομάδα καὶ τὴν ἡμέραν, καὶ εὕρηται οὕτως. |
|---|