ORIGEN - UNDERSTANDING THE SCRIPTURES

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

De Principiis, 4. 11-13

Greek text from Migne, PG, Vol. 11, Col. 364

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A complete version of the original language text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

τοίνυν φαινομένη ἡμῖν ὁδὸς τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς Γραφαῖς, καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνειν, ἐστὶ τοιαύτη, ἀπ' αὐτῶν τῶν λογίων ἐξιχνευομένη. Παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις εὑρίσκομεν τοιοῦτό τι προστασσόμενον περὶ τῶν γεγραμμένων θείων δογμάτων· «Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοιΟὐκοῦν τρισσῶς ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἁγίων γραμμάτων νοήματα· ἵνα μὲν ἁπλούστερος οἰκοδομῆται ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς Γραφῆς, οὕτως ὀνομαζόντων ἡμῶν τὴν πρόχειρον ἐκδοχήν· δὲ ἐπὶ ποσὸν ἀναβεβηκὼς ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς αὐτῆς· δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ Ἀποστόλῳ λεγομένοις· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶνἀπὸ τοῦ πνευματικοῦ νόμου σκιὰν ἔχοντος τῶν μελλόντων ἀγαθῶν. Ὥσπερ γὰρ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, τὸν αὐτὸν τρόπον καὶ οἰκονομηθεῖσα ὑπὸ Θεοῦ εἰς ἀνθρώπων σωτηρίαν δοθῆναι Γραφή. Διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ τῷ Ποιμένι, περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν δύο γράψαι βιβλία, καὶ μετὰ ταῦτα αὐτὸν ἀναγγέλλειν τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας μεμάθηκεν ὑπὸ τοῦ Πνεύματος, οὕτω διηγούμεθα. Ἔστι δὲ λέξις αὕτη· « Γράψεις δύο βιβλία, καὶ δώσεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ. Καὶ Γραπτὴ μὲν νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς· Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις· σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς ἜκκλησίαςΓραπτὴ μὲν γάρ νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανούς, αὐτὸ ψιλόν ἐστι τὸ γράμμα νουθετοῦν τοὺς παῖδας τὰς ψυχὰς, καὶ μηδέπω πατέρα Θεὸν ἐπιγράψασθαι δυναμένους, καὶ διὰ τοῦτο ὀρφανοὺς καλουμένους· νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρωμένας, χηρευούσας δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ Νυμφίου γεγονέναι. Κλήμης δέ ἤδη τοῦ γράμματος ἐξιστάμενος, εἰς τὰς ἔξω πόλεις λέγεται πέμπειν τὰ λεγόμενα· ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν, καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς· οὐκέτι δὲ διὰ γραμμάτων, ἀλλὰ διὰ ζώντων λόγων αὐτὸς μαθητὴς τοῦ Πνεύματος προστάσσεται ἀναγγέλλειν τοῖς τῆς πάσης Ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις πεπολιωμένοις ὑπὸ φρονήσεως.

Ἀλλ' ἐπεί εἰσί τινες Γραφαὶ τὸ σωματικὸν οὐδαμῶς ἔχουσαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς Γραφῆς μόνα χρὴ ζητεῖν. Καὶ τάχα διὰ τοῦτο αἱ ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι κεῖσθαι λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἀνέγνωμεν, χωροῦσιν ἀνὰ μετρητὰς δύο τρεῖς· αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ Ἀποστόλῳ ἐν κρυπτῷ Ἰουδαίων, ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν Γραφῶν, ὅπου μὲν δύο μετρητάς, τὸν, ἵν' οὕτως εἴπω, ψυχικὸν καὶ τὸν πνευματικὸν λόγον χωρούντων· ὅπου δὲ τρεῖς, ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. Ἓξ δὲ ὑδρίαιεὐλόγως εἰσὶ τοῖς ἐν κόσμῳ καθαριζομένοις, γενομένῳ ἐν ἓξ ἡμέραις ἀριθμῷ τελείῳ. Ἀπὸ μὲν οὖν τῆς πρώτης ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφελούσης, ὅτι ἔστιν ὄνασθαι, μαρτυρεῖ τὰ πλήθη τῶν γνησίως καὶ ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἂν εἰς ψυχὴν ἀναγομένης διηγήσεως, παράδειγμα τὸ παρὰ τῷ Παύλῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους κείμενον. «Γέγραπται γάρ, φησιν, Οὐ φιμώσεις βοῦν ἀλοῶνταἜπειτα διηγούμενος τοῦτον τὸν νόμον ἐπιφέρει· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ἀροτριῶν ἀροτριᾷν καὶ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχεινΚαὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους, τὸν αὐτόν πως ἔχουσι χαρακτῆρα.

Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ οἱ κατὰ σάρκα Ἰουδαῖοι ἐλάτρευον· καὶ τίνων μελλόντων ἀγαθῶν νόμος ἔχει σκιάν.