ORIGEN - THE PARABOLIC ELEMENT IN SCRIPTURE NARRATIVES

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

De Principiis, 4. 16

Greek text from Migne, PG, Vol. 11, Col. 376

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A complete version of the original language text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ Πνεῦμα ᾠκονόμησεν, ἀλλ' ἅτε τὸ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς Θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν Εὐαγγελίων πεποίηκε, καὶ ἐπὶ τῶν ἀποστόλων· οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικὸν ἐχόντων, μὴ γεγενημένων· οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐμφαίνοντα. Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑσπέραν τε καὶ πρωΐαν χωρὶς ἡλίου γεγονέναι, καὶ σελήνης καὶ ἀστρων; Τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; Τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν Θεὸν πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῇν ἀναλαμβάνειν· καὶ πάλιν καλοῦ καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; Ἐὰν δὲ καὶ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν λέγηται, καὶ Ἀδὰμ ὑπὸ τὸ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ μυστήρια. Ἀλλὰ καὶ Κάϊν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ Θεοῦ, σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸν ἐντυγχάνοντα ζητεῖν πρόσωπον Θεοῦ, καὶ τὸ ἐξέρχεσθαί τινα ἀπ' αὐτοῦ. Καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων, μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν γεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; Ἀλλὰ καὶ τὰ Εὐαγγέλια δὲ τοῦ αὐτοῦ εἴδους τῶν λόγων πεπλήρωται· εἰς ὑψηλὸν ὄρος τὸν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵν' ἐκεῖθεν αὐτῷ δείξῃ τοῦ παντὸς κόσμου τὰς βασιλείας, καὶ τὴν δόξαν αὐτῶν. Τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα, καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν, καὶ Σκυθῶν, καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; Παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν Εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα τηρῆσαι, ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς κατὰ τὸ ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα.