|
ORIGEN - THE OBJECTIONS OF CELSUS AGAINST CHRISTIANITY |
|
Subscription
Version of Text |
$5 for trial, $30 a year for individuals ($15 students). |
Printable Version of Text |
Contra Celsum, extracts from 8.12 & 8.14; 4.2 & 4.3; 1.28 & 1.32; 2.55; 1.9; 1.28 & 1.68; 3.55; 8.67-69 Greek text from Migne, PG, Vol. 11, as indicated below An English translation of this text, placed alongside the Latin text, can be found on the subscription version of the site. A complete version of the original language text of this work (at archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts. Click here for information about: 1) the public domain texts and translations used on this site; 2) more recent scholarly work on the original language texts.
(With acknowledgment to A New Eusebius (Documents illustrating the history of the Church to AD 337) (Stevenson/Frend SPCK 1987), from where this suggested selection of texts has been taken.)
(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.) |
Are Christians monotheists? |
---|
8.12 Εἰ μὲν δὴ μηδένα ἄλλον ἐθεράπευον οὗτοι πλὴν ἕνα Θεόν, ἦν ἄν τις αὐτοῖς ἴσως πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος· νυνὶ δὲ τὸν ἔναγχος φανέντα τοῦτον ὑπερθρησκεύουσι, καὶ ὅμως οὐδὲν πλημμελεῖν νομίζουσι περὶ τὸν Θεόν, εἰ καὶ ὑπηρέτης αὐτοῦ θεραπευθήσεται. |
8.14 Εἰ διδάξαις αὐτοὺς, ὅτι οὐκ ἔστιν οὗτος ἐκείνου παῖς, ἀλλ’ ἐκεῖνός γε πάντων Πατήρ, ὃν μόνον ὡς ἀληθῶς δεῖ σέβειν· οὐκ ἂν ἔτι θέλοιεν, εἰ μὴ καὶ τοῦτον, ὅσπερ ἐστὶν αὐτοῖς τῆς στάσεως ἀρχηγέτης. Καὶ ὠνόμασάν γε τοῦτον Θεοῦ Υἱόν, οὐχ ὅτι τὸν Θεὸν σφόδρα σέβουσιν, ἀλλ’ ὅτι τοῦτον σφόδρα αὔξουσιν. |
Objections to the idea of God Coming Down to Earth |
---|
4.2 Ὅτι δὲ καὶ Χριστιανῶν τινες καὶ Ἰουδαῖοι, οἱ μὲν καταβεβηκέναι φασὶν, οἱ δὲ καταβήσεσθαι εἰς τὴν γῆν τινα Θεὸν ἢ Θεοῦ Υἱὸν τῶν τῇδε δικαιωτήν, τοῦτ’ αἴσχιστον, καὶ οὐδὲ δεῖται μακροῦ λόγου ὁ ἔλεγχος. |
Τίς γὰρ ὁ νοῦς τῆς τοιᾶσδε καθόδου τῷ Θεῷ; ..... Ἢ ἵνα μάθῃ τὰ ἐν ἀνθρώποις; ..... οὐ γὰρ οἶδε πάντα; ..... Ἆρα οἶδε μέν, οὐκ ἐπανορθοῖ δέ, οὐδ’ οἷόν τε αὐτῷ θείᾳ δυνάμει ἐπανορθοῦν; ..... Ἆρ’ οὐχ οἷόν τε αὐτῷ δυνάμει θείᾳ ἐπανορθοῦν, ἐὰν μὴ φύσει τινὰ ἐπὶ τοῦτο πέμψῃ; |
Slanders Against the Virgin |
---|
1.28 Μετὰ ταῦτα προσωποποιεῖ Ἰουδαῖον αὐτῷ διαλεγόμενον τῷ Ἰησοῦ, καὶ ἐλέγχοντα αὐτὸν περὶ πολλῶν μέν, ὡς οἴεται, « πρῶτον δὲ, ὡς πλασαμένου αὐτοῦ τὴν ἐκ παρθένου γένεσιν· ὀνειδίζει δ’ αὐτῷ καὶ ἐπὶ τῷ ἐκ κώμης αὐτὸν γεγονέναι Ἰουδαϊκῆς, καὶ ἀπὸ γυναικὸς ἐγχωρίου καὶ πενιχρᾶς, καὶ χερνήτιδος. Φησὶ δ’ αὐτὴν καὶ ὑπὸ τοῦ γήμαντος, τέκτονος τὴν τέχνην ὄντος, ἐξεῶσθαι, ἐλεγχθεῖσαν ὡς μεμοιχευμένην. Εἶτα λέγει, ὡς ἐκβληθεῖσα ὑπὸ τοῦ ἀνδρὸς, καὶ πλανωμένη ἀτίμως σκότιον ἐγέννησε τὸν Ἰησοῦν· » |
1.32 Ἀλλὰ γὰρ ἐπανέλθωμεν εἰς τὴν τοῦ Ἰουδαίου προσωποποιίαν, ἐν ᾗ ἀναγέγραπται ἡ τοῦ Ἰησοῦ μήτηρ κύουσα ὡς ἐξωσθεῖσα ὑπὸ τοῦ μνηστευσαμένου αὐτὴν τέκτονος ἐλεγχθεῖσα ἐπὶ μοιχείᾳ, καὶ τίκτουσα ἀπό τινος στρατιώτου Πανθήρα τοὔνομα· |
Charlatanry and Credulity |
---|
1.9 Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ, λόγῳ ἀκολουθοῦντας καὶ λογικῷ ὁδηγῷ, παραδέχεσθαι δόγματα· ὡς πάντως ἀπάτης γινομένης τῷ μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας Μητραγύρταις, καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαββαδίοις, καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν· ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι, ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων, ἄγουσιν αὐτοὺς ᾗ βούλονται· οὕτω φησὶ καὶ ἐν τοῖς Χριστιανοῖς γίνεσθαι. Φησὶ δέ, « τινας, μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ, Μὴ ἐξέταζε, ἀλλὰ πίστευσον· καὶ, Ἡ πίστις σου σώσει σε. » Καί φησιν αὐτοὺς λέγειν· « Κακὸν ἡ ἐν τῷ βίῳ σοφία, ἀγαθὸν δ’ ἡ μωρία. » |