NESTORIUS - REPLY TO SECOND LETTER OF CYRIL OF ALEXANDRIA

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Nestorii Ad Cyrillum

Greek text from Migne PG, Vol. 77, Cols. 49 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ Κυρίλλῳ, Νεστόριος ἐν Κυρίῳ χαίρειν.

Τὰς μὲν καθ ἡμῶν ὕβρεις τῶν θαυμαστῶν σου γραμμάτων ἀφίημι, ὡς μακροθυμίας ἀξίας ἰατρικῆς, καὶ τῆς διὰ τῶν πραγμάτων αὐτῶν κατὰ καιρὸν πρὸς αὐτὰς ἀποκρίσεως. δέ γε σιωπῆς οὐκ ἀνέχεται, ὡς μέγαν φέρον, εἰ σιγηθείη, τὸν κίνδυνον, τούτου, καθὼς ἂν οἷός τε , οὐ πρὸς μακρολογίαν ἀποτεινόμενος, ποιήσασθαι πειράσομαι τὴν διήγησιν σύντομον, τὸν τῆς σκοτεινῆς καὶ δυσπέπτου μακρηγορίας ναυτιασμὸν φυλαττόμενος. Ἄρξομαι δὲ ἀπὸ τῶν πανσόφων τῆς σῆς ἀγάπης φωνῶν, αὐτὰς αὐτολεξεὶ παραθείς. Τίνες τοίνυν αἱ τῆς θαυμαστῆς σου τῶν γραμμάτων διδασκαλίας φωναί; ἁγία φησὶ καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεννηθέντα Υἱὸν μονογενῆ, τὸν ἐκ Θεοῦ ἀληθινοῦ Θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ φωτός, τὸν δι οὗ τὰ πάντα πεποίηκεν Πατήρ, κατελθεῖν, σαρκωθῆναι, ἐνανθρωπῆσαι, παθεῖν, ἀναστῆναι. Ταῦτα τῆς σῆς θεοσεβείας τὰ ῥήματα· καὶ γνωρίζεις ἴσως τὰ σά. Ἄκουε δὲ καὶ τὰ παρ ἡμῶν, ἀδελφικὴν ὑπὲρ εὐσεβείας παραίνεσιν, καὶ ἣν μέγας ἐκεῖνος Παῦλος τῷ φιλουμένῳ παρ αὐτοῦ Τιμοθέῳ διεμαρτύρατο· « Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδαχῇ· τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου. » Τί δέ μοι τὸ « Πρόσεχε » βούλεται; Ὅτι τὴν τῶν ἁγίων ἐκείνων ἐξ ἐπιπολῆς ἀναγινώσκων παράδοσιν, συγγνώμης ἀξίαν ἠγνόησας ἄγνοιαν· παθητὸν αὐτοὺς εἰρηκέναι νομίσας τὸν τῷ Πατρὶ συναίδιον Λόγον. Ἔγκυψον δέ, εἰ δοκεῖ, τοῖς ῥητοῖς ἀκριβέστερον· καὶ τὸν θεῖον ἐκεῖνον τῶν Πατέρων εὑρήσεις χορὸν, οὐ τὴν ὁμοούσιον θεότητα παθητὴν εἰρηκότα· οὐδὲ πρόσφατον γεννητὴν τὴν τῷ Πατρὶ συναΐδιον· οὐδὲ ἀναστᾶσαν τὴν τὸν λελυμένον ναὸν ἀναστήσασαν. Κἄν μοι τὰς ἀκοὰς εἰς ἀδελφικὴν ἰατρείαν παράσχῃς, αὐτάς σοι τὰς τῶν ἁγίων ἐκείνων φωνὰς παραθέμενος, τῆς κατ ἐκείνων ἀπαλλάξω συκοφαντίας, καὶ τῆς κατὰ τῶν θείων Γραφῶν, δι ἐκείνων. Πιστεύομεν τοίνυν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. Σκόπησον ὅπως, τὸ, Κύριος, Ἰησοῦς, Χριστός, καὶ Μονογενής καὶ Υἱός πρότερον θέντες, τὰ κοινὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ὡς θεμελίους, ὀνόματα, τότε τὴν τῆς ἐνανθρωπήσεως, καὶ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως ἐποικοδομοῦσι παράδοσιν, ἵνα τῶν ὀνομάτων τῶν φύσεων ἑκατέρων κοινῶν τινων σημαντικῶν προκειμένων, μήτε τὰ τῆς υἱότητος καὶ κυριότητος τέμνηται, μήτε τὰ τῶν φύσεων ἐν τῷ τῆς υἱότητος μοναδικῷ συγχύσεως ἀφανισμῷ κινδυνεύῃ. Τούτου γὰρ αὐτὸς παιδευτὴς Παῦλος γεγένηται, ὃς τῆς ἐνανθρωπήσεως τῆς θείας τὴν μνήμην ποιούμενος, καὶ μέλλων τὰ τοῦ πάθους ἐπάγειν, πρότερον θεὶς τὸ, Χριστός, τὸ κοινόν τῶν δύο, ὡς μικρῷ πρότερον ἔφην, τῶν φύσεων ὄνομα, προσάγει τὸν λόγον ἀμφοτέραις πρεπώδη ταῖς φύσεσι. Τί γάρ φησι; « Τοῦτο φρονείσθω ἐν ὑμῖν, καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. ἀλλ’ (ἵνα μὴ τὰ καθ ἕκαστον λέγω), ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. » Ἐπειδὴ γὰρ ἔμελλε τοῦ θανάτου μεμνῆσθαι, ἵνα μὴ τὸν Θεὸν Λόγον ἐντεῦθέν τις παθητὸν ὑπολάβῃ, τίθησι τὸ, Χριστός, ὡς τῆς ἀπαθοῦς καὶ παθητῆς οὐσίας ἐν μοναδικῷ προσώπῳ προσηγορίαν σημαντικήν· ὅπως καὶ ἀπαθὴς Χριστὸς, καὶ παθητὸς ἀκινδύνως καλοῖτο, ἀπαθὴς μὲν θεότητι, παθητὸς δὲ τῇ τοῦ σώματος φύσει. Πολλὰ λέγειν περὶ τούτου δυνάμενος, καὶ πρῶτόν γε τὸ, μηδὲ γεννήσεως ἐπὶ τῆς οἰκονομίας, ἀλλ ἐνανθρωπήσεως τοὺς ἁγίους ἐκείνους μνημονεῦσαι Πατέρας, τὴν τῆς βραχυλογίας ἐν προοιμίοις ὑπόσχεσιν χαλινοῦσαν τὸν λόγον αἰσθάνομαι, καὶ πρὸς τὸ δεύτερον τῆς σῆς ἀγάπης κινοῦσαν κεφάλαιον.

Ἐν ὧι καὶ τὴν μὲν τῶν φύσεων ἐπῄνουν διαίρεσιν κατὰ τὸν τῆς ἀνθρωπότητος καὶ θεότητος λόγον, καὶ τὴν τούτων εἰς ἑνὸς προσώπου συνάφειαν· καὶ τὸ, τὸν Θεὸν Λόγον δευτέρας ἐκ γυναικὸς μὴ φάσκειν δεδεῆσθαι γεννήσεως· καὶ τὸ πάθους ἀνεπίδεκτον ὁμολογεῖν τὴν θεότητα· ὀρθόδοξα γὰρ, ὡς ἀληθῶς, τὰ τοιαῦτα, καὶ ταῖς τῶν αἱρέσεων πασῶν περὶ τὰς Δεσποτικὰς φύσεις ἐναντία κακοδοξίαις. Τὰ δὲ λοιπὰ εἰ μέν τινα σοφίαν κεκρυμμένην ἐπήγετο ταῖς τῶν ἀναγινωσκόντων ἀκοαῖς ἀκατάληπτον, τῆς σῆς ἐστιν ἀκριβείας εἰδέναι. Ἐμοὶ γοῦν τὰ πρῶτα καταστρέφειν ἐδόκει. Τὸν γὰρ ἐν τοῖς πρώτοις ἀπαθῆ κηρυχθέντα, καὶ δευτέρας γεννήσεως ἄδεκτον, πάλιν παθητὸν καὶ νεόκτιστον, οὐκ οἶδ ὅπως, εἰσῆγεν, ὡς τῶν κατὰ φύσιν τῷ Θεῷ Λόγῳ προσόντων, τῇ τοῦ ναοῦ συναφείᾳ διεφθαρμένων, μικροῦ τινος τοῖς ἀνθρώποις νομιζομένου τὸ τὸν ἀναμάρτητον ναὸν, καὶ τῆς θείας ἀχώριστον φύσεως, τὴν ὑπὲρ ἁμαρτωλῶν γέννησίν τε καὶ τελευτὴν ὑπομεῖναι, πιστεύεσθαι τῆς Δεσποτικῆς οὐκ ὀφειλομένης φωνῆς, πρὸς Ἰουδαίους βοώσης· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. » Οὐ, Λύσατέ μου τὴν θεότητα, καὶ ἐν τρισὶν ἡμέραις ἐγερθήσεται. Πάλιν πλατῦναι κἀνταῦθα βουλόμενος, τῇ τῆς ἐπαγγελίας ἀναστέλλομαι μνήμῃ. Ῥητέον οὖν ὅμως, βραχυλογίᾳ χρησάμενον.

Πανταχοῦ τῆς θείας Γραφῆς, ἡνίκα ἂν μνήμην τῆς Δεσποτικῆς οἰκονομίας ποιῆται, γέννησις ἡμῖν καὶ πάθος οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ παραδίδοται· ὡς καλεῖσθαι κατὰ ἀκριβεστέραν προσηγορίαν τὴν ἁγίαν Παρθένον Χριστοτόκον, οὐ Θεοτόκον. Ἄκουε ταῦτα τῶν Εὐαγγελίων βοώντων· « Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυὶδ, υἱοῦ Ἁβραάμ. » Δῆλον δὲ, ὅτι τοῦ Δαυὶδ υἱὸς Θεὸς Λόγος οὐκ ἦν. Δέχου καὶ ἄλλην, εἰ δοκεῖ, μαρτυρίαν· « Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ, τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, λεγόμενος Χριστός. » Σκόπει πάλιν ἑτέραν ἡμῖν διαμαρτυρομένην φωνήν· « Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. » Κτίσμα δὲ Πνεύματος, τίς ἂν ὑπολάβει τὴν τοῦ Μονογενοῦς θεότητα; Τί δεῖ λέγειν τὸ, « Ἦν μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ; » Καὶ πάλιν τὸ « Σὺν Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ. » Καὶ τὸ· « Τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. » Καὶ τὸ· « Λάβε τὸ παιδίον, καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. » Καὶ τὸ· « Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα. » Καὶ τὸ περὶ τοῦ πάθους αὖθις, ὅτι « Θεὸς τὸν Υἱὸν αὐτοῦ ἀπέστειλεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. » Καὶ πάλιν· « Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· » καὶ, « Χριστοῦ παθόντος σαρκί· » καὶ, « Τοῦτ ἐστιν, (οὐχ θεότης μου, ἀλλὰ) τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. » Καὶ μυρίων ἄλλων φωνῶν διαμαρτυρομένων τῶν ἀνθρώπων τὸ γένος, μὴ τὴν τοῦ Υἱοῦ νομίζειν θεότητα πρόσφατον, πάθους σωματικοῦ δεκτικήν, ἀλλὰ τὴν συνημμένην τῇ φύσει τῆς θεότητος σάρκα. Ὅθεν καὶ Κύριον τοῦ Δαυὶδ ἑαυτὸν Χριστὸς καὶ Υἱὸν ὀνομάζει· « Τί γάρ ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, φησίν; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· τοῦ Δαυίδ. Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; » ὡς Υἱὸς ὢν τοῦ Δαυὶδ πάντως κατὰ σάρκα, κατὰ δὲ τὴν θεότητα Κύριος. Εἶναι μὲν οὖν τῆς Υἱοῦ θεότητος τὸ σῶμα ναὸν, καὶ ναὸν κατ ἄκραν τινὰ καὶ θείαν ἡνωμένον συνάφειαν· ὡς οἰκειοῦσθαι τὸ τούτου τὴν τῆς θεότητος φύσιν ὁμολογεῖσθαι, καλὸν καὶ τῶν εὐαγγελικῶν παραδόσεων ἄξιον. Τὸ δὲ δὴ τῷ τῆς οἰκειότητος προστρίβειν ὀνόματι, καὶ τὰς τῆς συνημμένης σαρκὸς ἰδιότητας, γέννησιν λέγω, καὶ πάθος, καὶ νέκρωσιν, πλανωμένης ἐστίν ἀληθῶς καθ Ἕλληνας, ἀδελφὲ, διανοίας, τὰ τοῦ φρενοβλαβοῦς Ἀπολιναρίου, καὶ Ἀρείου, καὶ τῶν ἄλλων νοσούσης αἱρέσεων· μᾶλλον δὲ, ὅτι κἀκείνων βαρύτερον. Ἀνάγκη γὰρ τῷ τῆς οἰκειότητος τοὺς τοιούτους παρασυρομένους ὀνόματι, καὶ γαλακτοτροφίας κοινωνὸν διὰ τὴν οἰκειότητα τὸν Θεὸν Λόγον ποιεῖν, καὶ τῆς κατὰ μικρὸν αὐξήσεως μέτοχον, καὶ τῆς ἐν τῷ τοῦ πάθους καιρῷ δειλίας τε καὶ βοηθείας ἀγγελικῆς ἐπιδεᾶ. Καὶ σιωπῶ περιτομὴν, καὶ θυσίαν, καὶ ἱδρῶτας, καὶ πεῖναν, και δίψαν, τῇ σαρκὶ μὲν ὡς δι ἡμᾶς συμβάντα, προσκυνητῶς συναπτόμενα. Ἐπὶ δὲ τῆς θεότητος ταῦτα καὶ ψευδῆ λαμβανόμενα, καὶ ἡμῖν, ὡς συκοφάνταις, δικαίας κατακρίσεως αἴτια. Αὗται τῶν ἁγίων Πατέρων αἱ παραδόσεις· ταῦτα τῶν θείων Γραφῶν τὰ παραγγέλματα. Οὕτω τις καὶ τὰ τῆς φιλανθρωπίας τῆς θείας, καὶ τὰ τῆς αὐθεντίας θεολογεῖ· « Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σοῦ προκοπὴ φανερὰ πᾶσι, καὶ πρὸς πάντας. » καθὰ Παῦλος φησί.

Τῆς δέ γε τῶν σκανδαλιζομένων φροντίδος, καλῶς μὲν ποιεῖς ἀντεχόμενος, καὶ χάρις τῇ τῶν θείων μεριμνητικῇ σου ψυχῇ, καὶ τῶν παρ ἡμῖν φροντιζούσῃ. Γίνωσκε δὲ πεπλανημένον σαυτὸν ὑπὸ τῶν τῆς σῆς ἴσως διαθέσεως κληρικῶν, ὑπὸ τῶν ἐνταῦθα ἀπὸ τῆς ἁγίας συνόδου καθῃρημένων, ὡς τὰ Μανιχαίων φρονούντων. Τὰ γὰρ τῆς Ἐκκλησίας καθ ἑκάστην προκόπτει, καὶ τὰ τῶν λαῶν ἐν ἐπιδόσει τοσαύτῃ διὰ τὴν τοῦ Θεοῦ χάριν, ὡς τὰ τοῦ προφήτου, βλέποντας τὰ πλήθη, βοᾶν· « Πλησθήσεται γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. » Τά τε τῶν βασιλέων ἐν ὑπερβαλλούσῃ χαρᾷ, πεφωτισμένων τοῦ δόγματος. Καὶ ἵνα συνελὼν ἐπιστείλω, ἐκείνην ἐπὶ ταῖς θεομάχοις ἁπάσαις αἱρέσεσι, καὶ τῇ τῆς Ἐκκλησίας ὀρθοδοξίᾳ, καθ ἑκάστην εὕροι τις ἂν παρ ἡμῖν τὴν φωνὴν πληρουμένην· « οἶκος Σαοὺλ ἐπορεύετο, καὶ ἠσθένει. Καὶ οἶκος Δαυὶδ ἐπορεύετο, καὶ ἐκραταιοῦτο. » Ταῦτα παρ ἡμῶν ὡς ἀδελφῶν πρὸς ἀδελφὸν συμβουλεύματα· Εἰ δέ τις δοκεῖ φιλονεικεῖν, κεκράξεται καὶ δι ἡμῶν πρὸς τὸν τοιοῦτον Παῦλος· « Ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ. » Πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῷ ἀδελφότητα, ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ, πλεῖστα προσαγορεύομεν. Εῤῥωμένος, καὶ ὑπερευχόμενος ἡμῶν διατελοίης, πάντα μοι τιμιώτατε καὶ θεοφιλέστατε.