PSEUDO-MACARIUS - HOMILY 18

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homilia, 18

Greek text from Migne PG, Vol. 34, Col. 634

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The website also has links to the scanned Greek text of all the Macarian homilies contained in Migne PG, Vol. 34 and all the English translations contained in Mason's 1921 SPCK translation.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Περὶ τοῦ θησαυροῦ τῶν Χριστιανῶν, δηλαδὴ τοῦ Χριστοῦ καὶ Πνεύματος ἁγίου, διαφόρως ἀσκοῦντος αὐτοὺς πρὸς τὸ φθάναι εἰς τὴν τελειότητα.

Α′. Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει, καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει, πάντα ὅσα θέλει κτᾶται, καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ κτήματα εὐχερῶς ἐπισυνάγει, τῷ θησαυρῷ πεποιθὼς, ὅτι δι αὐτοῦ πᾶσαν κτῆσιν, ἣν ἂν βούληται, εὐκόλως κτᾶται. Οὕτως καὶ οἱ πρῶτον ζητοῦντες παρὰ θεῷ, καὶ εὑρόντες, καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρόν, αὐτὸν τὸν Κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν, καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ Κυρίου, ἐκ τοῦ θησαυροῦ τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι, καὶ δι αὐτοῦ πλείονα πλοῦτον οὐράνιον ἐπισυνάγουσι. Διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ Κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου ἐργάζονται. Φησὶ δὲ καὶ Ἀπόστολος· Ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν ἑαυτοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ Πνεύματος, καὶ πάλιν. Ὄς ἐγενήθη ἡμῖν σοφία ἀπὸτοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.

Β′. οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦτον τοῦ Πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν, καὶ πᾶσαν ἐργασίαν ἀρετῶν, ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως λοιπὸν καὶ εὐκόλως. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν, καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ Πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν, καὶ τὴν δικαιοσύνην τοῦ Πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι, διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. γὰρ πένης καὶ πτωχὸς καὶ λιμώττων, ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης. δὲ ἔχων θησαυρόν, ὡς προείρηται, εὐχερῶς, οἷα βούλεται κτήματα καὶ ἀνωδύνως κτᾶται. Οὕτως καὶ ψυχὴ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας Πνεύματος, καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα, οὐδὲν δύναται, κἂν θέλῃ τὸν καρπὸν τοῦ Πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι, πρὸ τῆς μεταλήψεως τοῦ Πνεύματος.

Γ′. Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ Κυρίου, ἵνα καταξιωθῇ λαβεῖν, καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρόν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι. Πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας Πνεύματος ὑπάρχων, πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι, ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; δὲ εὑροῦσα ψυχὴ τὸν Κύριον διὰ ζητήσεως Πνεύματος, καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ Πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς· πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ Κυρίου, ἃς ἐνετείλατο τὸ Πνεῦμα ἐν αὐτῇ, καὶ δι αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.

Δ′. πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. Ὥσπερ ἐάν τις πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυτελές, ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει, ἀναλίσκει, καὶ οὐ δέδοικε, μή τινος αὐτῷ ἐνδεήσει πλοῦτον ἔχοντι μέγαν· καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα. δὲ πένης καὶ ἐνδεὴς πλούτου, ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τινὶ, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη, καὶ ἱμάτια, καὶ ἄλλα εἴδη· καὶ εἶθ οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας, ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος ἀργυροῦν, ἱμάτιον, ἕτερον εἶδος· καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων πάντων, αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται.

Ε′. Οὕτως καὶ οἱ πλούσιοι τῷ Πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ, καὶ κοινωνίαν Πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας, καὶ ἐπάν τισι κοινωνῶσι λόγον πνευματικὸν, καὶ εὐφρᾶναι ψυχὰς θελήσωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι, καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι μὴ ἐνδεήσειεν αὐτοῖς, ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους. δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ, μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων, καὶ ἐνθυμημάτων θείων, καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν, καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ ἐν δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ Θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς, παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν, καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων· μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος πρὸς τὰ ἴδια ἀφ ὧν ἤρθη, ἀπέρχεται, καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν Πνεύματος, ἀφ οὗ προφέρει, καὶ ὠφελεῖ, καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος, μηδὲ ἀγαλλιώμενος τῷ Πνεύματι.

Ϛ′. Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ Θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ Πνεύματος. Καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς, καὶ σωτηρίαν, καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν Κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν, καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι διήγησιν. Οὕτως γὰρ εὐδόκησεν ἀγαθότης τοῦ θελήματος τοῦ Πατρὸς, τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν. γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Καὶ πάλιν· Ἐλευσόμεθα ἐγὼ καὶ Πατήρ μου, καὶ μονὴν παρ αὐτῷ ποιήσομεν. Οὕτως ἄπειρος χρηστότης τοῦ Πατρὸς ἠθέλησεν, οὕτως ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἄῤῥητος ἀγαθότης τοῦ Πνεύματος ἐπηγγείλατο. Δόξα τῇ ἀῤῥήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας Τριάδος.

Ζ′. Οἱ γὰρ καταξιωθέντες τέκνα γενέσθαι Θεοῦ, καὶ ἐκ Πνεύματος ἁγίου ἄνωθεν γεννηθῆναι, καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτούς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις Πνεύματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ, ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι. Πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, καὶ ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες. Ἔστιν ὅτε γίνονται ὡς ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι, καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ. Ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι ὄντες μετὰ τοῦ σώματος· ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ, εὐφραινόμενοι καὶ μεθύοντες τῷ Πνεύματι, μέθην θείων μυστηρίων πνευματικῶν.

Η′. Ἄλλοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενον ὑπὲρ ὅλου τοῦ Ἀδὰμ, πένθος καὶ κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ Πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι. Ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ Πνεύματος ἐκπυροῦνται, ὡς, εἰ δυνατόν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ· ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ Πνεύματος ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν. Ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ Πνεύματος διατηροῦνται. Ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς, λαβὼν πανοπλίαν βασιλικήν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας. Ὁμοίως γὰρ καὶ πνευματικὸς λαμβάνει ὅπλα ἐπουράνια τοῦ Πνεύματος καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ, καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

Θ′. Ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ, καὶ γαλήνῃ, ψυχὴ ἀναπαύεται, εἰς μόνην ἡδονὴν πνευματικὴν καὶ ἀνάπαυσιν ἄῤῥητον οὖσα, καὶ εὐθηνίαν. Ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀῤῥήτῳ, καὶ γνώσει Πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον. Ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται. Οὕτω ποικίλως ἐν αὐτοῖς χάρις ἀναστρέφεται, καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχήν ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ Θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ Πατρὶ ἀποκαταστήσῃ.

Ι′. Ταῦτα δὲ τὰ προειρημένα τοῦ Πνεύματος ἐνεργήματα, μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων. Aἱ γὰρ προειρημέναι τῆς χάριτος ποικίλαι ἀναπαύσεις, διαφόρως μὲν λαλοῦνται, ἀδιαλείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης. Ὅταν γὰρ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα, καὶ τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀῤῥήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ καταξιωθῇ πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ Πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμός, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται. Ὥσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται· οὕτως οὗτοι, παντὶ τρόπῳ Πνεύματι ἁγίῳ ἀνακεκραμένοι, ἀφομοιοῦνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ Πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν ὄντες ἄμωμοι, καὶ ἄσπιλοι καὶ καθαροί.

ΙΑ′. Διὰ γὰρ τοῦ Πνεύματος καταρτισθέντες, πῶς δύνανται καρποὺς ἔξωθεν κακίας προαγαγεῖν; Ἀλλὰ πάντοτε διὰ πάντων, οἱ καρποὶ τοῦ Πνεύματος ἐν αὐτοῖς διαλάμπουσι. Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν Θεὸν, καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δῴη ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ Πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ Πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ τῆς χάριτος, καὶ προκοπῆς πνευματικῆς, καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν Ἀπόστολος· Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ· καὶ πάλιν, Μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἐπηγγείλατο Κύριος πᾶσι τοῖς πιστεύουσιν αὐτῷ, καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀῤῥήτου κοινωνίας τοῦ Πνεύματος. Καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ Κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν, ψυχῇ καὶ σώματι ἀφιερωθέντες, καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Ἀμήν.