|
|
|
THE TOME OF LEO - Page 6 of 6 |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
Epistola XXVIII. Ad Flavianum Episcopum Constantinopolitanum Contra Eutychis Perfidiam Et Haeresim Latin and Greek text from Migne, PL, vol. 54, Cols. 755 - 782 An English translation of this text, placed alongside the Latin and Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
|
VI. Eutychis
prava
et
subdola
confessio.
Qua
ratione,
si
resipiscit,
communioni
sit
restituendus.
Legati
mittuntur
in
Orientem. |
An English translation is here on the subscription version of the site. |
Πρὸς μέντοι γε τὴν διαλαλιὰν τῆς ὑμετέρας ἀκροάσεως ὁ Εὐτυχὴς ἀπεκρίνατο, λέγων· Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως· μετὰ μέντοι τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ· θαυμάζω τὴν οὕτως ἀλλόκοτον, καὶ οὕτω διεστραμμένην ὁμολογίαν, μηδεμιᾷ τῶν δικαζόντων ἐπιτιμήσει δόξασαν ἐπιλήψιμον· καὶ τὸν οὕτως ἄφρονα λόγον ἐν παραδρομῇ γεγονότα, ὡς τῶν ἀκουσθέντων οὐδενὶ προσκρουσάντων· ὁπότε τὸν αὐτὸν τρόπον ἐστὶν ἀσεβὲς τὸ λέγειν, ὡς ἐκ δύο φύσεων πρό τῆς ἐνανθρωπήσεως ὁ μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ, ὥσπερ ἐστὶν ἀθέμιτον τὸ διαβεβαιοῦσθαι, ὡς μετὰ τὸ τὸν λόγον σάρκα γενέσθαι, μία ἐν αὐτῷ φύσις ἐστίν· ὅπερ ὅπως ἂν μὴ Εὐτυχὴς ὀρθῶς, ἤτ ὀὖν ἀνεκτῶς ὑπολάβῃ ῥηθέν· ἐπειδήπερ ἐξ οὐδεμίας ἡμῶν ἐπεστόμισται ψήφου, τὴν τῆν σῆς ἀγάπης ὑπομιμνήσκομεν ἀκρίβειαν, ἀδελφὲ τιμιώτατε, ἵνα, εἰ διὰ τῶν τοῦ Θεοῦ οἰκτιρμῶν εἰς ἀπολογίαν περιΐσταται τὰ τοῦ πράγματος, ἡ ἀγνωσία τοῦ ἀμαθοῦς ἀνθρώπου καὶ ἀπὸ ταύτης τῆς φθορᾶς κατὰ τὴν οἰκείαν διάνοιαν καθαρθῇ. Ὅς τις μὲν οὖν, ὡς ἡ τάξις τῶν πεπραγμένων δηλοῖ, καλῶς ἀναχωρεῖν ἦν ἀρξάμενος ἀπὸ τῆς ἰδίας ἐνστάσεως, ὁπηνίκα τῇ ὑμῶν ἀποφάσει συνεχόμενος, ὡμολόγει λέγειν ἑαυτὸν, ὃ πρότερον οὐκ εἰρήκει, καὶ ταύτῃ ἐφησυχάζειν τῇ πίστει, ἧς ἐτύγχανε πρώην ἀλλότριος. Ἀλλ᾽ ὁπότε ἐν τῷ ἀναθεματιστέῳ ἀσεβεῖ δόγματι συναινεῖν οὐκ ἠβούλετο, ἔγνω αὐτὸν ἡ ὑμῶν ἀδελφότης, ἐν τῇ οἰκείᾳ διαμένοντα κακοδοξίᾳ. καὶ ἄξιον εἶναι τοῦ δέχεσθαι τὴν κρίσιν τῆς καθαιρέσεως· ἐφ᾽ ᾧπερ, εἰ πιστῶς, καὶ συμφερόντως ἀλγεῖ, καὶ εἰ βράδιον γοῦν, ὅμως ἐπιγινώσκει, ὅπως εἰς δέον ἡ τῶν ἐπισκόπων ἐπ᾽ αὐτῷ αὐθεντία κεκίνηται· ἢ εἰ πρὸς τὸ τέλειον τῆς ἀπολογίας ἴδοι, ὥστε πάντα τὰ παρ᾽ αὐτοῦ κακῶς φρονηθέντα, ἐναργεῖ, καὶ παρούσῃ τῇ φωνῇ, καὶ οἰκείᾳ δὲ καταδικασθῆναι ὑπογραφῇ, οὐκ ἔσται καταγνώσεως ἄξιος ὁ περὶ τόν διορθωθέντα ὁποσοσοῦν ἔλεος· ἐπειδήπερ ὁ Κύριος ἡμῶν ὁ ἀληθινὸς, καὶ ἀγαθὸς ποιμὴν, ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων τῶν ἑαυτοῦ, καὶ ὃς ἦλθε τὰς ψυχὰς τῶν ἀνθρώπων σῶσαι, οὐκ ἀπολέσαι, μιμητὰς ἡμᾶς τῆς οἰκείας ἀγαθότητος εἶναι βούλεται· ἵνα τοὺς μὲν ἁμαρτάνοντας σωφρονίσῃ τὸ δίκαιον, τοὺς δὲ ἐπιστρέψαντας ὁ τῆς συμπαθείας οἶκτος μηδαμῶς ἀπώσηται. Τότε γὰρ ὄντως, τότε σὺν ἀγαθῷ τῷ καρπῷ τὸ τῆς πίστεως ἀληθὲς ἐκδικεῖται, ὅτε καὶ παρὰ τῶν τῆς δυσσεβείας ἐξάρχων ἡ οἰκεία κακοδοξία καταδικάζεται. Πρὸς δὲ τὸ πᾶσαν τὴν ὐπόθεσιν εὐσεβῶς, καὶ πιστῶς ἐξανυσθῆναι, τοὺς ἁδελφοὺς ἡμῶν Ἰουλιὸν τὸν ἐπίσκοπον, καὶ Ῥενάτον τὸν πρεσβύτερον ἔτι γε μὴν καὶ τὸν υἱόν μου Ἱλάρον τὸν διάκονον, εἰς τὸν ἡμῶν ἀπεστάλκαμεν τόπον. Οἷς Δουλκίτιον τὸν νοτάριον τὸν ἡμέτερον, οὗ τὴν πίστιν ἐδοκιμάσαμεν, συνεζεύξαμεν, θαῤῥοῦντες, τὴν τοῦ Θεοῦ παρεσομένην βοήθειαν, ὥστε τὸν πλανηθέντα καταδικάσαντα τὴν σκαιότητα τοῦ φρονήματος τοῦ οἰκείου σωθῆναι. Ὁ Θεὸς ἐῤῥωμένον σε διαφυλάττοι, ἀδελφὲ προσφιλέστατε. Ἐδόθη εἰδοῖς Ἰουνίαις. |
|---|