|
|
|
THE TOME OF LEO - Page 4 of 6 |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
Epistola XXVIII. Ad Flavianum Episcopum Constantinopolitanum Contra Eutychis Perfidiam Et Haeresim Latin and Greek text from Migne, PL, vol. 54, Cols. 755 - 782 An English translation of this text, placed alongside the Latin and Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
« Previous part of text - Next part of text »
|
IV. Utriusque
Christi
nativitatis
et
naturae
proprietates
expenduntur. |
An English translation is here on the subscription version of the site. |
Προσέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ κόσμου ὁ Υἱὸς τοῦ Θεοῦ, ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων, καὶ ἀπὸ τῆς πατρικῆς δόξης οὐκ ἀφιστάμενος· καινῇ τῇ τάξει, καὶ καινῇ τῇ γεννήσει γεννώμενος· καινῇ μὲν τῇ τάξει, ὅτιπερ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ, ὁρατὸς γέγοπαρθνεν ἐν τοῖς παρ᾽ ἡμῖν, καὶ ἀκατάληπτος ὦν, ἠβουλήθη καταλαμβάνεσθαι, καὶ προαιώνιος μένων, εἶναι ἤρξατο ἀπὸ χρόνου, καὶ τοῦ παντὸς ὢν δεσπότης, τὴν δουλικὴν μορφὴν ἀνεδέξατο, τῆς οἰκείας θεότητος ἐπισκιάσας τὸ μέγεθος, καὶ ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου· καινῇ δὲ τῇ γεννήσει τεχθεὶς, ἐπείπερ ἡ ἄχραντος παρθενία ἐπιθυμίαν μὲν ἠγνόησε, τὴν δὲ τῆς σαρκὸς ἐχορήγησεν ὕλην. Καὶ προσελήφθη ἐκ τῆς μητρὸς τοῦ δεσπότου φύσις, οὐχ ἁμαρτία· οὐ μὴν ἐπειδήπερ ἐν τῷ δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ τεχθέντι ἐκ τῆς γαστρὸς τῆς παρθένου θαυμαστὴ τίς ἐστιν ἡ γέννησις, διὰ τοῦτο ἡμῖν οὐχ ἡ φύσις ὁμοία· ὁ γὰρ ὢν Θεὸς ἀληθὴς, αὐτός ἐστι καὶ ἄνθρωπος ἀληθής. Καὶ ψεῦδος οὐδὲν ἐν ταύτῃ τῇ ἑνώσει τυγχάνει, ἐν ὅσῳ τὰ συναμφότερα μετ᾽ ἀλλήλων ἐστί· καὶ τοῦ ἀνθρώπου τὸ ταπεινὸν, καὶ τῆς θεότητος τὸ μέγεθος· ὥσπερ γὰρ τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται· ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ᾽ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε. Καὶ καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν· εἷς γὰρ, καὶ ὁ αὐτὸς ἀληθῶς Υἱός τε Θεοῦ, καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει, Θεὸς μὲν κατά τοῦτο, καθὸ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ Θεὸς μὲν κατὰ τοῦτο, καθὸ δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ γέγονεν ἐκ γυναικὸς, γέγονεν ὑπὸ νόμον· καὶ ἡ μὲν τῆς σαρκώσεως γέννησις ἀνθρωπίνης ἐστὶ δήλωσις φύσεως, ὁ δὲ τοκετὸς τῆς παρθένου μήνυμα τῆς θείας ὑπάρχει δυνάμεως. Καὶ ἡ μὲν νηπιότης τοῦ βρέφους διὰ τῆς τῶν σπαργάνων εὐτελείας ἐπιγινώσκεται· τὸ δὲ μέγεθος τῆς αὐτοῦ μηγαλωσύνης διά τῶν ἀγγελικῶν φωνῶν ἀποδείκνυται· Δεσκαὶ ὁμοιοῦται μὲν τοῖς νεωστὶ τικτομένοις ἀνθρώποις οὗτος, ὃν Ἡρώδης ἀσεβῶς φονεῦσαι βούλεται· ἀλλὰ ἔστι δεσπότης τῶν ὅλων, ὃν μάγοι χαίρουσιν ἱκετευτικῶς προσκυνεῖν. Ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου αὐτοῦ Ἰωάννου ἔρχεται βάπτισμα, ὅπως ἂν μὴ λάθῃ, ὅτιπερ τῷ προκαλύμματι τῆς σαρκὸς ἡ Θεότης ἐκρύπτετο, ἡ τοῦ Πατρὸς φωνὴ ἐξ οὐρανῶν ἐπιβοῶσα, φησίν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα· τοιγαροῦν ὃν ὡς ἄνθρωπον ἡ τοῦ διαβόλου πειράζει πανουργία, τούτῷ, ἅτε δὴ Θεῷ, ἡ τῶν ἀγγέλων τάξις διακονεῖ. Τὸ μὲν γὰρ πεινῇν, καὶ διψῇν, καὶ κοπιᾷν, καὶ ὑπνοῦν, ὁμολογουμένως ἐστὶν ἀνθρώπου· ἀλλὰ τὸ πέντε ἄρτοις πέντε χιλιάδας ἀνθρώπων κορέσαι, καὶ χαρίσασθαι τῇ Σαμαρείτιδι ζῶν ὕδωρ, ὅθεν ἀρυσαμένῃ αὐτῇ ὑπῆρχε τὸ μηκέτι διψῇν· καὶ ἐπὶ μὲν νώτων θαλάσσης περιπατεῖν, τῶν ποδῶν οὐ βαπτιζομένων, τὰς δὲ τῶν κυμάτων οἰδήσεις, ἐπιτιμωμένου τοῦ κλὺδωνος κατευνάζειν, ἐστὶν ἀναμφιβόλως Θεοῦ. Ὥσπερ οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστι φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου τὸν τελευτήσαντα φίλον, καὶ τὸ τὸν αὐτόν ἀναζῇν μέλλοντα, διασκεδασθέντος τοῦ προσχώματος, τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς, ἢ τὸ ἐπὶ ξύλου ἠρτῆσθαι, καὶ ἐξ ἡμέρας εἰς νύκτα μεταβληθείσης τὰ στοιχεῖα πάντα συσσεῖσαι, ἢ τὸ διαπεπάρθαι τοῖς ἥλοις καὶ τὰς τοῦ παραδείσου πύλας ἀνοῖξαι τῇ πίστει τῆ τοῦ λῃστοῦ, οὕτως οὐ τῆς αὐτῆς ἐστι φύσεως τό λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ τὸ λέγειν· Ὁ Πατήρ μου μείζων μου ἐστίν· εἰ καί τὰ μάλιστα γὰρ ἐν τῷ Δεσπότῃ Ἰησοῦ Χριστῷ τοῦ Θεοῦ, καὶ τοῦ ἀνθρώπου ἕν ἐστι τὸ πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο, ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν, ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ Πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ Πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ Πατρός ἴση Θεότης. |
|---|