JUSTIN - CHRIST AND SOCRATES

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Apology, 2. 10

Greek text from Migne PG, Vol. 6, Cols. 460-461

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Μεγαλειότερα μὲν οὖν πάσης ἀνθρωπείου διδασκαλίας φαίνεται τὰ ἡμέτερα· διὰ τοῦτὸ λογικὸν τὸ ὅλον τὸν φανέντα δι ἡμᾶς Χριστὸν γεγονέναι, καὶ σῶμα, καὶ Λόγον, καὶ ψυχήν. Ὅσα γὰρ καλῶς ἀεὶ ἐφθέγξαντο καὶ εὗρον οἱ φιλοσοφήσαντες νομοθετήσαντες, κατὰ Λόγου μέρος εὑρεσεως καὶ θεωρίας ἐστὶ πονηθέντα αὐτοῖς. Ἐπειδὴ δὲ οὐ πάντα τὰ τοῦ Λόγου ἐγνώρισαν, ὅς ἐστι Χριστός, καὶ ἐναντία ἑαυτοῖς πολλάκις εἶπον. Καὶ οἱ προγεγενημένοι τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπινον, λόγῳ πειραθέντες τὰ πράγματα θεωρῆσαι καὶ ἐλέγξαι, ὡς ἀσεβεῖς καὶ περίεργοι εἰς δικαστήρια ἤχθησαν. πάντων δὲ αὐτῶν εὐτονώτερος πρὸς τοῦτο γενόμενος Σωκράτης τὰ αὐτὰ ἡμῖν ἐνεκλήθη. Καὶ γὰρ ἔφασαν αὐτὸν καινὰ δαιμόνια εἰσφέρειν, καὶ οὓς πόλις νομίζει θεοὺς μὴ ἡγεῖσθαι αὐτόν. δὲ δαίμονας μὲν τοὺς φαύλους, καὶ τοὺς πράξαντας ἔφασαν οἱ ποιηταί, ἐκβαλὼν τῆς πολιτείας καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, παραιτεῖσθαι τοὺς ἀνθρώπους ἐδίδαξε· Πρὸς Θεοῦ δὲ τοῦ ἀγνώστου αὐτοῖς, διὰ λόγου ζητήσεως ἐπίγνωσιν προὐτρέπετο εἰπών· « Τὸν δὲ πατέρα καὶ δημιουργὸν πάντων οὔθ εὑρεῖν ῥᾴδιον, οὔθ εὑρόντα εἰς πάντας εἰπεῖν ἀσφαλές ἡμέτερος Χριστὸς διὰ τῆς ἑαυτοῦ δυνάμεως ἔπραξε. Σωκράτει μὲν γὰρ οὐδεὶς ἐπιστεύθη, ὑπὲρ τούτου τοῦ δόγματος ἀποθνῄσκειν· Χριστῷ δὲ τῷ καὶ ὑπὸ Σωκράτους ἀπὸ μέρους γνωσθέντι (Λόγος γὰρ ἦν καὶ ἔστιν ἐν παντὶ ὢν, καὶ διὰ τῶν προφητῶν προειπὼν τὰ μέλλοντα γίνεσθαι, καὶ δι ἑαυτοῦ ὁμοιοπαθοῦς γενομένου καὶ διδάξαντος ταῦτα), οὐ φιλόσοφοι οὐδὲ φιλόλογοι μόνον ἐπείσθησαν, ἀλλὰ καὶ χειροτέχναι, καὶ παντελῶς ἰδιῶται, καὶ δόξης καὶ φόβου καὶ θανάτου καταφρονήσαντες· ἐπειδὴ δύναμίς ἐστι τοῦ ἀῤῥήτου Πατρὸς, καὶ οὐχὶ ἀνθρωπείου λόγου τα σκευή.