JOHN OF ANTIOCH - Resolution of The Conciliabulum at Ephesus - 431

 

 

Subscription Version of Text
With translation and
more background info.

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

Sententia Synodi Orientalium

Greek text from Eduardus Schwartz, Concilium Universale Ephesenum, part 1,1,5 page 122 (with change to iota subscripts)

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
Click here for information about: 1) the texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

ἁγία σύνοδος χάριτι θεοῦ συγκροτηθεῖσα ἐν Ἐφέσῳ κατὰ τὸ γράμμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων διελάλησε τὰ ὑποτεταγμένα
 

Ηὐχόμεθα μὲν κατὰ τοὺς κανόνας τῶν ἁγίων πατέρων καὶ κατὰ τὸ γράμμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων εἰρηνικῶς γενέσθαι τὴν σύνοδον· ἐπειδὴ δὲ θρασύτητι καὶ ἀταξίᾳ καὶ αἱρετικῷ φρονήματι κεχρημένοι καθ' ἑαυτοὺς συνηδρεύσατε, καίτοι ἡμῶν ἐπὶ θύραις ὄντων κατὰ τὸ γράμμα τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων, καὶ πάσης ταραχῆς τὴν πόλιν καὶ τὴν ἁγίαν σύνοδον ἐνεπλήσατε ὑπὲρ τοῦ μὴ ζητηθῆναι τὰ κεφάλαια συμβαίνει τῇ Ἀπολιναρίου καὶ Ἀρείου καὶ Εὐνομίου κακοδοξίᾳ καὶ δυσσεβείᾳ, καὶ οὐκ ἀνεμείνατε τὴν τῶν ἁπανταχόθεν ἁγιωτάτων ἐπισκόπων παρουσίαν τῶν κληθέντων ὑπὸ τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων καὶ ταῦτα τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ ἐγγράφως καὶ ἀγράφως παραγγείλαντος ὑμῖν μηδὲν τοιοῦτον τολμῆσαι, ἀλλὰ ἀναμεῖναι τὸ κοινὸν ἁπάντων τῶν ἁγιωτάτων ἐπισκόπων συνέδριον, τούτου ἕνεκεν γινώσκετε ὡς καθῃρημένοι ἐστὲ καὶ ἀλλότριοι τῆς ἐπισκοπῆς σύ τε Κύριλλος τῆς Ἀλεξανδρέων καὶ «σὺ» Μέμνων τῆσδε τῆς πόλεως καὶ πάσης ἐκκλησιαστικῆς λειτουργίας ἀλλότριοι ὡς πάσης τῆς ἀταξίας καὶ παρανομίας ἔξαρχοι καὶ ἡγεμόνες καὶ τοῦ πατηθῆναι τοὺς κανόνας τῶν πατέρων καὶ τὰ βασιλικὰ θεσπίσματα αἴτιοι γεγονότες· οἱ δὲ λοιποὶ πάντες οἱ συμφρονήσαντες τοῖς ἠτακτηκόσι καὶ παρανομήσασι κατὰ τῶν κανόνων καὶ κατὰ τῶν βασιλικῶν θεσπισμάτων ἀκοινώνητοι ἐστέ, ἕως ἂν ἐπιγνόντες τὸ οἰκεῖον πλημμέλημα μετανοήσητε καὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναθροισθέντων καταδέξησθε μηδὲν ἕτερον αὐτῇ «» ξένον ἐπεισάγοντες καὶ ἀναθεματίσητε τὰ αἱρετικὰ κεφάλαια τὰ ἐκτεθέντα παρὰ Κυρίλλου τοῦ Ἀλεξανδρέως τὰ ἐναντιούμενα τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ διδασκαλίᾳ καὶ τῷ γράμματι τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἐμμείνητε τῷ κελεύοντι ἡσύχως καὶ ἀκριβῶς τὰ τῆς πίστεως ζητηθῆναι.