|
|
|
JOHN OF ANTIOCH - Letter to Cyril of Alexandria About Peace |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
Letter to Cyril of Alexandria about peace Greek text from Migne, PG, Vol. 77, Cols. 169-173. (Epistola XXXVIII among Cyril's letters) An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site.
|
|
Τῷ δεσπότῃ μου τῷ θεοφιλεστάτῳ και ἁγιωτάτῳ συλλειτουργῷ Κυρίλλῳ, Ἰωάννης, ἐν Κυρίῳ χαίρειν. |
|---|
|
Πρώην ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων ἐκελεύσθη σύνοδος θεοφιλεστάτων ἐπισκόπων κατὰ τὴν Ἐφεσίων μητρόπολιν συναθροισθῆναι, ἐκκλησιαστικῶν ἕνεκα πραγμάτων, καὶ τῆς ὀρθῆς πίστεως. Καταλαβόντων δὲ καὶ ἡμῶν τὴν μνημονευθεῖσαν πόλιν, καὶ ὑποστρεψάντων ἐκτὸς τῆς πρὸς ἀλλήλους συντυχίας (περιττὸν δὲ τὰς αἰτίας τῆς διχονοίας ἐν καιρῷ εἰρήνης νῦν εἰπεῖν), διῃρημένων δὲ πρὸς διχόνοιαν τῶν Ἐκκλησιῶν τούτῳ τῷ τρόπῳ, ἐπειδὴ τούτου μάλιστα φροντίσαι πάντας ἐχρῆν, ὅπως συναφθεῖεν, ἐκ μέσου γενομένης διχονοίας ἁπάσης, καὶ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων, αὐτὸ δὴ τοῦτο γενέσθαι θεσπισάντων, τὸ ἑνῶσαι τὰς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ εἰς αὐτὸ δὴ τοῦτο ἀποστειλάντων τὸν κύριόν μου, και θαυμασιώτατον, καὶ περίβλεπτον τριβοῦνον καὶ νοτάριον Ἀριστόλαον, ἐπιφερόμενον τὸ εὐσεβὲς αὐτῶν γράμμα τὸ παρακελεῦον ἐντεῦθεν ἤδη συμβῆναι ἡμᾶς, καὶ περιελεῖν τὰ σκάνδαλα ἐκ τοῦ μέσου, καὶ κατευνάσαι πᾶσαν ταραχὴν καὶ πᾶσαν λύπην· ᾧ εἴκοντες εὐσεβεῖ γράμματι, εὐθὺς καὶ παραχρῆμα ἀπεστείλαμεν τὸν κύριόν μου, καὶ κατὰ πάντα θεοφιλέστατον, καὶ ἁγιώτατον ἐπίσκοπον Παῦλον· τοῦτο συναρέσαν καὶ τῷ ἁγιωτάτῳ καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ πατρι ἡμῶν Ἀκακίῳ, καὶ τοῖς παρ’ ἡμῖν θεοφιλεστάτοις ἐπισκόποις. Ὑπὲρ δὲ πλείονος συντομίας τοῦτο πεποιήκαμεν, διὰ τὸ μὴ δύνασθαι ἡμᾶς συνελθόντας, τὰ θεσπισθέντα ὑπὸ τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων, κατὰ πρόσωπον εἰς πέρας ἀγαγεῖν. Ἐντειλάμενοι αὐτῷ, ὥστε καὶ ἀνθ’ ἡμῶν, καὶ ὑπὲρ ἡμῶν, καὶ εἰς πρόσωπον ἡμέτερον, τυπῶσαι μὲν τὰ περὶ τῆς εἰρήνης, ὅπερ ἐστὶ προηγούμενον, ἐγχειρίσαι δὲ τῇ σῇ θεοσεβείᾳ τὴν ἔκθεσιν τὴν παρ’ ἡμῶν συμφώνως γενομένην περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν ἀπεστείλαμεν τῇ σῇ θεοσεβείᾳ διὰ τοῦ προλεχθέντος θεοφιλεστάτου ἀνδρός, ἥτις ἐστὶν αὕτη· |
|
Περὶ δὲ τῆς Θεοτόκου Μαρίας Παρθένου, ὅπως καὶ φρονοῦμεν, καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν Θείων Γραφῶν, ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων Πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες τῇ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει. Ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν, καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. Ἐροῦμεν δὲ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῇ ὁμολογίᾳ τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα. |
|
Ὁμολογοῦμεν τοιγαροῦν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα· ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων ἕνωσις γέγονεν· διὸ καὶ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν, ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι, καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς, καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς, ἴσμεν τοὺς θεολόγους ἀνδρας τὰς μὲν κοινοποιοῦντας, ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας, ὡς ἐπὶ δύο φύσεων· καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. |
|
Ἧς δεχθείσης, συνήρεσεν, εἰς ἀναίρεσιν ἁπάσης φιλονεικίας, καὶ ὑπὲρ τοῦ τὴν οἰκουμενικὴν εἰρήνην βραβευθῆναι ταῖς τοῦ Θεοῦ ἁγίαις Ἐκκλησίαις, καὶ ἐκποδὼν τὰ ἀναφυέντα γενέσθαι σκάνδαλα, ἔχειν ἡμᾶς Νεστόριον καθῃρημένον, τὸν πάλαι γενόμενον ἐπίσκοπον τῆς Κωνσταντινουπόλεως· καὶ ἀναθεματίζομεν τὰς φαύλας αὐτοῦ καὶ βεβήλους κενοφωνίας, διὰ τὸ τὰς παρ’ ἡμῖν ἁγίας τοῦ Θεοῦ Ἑκκλησίας τὴν ὀρθὴν καὶ ὑγιῆ ἐσχηκέναι πίστιν, καὶ φυλάττειν, καὶ παραδιδόναι τοῖς λαοῖς, καθὰ καὶ ἡ ὑμετέρα ὁσιότης. Συναινοῦμεν δὲ καὶ τῇ χειροτονίᾳ τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ τῆς Κωνσταντινουπόλεως ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας· καὶ κοινωνικοὶ πᾶσιν ἐσμὲν τοῖς κατὰ πᾶσαν τὴν οἰκουμένην θεοσεβεστάτοις ἐπισκόποις, ὅσοι τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν ἔχουσί τε καὶ κηρύττοῦσιν. Ἐρρωμένος, ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα θεοφιλέστατε καὶ ὁσιώτατε, καὶ πάντων ἐμοὶ γνησιώτατε ἀδελφέ. |